Πέμπτη 6 Οκτωβρίου 2016

Παράκλησις ΑΓΙΩΝ ΝΗΠΙΩΝ.



Παράκλησις ΑΓΙΩΝ ΝΗΠΙΩΝ.
Ποίημα  Γερασίμου  Μοναχοῦ  Μικραγιαννανίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὰς τῶν Ἁγίων σοῦ Νηπίων πρεσβείαις, τῶν ὡς θυσίαν λογικὴν προσαχθέντων, τῷ ἐκ Παρθένου τόκῳ σου φιλάνθρωπε, λύτρωσαι τοὺς δούλους σου, πολυτρόπων κινδύνων, δίδου δὲ Σωτὴρ ἡμῶν, ὀφλημάτων τὴν λύσιν, καὶ βασιλείας τῆς τῶν οὐρανῶν, ἡμᾶς ἀξίωσον, Δέσποτα Κύριε.
Θεοτοκίον.
    Οὐ σιωπήσομεν πότε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἷ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανών, οὗ    ἀκροστοιχίς: Λιταῖς  Νηπίων Σωτήρ με  σῶσον. Γερασίμου.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Λαμπόμενος φέγγει τῷ νοητῷ, Χριστοῦ τοῦ Σωτῆρος, τῶν Νηπίων θεῖος χορός, λύσατε παθῶν ἡμῶν τὸν ζόφον, ταῖς φωτοφόροις ὑμῶν παρακλήσεσιν.
σχύϊ νευρούμενοι θεϊκῇ, οἱ ἄκακοι Παῖδες, τοῦ Ἡρώδου τὴν χαλεπήν, ᾔσχυναν κακίαν καὶ αἰτοῦνται, παρὰ Κυρίου ἡμῖν θεῖον ἔλεος. 
Τὴν ἄκακον φύσιν τῶν νεογνῶν, ἐδέξω Οἰκτιρμόν, ὥσπερ ἄμωμον προσφοράν, ἀδίκως σφαγέντων παρ᾿ Ἡρώδου, δι᾿ ὧν γενοῦ καὶ ἡμῖν Σῶτερ ἵλεως.
Θεοτοκίον.
γία Παρθένε Μῆτερ Θεοῦ, Ἀγγέλων δόξα, καὶ ἀνθρώπων καταφυγή, δίδου μετανοίας ἀφορμάς μοι, ἵνα ῥυσθῶ τῶν παγίδων τοῦ ὄφεως.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
ερώτατος δῆμος, νεοσφαγῆ θύματα, οἷα νεομάρτυρες θεῖοι, σοὶ προσηνέχθησαν, Σῶτερ φιλάνθρωπε, ὧν ταῖς λιταῖς ἡμῖν πᾶσι, δίδου τὰ ἐλέη σου, τοῖς σοὶ λατρεύουσι.
Συντριβεὶς τῇ ἀπάτῃ, τοῦ δυσμενοῦς δράκοντος, Νήπια ἁγνὰ καταφεύγω ὑμῶν τῇ χάριτι, ὡς ἂν ῥυσθῶ τῆς φθορᾶς, ὑμῶν θερμαῖς ἱκεσίαις, πρὸς τὸν προσδεξάμενον, ὑμῶν τὰ αἵματα.
Νηπιόφρονα γνώμην, νοΐ σαθρῷ ἔσχηκα, καὶ ἀπεμακρύνθην Κυρίου, πράττων τὰ ἄτοπα· Νήπια ἄμωμα, δότε μοι φρόνησιν θείαν, ὡς ἂν τῷ θελήματι, Θεοῦ πορεύσωμαι.
Θεοτοκίον.
τετοκυῖα δίχα φθορᾶς Ἄχραντε, καὶ μετὰ τὸν ἄσπορον τόκον, παρθένος μείνασα, ῥῦσαί με Δέσποινα, φθοροποιῶν νοημάτων, καὶ τὸν νοῦν μου πλήρωσον, θείας φρονήσεως.
Διάσωσον ,ταῖς τῶν ἀκάκων Νηπίων λιταῖς Οἰκτιρμόν, τῆς κακίας τοῦ παλαιοῦ πολεμήτορος, τοὺς ἐκζητοῦντας, τὸ ἄμετρον ἔλεός σου.
πίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν , χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Νηπίων πληθύς, Ἁγίων πολυάριθμε, Χριστὸν τὸν Θεόν, τὸν ἐν ἐλέει πλούσιον, διὰ παντὸς πρεσβεύετε, διδόναι ἡμῖν παθῶν λύτρωσιν, καὶ βασιλείας τῆς τῶν οὐρανῶν, τυχεῖν τοὺς ὑμᾶς θερμῶς γεραίροντας.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Πληθὺς θεία, προσήχθη σοι, τῶν ἀπειροκάκων Νηπίων Κύριε, ὧν τὰ αἵματα δεξάμενος, καθαρὸν ἡμᾶς πάσης μολύνσεως.
σχὺν θείαν λαμβάνομεν μέλποντες ἐν πίστει ὑμῶν τὴν ἄθλησιν, ἡλικία νηπιάζουσα, ἢν ὑπὲρ Κυρίου ὑπεμείνατε.
Ὥσπερ ῥόδα νεόδρεπτα, Νήπια ἁγνὰ ἡμῖν διαπνέετε, τὴν ὀσμὴν τῆς θείας χάριτος, δυσωδίαν πᾶσαν ἀπελαύνουσαν.
Θεοτοκίον.
Νεκρωθέντα με πάθεσιν, ἐγεῖρον Παρθένε τῇ σῇ χρηστότητι, καὶ μετάνοιαν μοι δώρησαι, κἂν ἐν γήρᾳ Δέσποινα καὶ σῶσόν με.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Σθένωσον ἡμῶν, τὴν διάνοιαν Φιλάνθρωπε, τῶν Ἁγίων σοῦ Νηπίων ταῖς λιταῖς, τῶν σφαγέντων παρ᾿ Ἡρώδου τοῦ παράφρονος.
σπερ προσφοραί, τῷ τεχθέντι οἷα νήπιον, προσηνέχθητε ὦ Νήπια ἁγνά, ἐξαιτοῦντα ἡμῖν πᾶσι τὰ σωτήρια.
Τίμιος ὑμῶν, ἀληθῶς ὤφθη ὁ θάνατος, ἐναντίον τοῦ Παντάνακτος Χριστοῦ, ἀπειρόκακε χορεία νηπιάζουσα.
Θεοτοκίον.
Ηὔγασας ἡμῖν, φῶς ἀνέσπερον τῷ τόκῳ σου, Θεοτόκε· διὸ σκέδασον κἀμοῦ, τὴν ὁμίχλην τῶν παθῶν τῇ φωταυγείᾳ σου.
ᾨδὴ ς´. Τὴν δέησιν, ἐκχεῶ.
ευμάτων, ὑμῶν αἱμάτων, τοῖς ῥείθροις, ἀπειρόκακοι καὶ Ἅγιοι Παῖδες, ἡ τοῦ πανώλους Ἡρώδου μανία, κατεποντίσθη εἰς τέλος καὶ ὤφθησαν, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, δροσισμὸς ἀφθαρσίας καὶ χάριτος.
Μαρτύρων, ὡς συνημμένοι τοῖς δήμοις, ἀπειρόκακοι καὶ Ἅγιοι Παῖδες, διὰ παντὸς σὺν αὐτοῖς δυσωπεῖτε, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον Κύριον, ὡς ἂν πταισμάτων ἱλασμόν, καὶ παθῶν ἀπολύτρωσιν εὕρωμεν.
ν κόλποις, τοῦ Ἀβραὰμ αἰωνίως, ἀγαλλόμενοι μακάριοι Παῖδες, καὶ φωτισμοῦ ἐντρυφῶντες ἀΰλου, ἐκ σκοτασμοῦ παθημάτων λυτρώσασθε, τοὺς μακαρίζοντας ὑμᾶς, ὡς Κυρίου νεόθυτα θύματα.
Θεοτοκίον.
Σωτῆρα, καὶ λυτρωτὴν τετοκυῖα, τῶν ἀνθρώπων Ἀειπάρθενε Κόρη, τὸν Ποιητὴν τῶν ἁπάντων καὶ κτίστην, τῆς κακουργίας τοῦ ὄφεως ῥῦσαί με, καὶ σῶσόν με ὡς συμπαθής, τῆς δεινῶς τυραννούσης μὲ ἕξεως.
Διάσωσον ,ταῖς τῶν ἀκάκων Νηπίων λιταῖς Οἰκτιρμόν, τῆς κακίας τοῦ παλαιοῦ πολεμήτορος, τοὺς ἐκζητοῦντας, τὸ ἄμετρον ἔλεός σου.
χραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β´. Ταῖς τῶν αἱμάτων σου.
σπερ νεόθυτοι ἄρνες ἐτύθητε, τῷ ἐκ Παρθένου τεχθέντι νεάνιδες, κτανθέντες ἀδίκως μακάριοι, καὶ τοῖς Ἀγγέλοις ὢ Παῖδες συνήφθητε, ἡμῖν τὸν Χριστὸν ἱλεούμενοι.

Προκ.: Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.
Στίχ.: Εὐφρανθήσονται δίκαιοι ἐν Κυρίῳ...
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον β᾿ 13-23:
Ἀναχωρησάντων τῶν μάγων, ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων...

Δόξα: Ταῖς τῶν σῶν Νηπίων………
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Στίχ.: Ἐλεῆμον, Ἐλέησον μὲ ὁ Θεὸς
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Σφάγια ὡς ἄμωμα, τῷ ἐκ Παρθένου τεχθέντι, ἀληθῶς προσήχθητε, τῶν Νηπίων ὅμιλος ὁ μακάριος, καὶ ζωῆς κρείττονος, καὶ ὑπερκοσμίου, σὺν Ἀγγέλοις ἠξιώθητε, μεθ᾿ ὧν πρεσβεύσατε, τῷ παμβασιλεῖ καὶ Θεῷ ἡμῶν, πταισμάτων δοῦναι ἄφεσιν, καὶ τῶν πειρασμῶν ἀπο-λύτρωσιν, τοῖς ὑμνολογοῦσιν, τὴν ἄθλησιν ὑμῶν τὴν ἱεράν, δι᾿ ἧς Ἡρώδου καθείλετε, μένος τὸ ὀλέθριον.

Ὑπό  τοῦ  Ἱερέως    λιτανευτική  ἱκεσία:
       Σῶσον    Θεός  τόν  λαόν  Σου……. 
       λέει  καί  οἰκτιρμοῖς……. 
  χορός: μήν.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
σπερ θὴρ ὁ Ἡρώδης, ἐφορμήσας τοὺς Παῖδας πικρῶς ἐθέρισεν, ἀλλ᾿ οὗτοι ἐν τοῖς κόλποις, τοῦ Ἀβραὰμ σκιρτῶσι, καὶ χορεύουσι ψάλλοντες· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Στέφει θείων Μαρτύρων, ὦ πανάγιοι Παῖδες κατακοσμούμενοι, ἀπαύστως δυσωπεῖτε, ῥύεσθαι πάσης βλάβης καὶ ἀνάγκης τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
μακάριος δῆμος, ὁ τῶν Ἁγίων Νηπίων πικρῶς σφαττόμενος, συνήφθη τοῖς Ἀγγέλοις, καὶ ἱλασμὸν αἰτεῖται, τοῖς βοῶσιν ἑκάστοτε· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νεκρωθεὶς τῇ κακίᾳ, ἁμαρτίας τῇ κλίνῃ ἤδη κατάκειμαι· ἀλλ᾿ ὦ Θεογεννῆτορ, ὡς τὴν ζωὴν τεκοῦσα, ἑξανάστησον ψάλλοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Γέλως ὁρᾶται, ἐχθρὸς ποσὶ τῶν Νηπίων, οὓς κατέσφαξεν ὁ ἄνομος Ἡρώδης· οὗτοι γὰρ συζῶσιν, ἀεὶ σὺν τῷ Δεσπότῃ.
ν τοῖς ὑψίστοις, ὦ ἀπειρόκακοι Παῖδες, ἀγαλλόμενοι ἀεὶ, σὺν τοῖς Ἁγίοις, ἅπασιν αἰτεῖσθε, ἡμῖν πταισμάτων λύσιν.
είθροις αἱμάτων, τὴν τοῦ Ἡρώδου μανίαν, ἀπεπνίξατε Νηπίων ἡ χορεία, ἡμᾶς δὲ τῇ θείᾳ, εὐφραίνετε νῦν δρόσῳ.
Θεοτοκίον.
γνὴ Παρθένε, τὴν ἄναγνόν μου καρδίαν, ἀποκάθαρον ἐλέους σου, τοῖς ῥείθροις, καὶ τῆς ψυχοφθόρου, ῥῦσαι μὲ ἀθυμίας.

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Συνόντες τοῖς Ἀγγέλοις, καὶ Ἁγίων δήμοις, ἡ τῶν Ἁγίων Νηπίων ὁμήγυρις, ὑπὲρ ἡμῶν δυσωπεῖτε Χριστὸν τὸν Κύριον.
σχὺν ἡμῖν αἰτεῖσθε, κατὰ τῶν δαιμόνων, ὦ καθαρώτατα Ἅγια Νήπια, ὡς ἄν ὁσίως Κυρίῳ εὐαρεστήσωμεν.
Οἱ πᾶσαν τοῦ Ἡρώδου, λύσαντες κακίαν, ὡς τοῦ Σωτῆρος νεόστεπτοι μάρτυρες, ὑπὲρ ἡμῶν δυσωπεῖτε Ἅγια Νήπια.
Θεοτοκίον.
ψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένη· χαῖρε Παρθένε τοῦ κόσμου βοήθεια· χαῖρε ἡμῶν σωτηρία καὶ καταφύγιον.
ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Δῆμος ἀπειρόκακος καὶ σεπτός, Ἁγίων Νηπίων, προσηνέχθη μαρτυρικῶς, τῇ μετὰ σαρκός σου, γεννήσει Ζωοδότα· ὧν τᾶις λιταῖς παράσχου, ἡμῖν τὴν χάριν.
ρώδης λυπήσας ὁ δυσμενής, κατὰ σοῦ Οἰκτίρμον, χεῖρα ὥπλισε φονικήν, καὶ χορὸν Νηπίων, ἀπέκτεινεν ἀκάκων, οὓς δόξης οὐρανίου, Σῶτερ ἠξίωσας. 
κ χειρῶν μητρῴων καὶ ἀγκαλῶν, ὡς θὴρ ἀφαρπάσας, ὁ παράνομος βασιλεύς, ἀνεύθυνα βρέφη, ἀπέκτεινε τῷ ξίφει, ἀλλ᾿ ὁ Δεσπότης πάντων, ταῦτα ἐδόξασε. 
Αἵμασι Νηπίων ἡ Βηθλεέμ, ἀκάκων ἐβάφη, Ἐκκλησία δὲ τοῦ Χριστοῦ, ὡς μάρτυρας τούτους, νεοσφαγεῖς γεραίρει, τὸν ἀθλοθέτην πάντων, Χριστὸν δοξάζουσα.
Χαίροις τῶν Νηπίων θεῖος χορός, ἄμωμοι θυσίαι, καὶ καρπώματα λογικά, οἱ τῷ Ζωοδότῃ, Χριστῷ προσ-ενεχθέντες, καὶ πᾶσιν ἐξαιτοῦντες, τὸ θεῖον ἔλεος.
Δέξαι ἐπουράνιε Βασιλεῦ, τῶν ἁγνῶν Νηπίων, τὰς δεήσεις ὑπὲρ ἡμῶν, καὶ παράσχου πᾶσι, τοὺς οἰκτιρμούς σου Σῶτερ, καὶ τῆς ἀλήκτου δόξης, ἡμᾶς ἀξίωσον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισγιον
ερεύς. Ὃτι σου ἐστιν…..

Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τῶν Ἁγίων Νηπίων τὸν θεῖον ὅμιλον, ὧν ὁ Ἡρώδης φονίᾳ χειρὶ ἀπέκτεινεν, ἀνυμνήσωμεν πιστοὶ ὡς θείους Μάρτυρας· ὅτι προσήχθησαν Χριστῷ, Νηπιάσαντι σαρκί, ὡς ἄμωμα ἱέρειᾳ, ἐκδυσωποῦντα ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.
Πρ δ το δι’ εχν·

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Σῶτερ ὁ τεχθεὶς ἐκ τῆς Ἁγνῆς, καὶ Ἀειπαρθένου Μαρίας, δι᾿ ἀγαθότητα, καὶ ἡμᾶς ῥυσάμενος, ἐκ τῆς ἀρχαίας ἄρας, τῶν Ἁγίων Νηπίων σου δέχου τὰς δεήσεις, ἂς σοι ἀναφέρουσιν, ὑπὲρ ἡμῶν συμπαθῶς· σὺ γὰρ ἐμεγάλυνας ταῦτα, καὶ τοῖς τούτων αἵμασι Λόγε, τὴν σὴν Ἐκκλησίαν ἐπορφύρωσας.
  Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου