Παράκλησις Παναγίας
ΣΚΙΑΔΕΝΗΣ Ρόδου.
Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου.
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν
ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ
ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ
ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι
θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα
τά παρόντα Τροπάρια.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ εὐλαβῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ
ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες, ἐκ βάθους ψυχῆς· Σκιαδενὴ
Πανάχραντε, τῶν Ῥοδίων τὸ κλέος, πρόφθασον καὶ λύτρωσαι, ἐκ παντοίας ἀνάγκης,
τοὺς πεποιθότας Μῆτερ ἐπὶ σοί, καὶ τὴν ἁγίαν τιμῶντας Εἰκόνα σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν
οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων
κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχὶς ἐν τῷ δ´ Τροπαρίῳ ἑκάστης Ὠιδῆς· «Κυρίλλου».
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Πανάχραντε Μῆτερ τοῦ Λυτρωτοῦ, Δέσποινα Μαρία,
Θεονύμφευτε Σκιαδενή, βοήθεια πάρεσο ἑτοίμη, τῶν προσιόντων πιστῶς τῇ Εἰκόνι
σου.
Ι᾿δού σοι ἐκ πόθου οἱ εὐσεβεῖς, προστρέχομεν Κόρη, καὶ
βοῶμεν ἀπὸ ψυχῆς· Μῆτερ Σκιαδενὴ Εὐλογημένη, τῆς εὐσπλαγχνίας σου πάντας
ἀξίωσον.
Εἰσάκουσον πάντων ὡς εὐμενής, τῶν ἐξαιτουμένων, τὴν
ταχεῖάν σου ἀρωγὴν, αὐτοὺς Σκιαδενή ἐξαιρουμένη, τῶν ἐν τῷ βίῳ δεινῶν
περιστάσεων.
Καθέδρα ἁγία τοῦ Λυτρωτοῦ, ὑπάρχουσα Κόρη, Θεονύμφευτε
Σκιαδενή, λύτρωσαι ἡμᾶς τοὺς ὑμνητάς σου, ἐκ τῶν δολίων ἐχθροῦ ἐπιθέσεων.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Η῾ κραυγή μου ἐλθέτω, πρὸς σὲ Ἁγνὴ τάχιον· κλῖνόν μοι τὸ
ἅγιον οὖς σου, Μῆτερ καὶ πρόφθασον, ὦ Σκιαδενὴ θαυμαστή, Εὐλογημένη Μαρία, τὴν
ζωήν μου σῴζουσα, πάσης κακώσεως.
Ε᾿ξηράνθην ὡς χόρτος, ταῖς πονηραῖς πράξεσι, καὶ ταῖς
ἁμαρτίαις ἐπλήγην, ὅλος ὁ ἄθλιος· ἀλλ᾿ εὐμενῶς Σκιαδενή, τῇ ταπεινώσει μου πρόσχες,
καὶ γενοῦ τελεία μοι, Μῆτερ παράκλησις.
Ε᾿κ φθορᾶς τὴν ζωήν μου, ὡς ἀγαθὴ λύτρωσαι· καὶ τῶν
διωκόντων με ῥῦσαι, ἐχθρῶν καὶ σῶσόν με, ὦ Σκιαδενὴ θαυμαστή· καὶ γὰρ τιμῶ καὶ
γεραίρω, τῆς σεπτῆς Εἰκόνος σου, πίστει τὰ θαύματα.
Υ῾περύμνητε Κόρη, Μῆτερ Θεοῦ Πάναγνε, ἐλεημοσύνας μὴ
παύσῃ, ποιοῦσα πάντοτε, τοῖς καταφεύγουσι, τῇ εὐαγεῖ σου Εἰκόνι, Σκιαδενὴ καὶ
ψάλλουσιν, ὕμνον τῇ δόξῃ σου.
Διάσωσον ἀπὸ κινδύνων παντοίων καὶ νοσημάτων, ὦ
Σκιαδενὴ τοῦ Θεοῦ Μῆτερ Ἄχραντε, τοὺς προσιόντας Εἰκόνι σου τῇ ἁγίᾳ.
Ε᾽πίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου
ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Ἦχος β´. Πρεσβεία θερμή.
Ε᾿λέους πηγή, ὑπάρχουσα ἀστείρευτος, Ἁγνὴ Σκιαδενή,
Εἰκών σου ἡ ὑπέρτιμος, τὰς καρδίας πάντοτε, ἀναψύχει τῶν πίστει βοώντων σοι·
Χαῖρε τῆς Ῥόδου σκέπη θαυμαστή, Παρθένε καὶ ἄσειστον προπύργιον.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Σκιαδενὴ Παντευλόγητε, δός μοι τὰ αἰτήματα ὡς
φιλεύσπλαγχνος· ἐπὶ σοὶ γὰρ Μῆτερ πέποιθα· μὴ με καταισχύνῃς τὸν ταλαίπωρον.
Σκιαδενὴ ἐν τῷ θλίβεσθαι, συμπαθῶς ἐπίσκεψαι τοὺς
οἰκέτας σου, καὶ αὐτοῖς δὸς παραμύθιον, χάριν τὴν ἁγίαν τῆς Εἰκόνος σου.
Ε᾿ν ἐρήμῳ πλανώμενον, Σκιαδενὴ Πανύμνητε ἀπογνώσεως,
πρὸς χαρὰν με καθοδήγησον, τοῦ ἐκ σοῦ τεχθέντος ὑπὲρ ἔννοιαν.
Ρ῾ῦσαι Μῆτερ Πανάμωμε, Σκιαδενὴ Θεόνυμφε τῇ σῇ χάριτι,
θλιβερῶν ἐκ περιστάσεων, τοὺς ἀσπαζομένους τὴν Εἰκόνα σου.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ε᾿ν τῶν ἐντολῶν, τοῦ Θεοῦ ἡμᾶς ὁδήγησον, ταῖς εὐθείαις
Θεομῆτορ Σκιαδενή, ἀσφαλεῖ χειραγωγίᾳ τῆς πρεσβείας σου.
Κλῖνον Σκιαδενή, τοῦ Θεοῦ εἰς τὰ μαρτύρια, χάριτός σου
προμηθείᾳ μυστικῇ, τὰς καρδίας τῶν τιμώντων τὴν Εἰκόνα σου.
Ποίησον πολλήν, Σκιαδενὴ Μῆτερ χρηστότητα, μετὰ πάντων
τῶν ὑμνούντων εὐλαβῶς, τῆς τιμίας σου Εἰκόνος τὰ θαυμάσια.
Ι῎δε ἐφ᾿ ἡμᾶς, παρεστῶτας τῇ Εἰκόνι σου, καὶ ἀπάλλαξον
ἡμᾶς ἐκ πειρασμῶν, Σκιαδενὴ καὶ νοσημάτων ὡς φιλεύσπλαγχνος.
ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Κατέσχε με ἀθυμία Δέσποινα, καὶ ὀδύναι με πολλαὶ
περιέσχον· ἀλλὰ ἐλθέτω ἡ θεία σου χάρις, ἀναψυχήν τῇ ψυχῇ μου παρέχουσα, καὶ
εὐφροσύνην μυστικήν, Σκιαδενὴ τῶν Ῥοδίων κραταίωμα.
Ε᾿πίφανον τὸ γλυκύ σου πρόσωπον, ἐφ᾿ ἡμᾶς τοὺς ταπεινούς
σου οἰκέτας, καὶ τῷ φωτὶ τῆς πολλῆς χάριτός σου, τὸ ψυχικὸν ἡμῶν σκότος
διάλυσον· σὺ γὰρ ὑπάρχεις εὐμενής, Σκιαδενὴ τοῖς φωνοῦσι τὴν κλῆσίν σου.
Α᾿γάθυνον Σκιαδενὴ Θεόνυμφε, τοῖς προσπίπτουσι ἐκ πόθου
καρδίας, τῷ χαρακτῆρι τῆς θείας Μορφῆς σου, θαυμαστωθέντι τῷ πλούτῳ τῆς δόξης
σου, καὶ ἀναβλύζοντι ἀεί, ἰαμάτων τὰ ῥεῖθρα τοῖς χρήζουσι.
Λαμπρόμορφος καθορᾶται Ἄχραντε, ἡ Εἰκών σου τοῖς πιστῶς
προσιοῦσι, καὶ θαυμαστῶς οἰκτιρμῶν σου ἐκπέμπει, τὸν φωτισμὸν Σκιαδενὴ τὸν
σωτήριον· ὅθεν καταύγασον Ἁγνή, καὶ ἡμῶν τὰς ψυχὰς τῶν ὑμνούντων σε.
Διάσωσον ἀπὸ κινδύνων παντοίων καὶ νοσημάτων, ὦ
Σκιαδενὴ τοῦ Θεοῦ Μῆτερ Ἄχραντε, τοὺς προσιόντας Εἰκόνι σου τῇ ἁγίᾳ.
Α῎χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου
ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τῆς Σκιαδενῆς τῇ Εἰκόνι προσπέσωμεν, ἐν μετανοίᾳ πιστοὶ
καὶ βοήσωμεν· Παρθένε Μαρία Πανάχραντε, τῆς φοβερᾶς προστασίας σου πάντοτε, τὴν
χάριν τοῖς δούλοις σου πάρεχε.
Προκείμενον. Ἦχος δ´. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ
σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (κεφ. α´
39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς
τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου
καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς
Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ
Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ
εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ
Κυρίου μου πρός με; Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου
ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα
ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ
Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ
νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον
τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς
τὸν οἶκον αὐτῆς.
Δόξα. Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ
πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν
ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός,…………..
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Παρθένε Πανάχραντε, Εὐλογημένη Μαρία, Σκιαδενὴ
Θεόνυμφε, τῶν Ῥοδίων καύχημα, καὶ κραταίωμα, σὺ τὴν τιμίαν σου, ἀληθῶς Εἰκόνα,
ὑπὲρ λόγον θαυμαστώσασα, πηγὴν ἀνέδειξας, ταύτην τοῦ ἀπείρου ἐλέους σου, καὶ
σκεῦος τιμιώτατον, τῆς σωτηριώδους σου χάριτος· ἣν καταφιλοῦντες, δοξάζομεν
Χριστὸν τὸν διὰ σοῦ, ἡμῖν εἰρήνην παρέχοντα, καὶ τὸ μέγα ἔλεος.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός: Ἀμήν.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ε᾿ξαπόστειλον Κόρη, μητρικῆς χάριτός σου, τὸν φωτισμὸν
Σκιαδενή, φωτίζουσα τὰς τρίβους, τῶν ἐπικαλουμένων, τὴν θερμήν σου ἀντίληψιν,
καὶ ὁδηγοῦσα αὐτούς, πρὸς πλάτος σωτηρίας.
Α᾿πὸ πάσης ἀνάγκης, ἀσφαλῶς σκέπασόν με, Μῆτερ Θεοῦ
Σκιαδενή, καὶ πρόσχες ἱκετεύω, εἰς τὴν βοήθειάν μου, ἐν ἡμέρᾳ κακώσεως· καὶ γὰρ
πιστῶς εὐλογῶ, τὸν ἄφραστόν σου τόκον.
Πλεονάζουσα Μῆτερ, τῆς ἀμέτρου στοργῆς σου, τὰς πολλαπλὰς δωρεάς, μὴ παύσῃ
ἐπὶ πάντας, τοὺς κατασπαζομένους, Σκιαδενὴ τὴν Εἰκόνα σου, ὡς εὐσπλαγχνίας τῆς
σῆς, ἀκένωτον ταμεῖον.
Λογισμῶν πονηρίας, Σκιαδενὴ Θεομῆτορ, ἀπάλλαξόν μου τὸν
νοῦν, καὶ δίδου μοι σοφίαν, ὡς ἂν ἐν σωφροσύνῃ, ἐκπληρώσω τὸ θέλημα, τοῦ
σαρκωθέντος ἐκ σοῦ, εἰς κόσμου σωτηρίαν.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Συντετριμμένος, νῦν τῇ καρδίᾳ ὑπάρχων, Σκιαδενὴ τῇ σῇ
Εἰκόνι καταφεύγω· ἴασαί με Κόρη, Ὑπερευλογημένη.
Ταλαιπωρίας, τῶν ἀκαθέκτων παθῶν μου, Σκιαδενὴ ἀνάγαγέ
με ἐκ τοῦ λάκκου, καὶ ἐν μετανοίας, ἑδραίωσόν με στάσει.
Τοὺς οἰκτιρμούς σου, ὡς ἀγαθὴ μὴ μακρύνῃς, ἀφ᾿ ἡμῶν τῶν
ἀναξίων οἰκετῶν σου, Σκιαδενὴ τῆς Ῥόδου, ἀγλάϊσμα καὶ κλέος.
Ο῎μβρισον Μῆτερ, τῆς χάριτός σου τὰ ῥεῖθρα, ἀναψύχουσα
ἡμῶν τὰς διανοίας, Σκιαδενὴ Παρθένε, τῶν σὲ μακαριζόντων.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Α᾿νάστηθι Παρθένε, εἰς βοήθειάν μου, ἐνίσχυσόν μου ψυχῆς
τὴν ἀσθένειαν, ὦ Σκιαδενὴ ὡς πλουτοῦσα, πλῆθος χρηστότητος.
Ταχὺ ἐπάκουσόν μου, Σκιαδενὴ Παρθένε, ἀντιλαβοῦ μου
εὐσπλάγχνως Πανύμνητε, καὶ ἀσφαλῶς ἐν ὁδῷ με, Θεοῦ ὁδήγησον.
Τὸ θεῖον πρόσωπόν σου, Σκιαδενὴ Παρθένε, μὴ ἀπ᾿ ἐμοῦ
ἀποστρέψῃς τοῦ δούλου σου, ὅτι εἰς σὲ τὴν ἐλπίδα, ἔχω Πανύμνητε.
Υ῾πὲρ τῶν ὑμνητῶν σου, Σκιαδενὴ δεήσεις, ὡς ἀγαθὴ μὴ
ἐλλίπῃς προσάγουσα, τῷ ἐξ ἁγνῶν σου αἱμάτων, ἐνανθρωπήσαντι.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Δεῦτε καὶ προσπέσωμεν οἱ πιστοί, τῇ θείᾳ Εἰκόνι, Παναγίας τῆς Σκιαδενῆς· ἐκβλύζει γὰρ χύδην, τὰ ῥεῖθρα τῶν θαυμάτων, καὶ πάθη ἀποπλύνει, ψυχῆς καὶ σώματος.
Χαίροις Θεονύμφευτε Σκιαδενή, καύχημα τῆς Ῥόδου, καὶ
προπύργιον κραταιόν· χαίροις προστασία, τῶν ἐπικαλουμένων, τὴν θαυμαστήν σου
χάριν, ἐν περιστάσεσι.
Χαίρει ἡ Ῥοδόνησος εὐσεβῶς, ἔχουσα ἐν κόλποις, ὡς τῆς
χάριτος θησαυρόν, Σκιαδενὴ Παρθένε, τὴν θείαν σου Εἰκόνα· διὸ καὶ μεγαλύνει,
ἀεὶ τὴν δόξαν σου.
Σκέπε τὴν Μονήν σου τὴν ἱεράν, ἀπὸ δυσπραγίας, καὶ
κινδύνων ἐπιβουλῆς, καὶ δίδου ἀπαύστως, τῆς μητρικῆς στοργῆς σου, ὦ Σκιαδενὴ
τὴν χάριν, τοῖς προσιοῦσί σοι.
Α῎λλη ἀναδέδεικται Σιλωάμ, πηγὴ ἡ Εἰκών σου, ἡ
ὑπέρτιμος Σκιαδενή· ῥεῖθρα γὰρ θαυμάτων, ἀπαύστως πελαγίζει, καὶ νόσους
θεραπεύει, ψυχῆς καὶ σώματος.
Δέσποινα Πανύμνητε Σκιαδενή, ἔλεος καὶ χάριν, ἡ Εἰκών
σου νέμει ἀεί, κινδύνων παντοίων, ἡμᾶς ἐξαιρουμένη, τοὺς ἐπικαλουμένους, τὴν
προστασίαν σου.
Τοὺς προσερχομένους τῇ σῇ Μονῇ, καὶ ἀσπαζομένους, τὴν
Εἰκόνα σου Σκιαδενή, ἀξίωσον πάντας, τῆς θείας σου εὐνοίας, καὶ φύλαττε ἐκ
πάσης, ὀργῆς καὶ θλίψεως,
Δέξαι τὰς δεήσεις ὡς ἀγαθή, ἃς προσάγομέν σοι,
Θεονύμφευτε Σκιαδενή, καὶ πλήρωσον ταύτας, τῇ θείᾳ χάριτί σου, ἵνα σε κατὰ
χρέος, ἐγκωμιάζομεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε καὶ προσπέσωμεν πιστοί, τῇ χαριτοβρύτῳ Εἰκόνι,
τῆς Παναγίας Μητρός, δάκρυα ἐκχέοντες, καὶ ἀνακράζοντες· Σκιαδενὴ Θεονύμφευτε,
τὴν χάριν σου δίδου, τῷ λαῷ σου πάντοτε, ὡς πολυεύσπλαγχνος, σῴζουσα αὐτὸν ἐκ
κινδύνων, καὶ ἐπηρειῶν ὀλεθρίων, τῇ ἀπροσμαχήτῳ προστασίᾳ σου.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ὁ Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δίστιχον.
Κύριλλον ἀεί, τὸν Ῥόδου Ποιμενάρχην,
Σκέπε Σκιαδενή, τῆς χάριτός Σου σκέπῃ.
Κύριλλον ἀεί, τὸν Ῥόδου Ποιμενάρχην,
Σκέπε Σκιαδενή, τῆς χάριτός Σου σκέπῃ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου