Παράκλησις ΠΑΝΤΩΝ
ΤΩΝ ΕΝ ΑΧΑΪΑ ΑΓΙΩΝ.
Ποίημα Μητροπολίτου Πατρῶν
Νικοδήμου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν
ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ
ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ
ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι
θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Πρωτοκλήτου συνόδους ἀνυμνήσωμεν, ἐν Ἀχάϊᾳ καὶ ἐν
Πάτραις ἀθλήσαντας, Παῦλον, καὶ Σωσίπατρον, καὶ τὸν Ἠρωδίωνα, σὺν αὐτοῖς
Ἀρτέμιον, Ζαχαρίαν τὸν νέον, ἅμα καὶ Χριστόδουλον σὺν τῇ Ἀναστασία, ὑπὲρ ἡμῶν
πρεσβεύοντας Χριστῷ ἀπὸ παντοίων κινδύνων λυτρώσασθαι.
Δόξα. Καὶ νῦν. Ὅμοιον.
Οὑ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν
οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων
κινδύνων; τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ
σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανών, οὖ ἡ Ἀκροστιχίς: Τοῖς ἁγίοις Πατρῶν ὁ Ψαλμός. Νικοδήμου.
Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας
Τριάδος ἁγίας τοὺς λατρευτάς, καὶ τῆς Ἐκκλησίας τοὺς
ἀστέρας τοὺς φωταυγεῖς, τοὺς τῆς Ἀχαΐας θεηγόρους, προσαγορεύομεν ὕμνοις καὶ
παρακλήσεσι.
Ὁ πάντιμος σύλλογος, τῶν σεπτῶν κηρύκων ὑτοῦ Λόγου καὶ
τῆς Χάριτος τοῦ Θεοῦ ἤρδευσε τοῖς ῥείθροις τῶν αἱμάτων Πατρῶν τὴν χώραν καὶ
ἠρωτρίασεν.
Ἰκέτιδας χεῖρας εἰς οὐρανόν, ὑψοῦμεν ἐν πίστει
προσδεόμενοι τῷ Θεῷ, ὅπως τοῦ Ἀνδρέου ταῖς πρεσβείας, τοῦ Πρωτοκλήτου, ῥυσθῶμεν
ἐκ θλίψεων.
Θεοτοκίον.
Σωσίπατρε, Παῦλε, οἱ ἐκλεκτοί, μετὰ τοῦ Ἀνδρέου καὶ τῶν
ἔξωθεν συνεργῶν, ἄχραντε Παρθένε Θεοτόκε, ὁμοῦ πρεσβείαν Χριστῷ προσάξατε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀρετῶν τὴν πλειάδα, ἐν ἑαυτοῖς ἅγιοι, χάριτι Χριστοῦ κεκτημένοι,
κατηξιώθητε, τῆς βασιλείας Αὐτοῦ, λαμπροὶ πολῖται γενέσθαι· Πρωτοκλήτου
θρέμματα, νοσούντων μνήσθητε.
Γενναιόφρονες ὄντως, καὶ τῷ Ἀνδρέᾳ ὁμόψυχοι, οἱ ἐν
Ἀχάϊᾳ γενόμενοι χριστοκήρυκες, σεπτὲ Σωσίπατρε, ἡγιασμένε Στρατόκλεις, τῶν
ἐχθρῶν τῆς πίστεως λύμην ἀπώσασθε.
Ἱερὰν ξυνωρίδα, Ἀναστασίαν, Χριστόδουλον ἄμφω παιδιόθεν
τραφέντας, Χριστοῦ τοῖς ῥήμασι, προσαγορεύομεν παιδομαρτύρων τῇ κλήσει, καὶ
αὐτῶν αἰτούμεθα τὴν βοήθειαν.
Θεοτοκίον.
Οὐρανῷ ἐνοικοῦντες τῶν γηγενῶν μνήσθητε, οἱ τῷ
Πρωτοκλήτου συνόντες ἅγιοι μάρτυρες, Χριστῷ προσάξατε, ὑπὲρ ἡμῶν ἱκεσίαν, τὴν
Θεοτόκον σχόντες συναντιλήπτορα.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄.
Πρεσβείαις ταῖς σαῖς ἐν πίστει ἀνατίθεμεν ἐλπίδας ἡμῶν,
Ἀνδρέα, οἱ χριστώνυμοι, ἐκτενῶς βοῶντές σοι· τῶν δεινῶν κινδύνων ἐκλύτρωσαι,
καὶ γὰρ εὐήκοός σοι ἔσται ὁ Χριστός, ὁ μόνος ὑπάρχων πολυέλεος.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Ἱερεῖα ὑπάρχοντες τοῦ Χριστοῦ Ἀρτέμιος Ζαχαρίας τε,
μαρτυρίῳ ἐτελεύτησαν καὶ ὑπὲρ ἡμῶν νῦν πρεσβεύουσιν.
Στρατοκλὴς ὁ θεσπέσιος, πρῶτος ἱεράρχης Πατρῶν ἐγένετο,
τοῦ Ἀνδρέου ταῖς χερσὶ λαβὼν τὸ τοῦ ἐπισκόπου ἀξίωμα.
Προεστῶτα σὲ ἔχρισε Πατρῶν Ἐκκλησίας, θείῳ βουλήματι, ὁ
Πρωτόκλητος, πανεύφημε, σὺ δὲ ὦ Στρατόκλεις ἡμῶν μνημόνευε.
Θεοτοκίον.
Ἀχαΐας ἀπόστολον Παῦλον τὸν Πατρέα ἀνευφημήσωμεν,
πρεσβευτὴν ἡμῶν γινώσκοντες, καὶ τῆς Θεοτόκου μύστην ἔνθεον.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς τοῖς προστάγμασί Σου.
Τέλη ἐν Χριστῷ καὶ τοῦ αἵματος τὴν ἔκχυσιν, ἔγνωσαν
Ἀνδρέου οἱ συνεργοί, ὧν ταῖς πρεσβείαις δεινῶν λυτρωθείημεν.
Ῥῶσιν τῶν ψυχῶν καὶ σωμάτων ἐξαιτούμεθα, τῷ σῷ ναῷ
προστρέχοντες οἱ πιστοί, καὶ παρακλήσεις ἡμῶν ἀναπέμποντες.
Ὢ τῆς ὑπὲρ νοῦν, παῤῥησίας σου Πρωτόκλητε, μεθ’ ἧς σοῦ
ἐπακούων ὁ Λυτρωτής, δώη τῶν αἰτημάτων ἡμῶν τὴν πλήρωσιν.
Θεοτοκίον.
Νεῦσον πρὸς ἡμᾶς, καὶ δεήσεις δέξαι Δέσποινα, Πατρῶν
Ἁγίους ἔχουσα παρά σοι, συνυπηχοῦντας τοὺς πόθους τῶν καρδιῶν ἡμῶν.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.
Ἔνθεος τῶν Ἁγίων ὅμιλος, τῶν ἐν Πάτραις εὐλαβῶς
τιμωμένων σὺν τῷ Ἀνδρέᾳ Σωσίπατρος Παῦλος, Ἰωακείμ, Ζαχαρίας Ἀρτέμιος·
πρεσβεύσατε ὑπὲρ ἡμῶν τῷ Χριστῷ τῷ Θεῷ παναοίδιμοι.
Ψαλμοῖς, ᾠδαῖς, καὶ ἐν ὕμνοις, Ἅγιοι, παρακλήσεις πρὸς
ὑμᾶς ἐκβοῶμεν καὶ συνεργοὺς Πρωτοκλήτου εἰδότες ἐκδυσωποῦμεν, ἡμῶν μνημονεύετε,
ὅπως ῥυσθῶμεν ἐκ φθορᾶς καὶ κινδύνων καὶ πάσης κολάσεως.
Ἀσπάσασθαι, τὴν εἰκόνα ἥκομεν, ὦ Ἀπόστολε Κυρίου
Ἀνδρέα, καὶ Πολιοῦχον Πατρῶν σὲ εἰδότες, ὑπὸ τὴν σκέπην σου πάντες προστρέχομεν
καὶ ὥσπερ πάτρωνι ἡμῶν, ἐπὶ σοι τὰς ἐλπίδας ἐθέμεθα.
Θεοτοκίον.
Λαὸς Πατρῶν, Ἀχαΐας πλήρωμα, τῶν Ἑλλήνων ὁ ἐσμὸς σὲ
γινώσκει, νυμφαγωγόν, τῷ Χριστῷ ἀγαγόντα, Ἀνδρέα μάκαρ, ἡμῶν τοὺς προπάτορας.
Τῆς Θεοτόκου δὲ εὐχαῖς καὶ ἡμεῖς τῷ Χριστῷ προσαχθείημεν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου
ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β᾿.
Προστάτην θερμὸν σὲ ἔχοντες, Ἀπόστολε Ἀνδρέα ἡμεῖς, οἱ
ἔκγονοί σου, Ἅγιε, ἐκτενῶς δεόμεθα συνεργῶν σου τιμῶντες τὴν φάλαγγα, Πατρῶν
τοὺς κήρυκας καὶ μάρτυρας Χριστοῦ, πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς
οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγελεῖ τὸ
στερέωμα.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην.
Τῷ καιρῷ ἐκείνῳ ἦσάν τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων
ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. Οὗτοι οὖν προσήλθαν Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδᾶ τῆς
Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. Ἔρχεται
Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος λέγουσι τῷ Ἰησοῦ·
ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ
ἀνθρώπου. Ἀμήν, Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν
ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὁ φίλων τὴν
ψυχὴν αὐτοῦ ἀπωλέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς
ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολουθήτω, καὶ ὅπου
εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐὰν τίς ἐμοὶ διακονῇ, τιμήσει
αὐτὸν ὁ Πατήρ.
Δόξα Σοι, Κύριε· δόξα Σοι.
Δόξα: Ταῖς τῶν
Ἀποστόλων…
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου…
Στίχ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεὸς….
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἀνδρέαν Ἀπόστολον καὶ συνεργοὺς αὐτοῦ πάντας, Παῦλον
καὶ Σωσίπατρον, Ζαχαρίαν μάρτυρα γενναιότατον, Στρατοκλέα ἔνθεον, τῶν Πατρῶν
ποιμένα, παιδομάρτυρα Τιμόθεον, ἀνδραγαθήσαντα σὺν Ἀναστασίᾳ νεάνιδι· Ἀρτέμιον,
Λεόντιον, καὶ Ἰωακεὶμ τὸν πανόσιον, τοὺς ἐν Ἀχαΐᾳ τοῖς ἰχνεσινἈνδρέου σταθερῶς,
καλὸν ἀγῶνα τελέσαντας ὕμνοις μεγαλύνομεν.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός: Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μὴ ἐλλίπῃς πρεσβεύειν, τῷ Σωτῆρι Χριστῷ ὑπὲρ τῶν ψυχῶν
ἡμῶν, πλειὰς ἡγιασμένων, κηρύκων τῶν ἐν Πάτραις, ὧν τῇ μνήμῃ νῦν ψάλλομεν· ὁ
τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ὁμοφώνως ὑμνοῦντες, Ἀχαΐας ὅμιλον ἁγιώνυμον, πληθούσῃ
δ’ ἐκκλησίᾳ, αὐτῶν ἐν πανηγύρει ἐκ ψυχῆς ἀναμέλπομεν· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς
εὐλογητὸς εἶ.
Στρατιὰν ἐπιλέκτων, τοῦ Χριστοῦ ἀθλοφόρων
ἀνευφημήσωμεν, τὰς πόλεις καὶ τὰς χώρας, τὰς ἐν Πελοποννήσου, εὐηγγελίζοντο
ᾄδοντες· ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νοερῶς θεωροῦμεν, τοὺς ἡμᾶς τῳ Χριστῷ ὁδηγήσαντας,
Πρωτόκλητον Ἀνδρέαν, μετὰ τῆς συνοδείας, καὶ δοξάζοντες ψάλλομεν· ὁ τῶν Πατέρων
ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η´. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Ἱερατεῦσαι, τὸν Στρατοκλέα προσάγει, ὁ Ἀνδρέας τῇ
Χριστοῦ Ἐκκλησίᾳ, μεθ’ ὧν ὑπερυψοῦμεν Χριστὸν εἰς τοὺς αἰῶνας.
Κλήσεως θείας, ἀξιωθέντες ἐν πίστει, οἱ Ἀνδρέου
συνεργοὶ γεγονότες, Χριστὸν ὑπερυψοῦσιν εἰς πάντας τοὺς αἰῶνας.
Ὁ στερεώσας, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ
ὑδάτων ἑδράσας, Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Δέσποινα δέξαι, τὰς παρακλήσεις σῶν δούλων, τὸν Υἱόν
σου καὶ Θεὸν λατρευόντων, Ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ἡ πάναγνος Παρθένος, καὶ Μήτηρ τοῦ Σωτῆρος, σὲ
μεγαλύνομεν πάντες οἱ δοῦλοί σου, καὶ ἐξαιτοῦμεν ἁγίας Χριστῷ πρεσβείας σου.
Μαρία Θεοτόκε, Δέσποινα τοῦ κόσμου, οἱ διὰ σοῦ
σεσωσμένοι Σὲ μεγαλύνομεν, τῇ μεσιτείᾳ σου σχόντες τὸ μέγα ἔλεος.
Ὅ ἔνσαρκος καὶ θεῖος, Θεοῦ ὑψίστου Λόγος ἐκ σοῦ,
Παρθένε, τεχθεὶς ἐνηνθρώπησεν, τῷ Πρωτοκλήτῳ Ἀνδρέᾳ γνωσθεὶς Σωτὴρ ἡμῶν.
Θεοτοκίον.
Ὑμνοῦμεν, εὐλογοῦμεν, τὸν ἄχραντόν Σου τόκον, Αὐτῷ
μεσίτριαν Σὲ ἐκδεχόμενοι, μετὰ Πατρέων Ἁγίων, συνευχομένων σοι.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Πρῶτον εὑρηκότα σὲ τὸν Χριστόν, καὶ πρῶτον κληθέντα τῇ
χορείᾳ τῶν μαθητῶν, Ἀνδρέα τρισμάκαρ, φωστῆρα Ἀχαΐας, Πατρῶν δὲ πολιοῦχον
σεπτὸν γινώσκομεν.
Μιμητὴς γενόμενος τοῦ Χριστοῦ, σταυρῷ προσηλώθης τῇ
ἀνδρείᾳ δοκιμασθείς· ὅθεν καὶ προστάτην τῶν ἐν δοκιμασίαις καλοῦμέν σε, Ἀνδρέα,
ἡμῶν τὸ στήριγμα.
Χαίροις τῶν Ἁγίων θεῖος χορός· Χαίροις τῶν Πατρέων
ἁγιώνυμος θησαυρός, Χαίρετε Ἀνδρέου θερμοὶ συμπαραστάται, σαγήνην τὴν τοῦ Λόγου
πιστῶν πληρώσαντες.
Παῦλον καὶ Σωσίπατρον οἱ πιστοί, σὺν τῷ Ζαχαρίᾳ,
Ἀρτεμίου καὶ Στρατοκλεῖ, καὶ Ἀναστασίᾳ ἅμα τῷ Χριστοδούλω, Πατρῶν τοὺς
χριστοκήρυκας εὐφημήσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς· οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς
τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Τοῦ Ἀποστόλου Ἀνδρέου. Ἦχος δ΄.
Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου
αὐτάδελφος, τὸν Δεσπότην τῶν ὅλων, Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ
δωρήσασθαι καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ τῶν ἐν Πάτραις ἑορταζόμενων Ἁγίων.
Ἦχος γ΄. Θείας πίστεως.
Ὁ Πρωτόκλητος, Χριστοῦ Ἀνδρέας, ἁγιόλευκτον χορείαν
ἄγει, ἐπιχώριον Πατρῶν ἐγκαλώπισμα· Δυὰς Πατρέων δέ, Σωσίπατρος, Παῦλός τε,
Ἰωακεὶμ Νοτενῶν, καὶ Ἀρτέμιος, Ζαχαρίας τε καὶ νέος Παῦλος, οἱ νεομάρτυρες, Ἀναστασία
ὁμοῦ καὶ Χριστόδουλος, πρεσβεύουσι σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχον β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε ὁ Πρωτόκλητος ἐλθών, ἵνα τὸν Χριστὸν καταγγείλῃ,
τοῖς ἐν τοῖς Πάτραις κλητοῖς, θύραν τότε ἤνοιξε Θεὸς τοῖς ἔθνεσιν. Συνεργοὶ δ’
αὐτῷ ἤλθοσαν Σωσίπατρος, Παῦλος, Στρατοκλῆς ὁ ἔνθεος, ἐκ γηγενῶν ἐκλεκτοί. Ὅθεν
μακαρίζοντες τούτους, καὶ τοὺς Νεομάρτυρας πάντας, σὺν τῷ Αρτεμίου λιταζόμεθα.
Ὁ
Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου