Κυριακή 2 Οκτωβρίου 2016

Παράκλησις ὁσ. ΤΑΡΣΩΣ τῆς διά Χριστόν Σαλῆς



Παράκλησις ὁσ. ΤΑΡΣΩΣ τῆς διά Χριστόν Σαλῆς
Ποίημα  Ἀντωνίου  Μάρκου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα  τά  παρόντα  Τροπάρια.
Ἦχος δ’.  Τῆ  Θεοτόκῳ  ἐκτενῶς.
       Ταῖς  τῆς  Ὁσίας ἱκεσίαις, Παντάναξ,* ἐν  Κερατέᾳ  τῆς  ἀσκησάσης  ἐξήχως,*  ὁμοῦ  Ματθαίου  ἀρχιποίμενος  τοῦ  Ὁμολογητοῦ,* πέμψον  τά  ἐλέη  Σου ἐπί  λαόν  ἀσεβοῦντα*  καί  παραπικραίνοντα* Σέ  τόν  τῶν  ὅλων  Δεσπότην·* αὐτούς  προσάγωμεν  γάρ  ὡς  πρεσβευτάς,* ὡς  κεκτημένους  τήν  χάριν  Σου, Κύριε. 
Δόξα. Ἀπολυτίκιον.  Ἦχος  α’.  Τῆς  ἐρήμου  πολίτης.
       ν  ὑπαίθρῳ  ἀσκήσας,* ὥσπερ  στρουθίον  μονώτατον,* ἐν  τῷ  τῆς  σαλότητος, Μῆτερ,* τῷ  σταυρῶ  ἐκαθήλωσας*  Σόν  σῶμα  διά  βίου,  βιοτήν*  προκρίνασα  τήν  ἔξηχον,  Σεμνή·*  διό  τῶν  θείων  ἠξιώθης  δωρεῶν,* Ταρσώ  Ὁσία ἀξιάγαστε.*  Δόξα  οὗν  τῷ  Σέ  δοξάσαντι  Χριστῷ,*  δόξα  τῷ  Σέ  στεφανώσαντι,* δόξα  τῷ  ἐν  ἐσχάτοις  τοῖς  καιροῖς*  νέαν  Ἁγίαν  ἀναδείξαντι.

Καί  νῦν. Θεοτοκίον (Παναγίας τοῦ Καζάν).
 Ἦχος δ’.    ὑψωθείς  ἐν  τῶ  Σταυρῶ.
       Τ  Θεοτόκῳ  ὡς  μητρί  ἐκβοῶμεν,* οἱ  τυραννούμενοι  ἐχθροῦ  δυναστείᾳ,* τῇ θεϊκῇ  Σου  σκέπασον  ἀγάπῃ  ἡμᾶς.* Σπεῦσον, Κόρη, ῥύσασθαι*  τῶν  τοῦ  Βελίαρ  παγίδων*  καί  τῆς  καταθλίψεως*  καί  τῆς δαιμόνων  μανίας.* Σοῦ  γάρ  ὑπάρχει ἡ  Εἰκών  ἡ τοῦ  Καζάν,* τῆς  Κερατέας,* σκέπη  ἡμῶν  καί  ἀντίληψις.
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα  ψάλλομεν ἐξ  ὑπαμοιβῆς, πραείᾳ  τῇ  φωνῆ  καί  ἐν  εὐλαβείᾳ, τόν  παρόντα  Κανόνα (ἐκ  τοῦ  Ὄρθρου  τῆς  ἡμετέρας  πρός  τιμήν  τῆς  ὁσ. Ταρσώς Ἀκολουθίας), οὗ    ἀκροστιχίς, «ΤΑΡΣΩ ΥΜΝΗΣΘΩ  Η  ΤΗΣ  ΚΕΡΑΤΕΑΣ. ΑΝΤΩΝΙΟΥ».
Ὠδή α’. Ἦχος  πλ.  δ’. Ὁ  Εἱρμός. Ὑγράν  διοδεύσας.
       Τήν  νέαν  Ὁσίαν  τήν  τοῦ  Χριστοῦ,* Μονῆς  Κερατέας*  τόν  ἀτίμητον  θησαυρόν,* τήν  ἐν  ἐσχάτοις  χρόνοις*  σαλότητος  σταδίῳ*  ἀγωνισαμένην, πάντες  τιμήσωμεν.
       γίων  ἐδείχθης  ἐν  οὐρανῷ*  συνόμιλος, Μῆτερ,* δι’  ἀσκήσεως  ἐπί  γῆς*  καί κακοπαθείας*  ζωῆς τῆς  ἐν  ὑπαίθρῳ,* ἐν  θέρει  καί  χειμῶνι,* ψύχει  καί  καύματι.  
       οῇ  τῶν  δακρύων  Σου  συνεχῇ,* νηστείᾳ, ἀγρυπνίᾳ,* ψευδαδέλφων  τοῖς  πειρασμοῖς*  καί  τοῦ  διαβόλου  ταῖς  προσβολαῖς, Ὁσία,* ζωῆς  τῆς  αἰωνίου  ἀξία  γέγονας.
      Σωθῆναι ποθούντας  πάντας  ἡμᾶς,* τῶν τοῦ  ἀλλοτρίου*  ἐπιθέσεων  πονηρῶν,* ταῖς  Σαῖς  θεοδέκτοις*  πρεσβείαις  ἐκζητοῦμεν,* πρός  τόν ἐν  ἐλέει εὔσπλαχνον  Κύριον.
Θεοτοκίον.
      ράϊσμα πάνσεπτον καί τιμή* Μονῆς  Κερατέας*   ἐντυγχάνεις, Μῆτερ  ἡμῶν,* θεσπέσιε  λειμών  θείας  ἀγάπης,* τῇ  Θεομήτορι  τάς  χείρας  Σου  ἔκτεινον.
Ὠδή  γ’. Ὁ  Εἱρμός. Οὐρανίας  ἀψίδος.
      δωρ  βλῦσον  μοι, Μῆτερ,*  ἐξ’  οὐρανοῦ  τῇ  πρεσβείᾳ  Σου,* ὅπως  κατασβέση τήν  φλόγαν*  ἧν  κατακαίει  με,* τῆς  ἁμαρτίας  δεινῶς*  καί  τῆς  ἐπερχομένης*  πυρί  καταδίκης  μου,*  φρικτῆς  προγεύσεως.
       Μολυνθείς  ἁμαρτίαις*  καί  ῥυπαρός  εὑρισκόμενος,* ὡς  τό  κατ’ εἰκόνα  μολύνας*  πολυειδέστατα,* σπεύδω  αἰτήσασθαι*  τήν  πρός  Χριστόν  Σήν  πρεσβείαν,* ὅπως  καθαρθήσομαι  κἀγώ    πολύκλαυστος.
      μαρτηκότων, ὦ  Μῆτερ,*  τοῦ  Κυρίου  ἐνώπιον,*  αἰτούμεθα  ἐλέους  πρεσβείαις*  ταῖς  Σαῖς  δεόμενοι·*  μή  παύεις  Τούτον θερμῶς*  ὑπέρ  ἡμῶν  εὐμενίζειν,* ὅπως  λυτρωθείημεν*  δεινῆς  κολάσεως.
 Θεοτοκίον.
       Σῶσαι πάντας, Παρθένε,*  τούς  πρός  Σέ  καταφεύγοντας,* πρεσβείαν  δεχομένη  Ὁσίας,* ἧ  ἱκετεύει  Σε·*  μή  παύεις, Δέσποινα,* καθικετεύειν  Κυρίῳ,* βελῶν  τῶν  τοῦ  ἀλάστορος*  ἡμᾶς  λυτρώσασθαι.
      Διάσωσον* ταῖς  τῆς  Ὁσίας  πρεσβείαις, Παντελεήμων,* ὅτι  πάντες  κατόπιν  Σοῦ  αὐτῇ  καταφεύγομεν,* ὡς  ἐχούσης  τήν  πρός  Σέ  παρρησίαν.
       πίβλεψον*  ἐπικαμπτόμενος  Θεοτόκου*  καί  τῆς  Ὁσίας  ταῖς  λιταῖς  Οἰκτῆρμον,* ἐφ’ ἡμᾶς  τούς  ἀσθενεῖς*  καί  λύτρωσαι  τόν  λαόν  Σου.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β’. Τά  ἄνω  ζητῶν.
       Τῆς  Ὁσίας  τῇ  πρεσβείᾳ  νῦν  προσπίπτωμεν,* οἱ  ἐν  πόνοις  ψυχῆς  καί  θλίψεσι  ὑπάρχοντες*  καί  δι’ αὐτῆς  αἰτούμεθα  τό  τοῦ  Κυρίου ἄμετρον  ἔλεος*  καί  τήν  ταχεῖαν  Τούτου  συνδρομήν*  καί  τήν  βεβαίαν  Αὐτοῦ  ἀντίληψιν.
 Ὠδή δ’. Ὁ  Εἱρμός. Εἰσακήκοα  Κύριε.
      Θεραπείας ἀξίωσον,* τόν συντετριμμένον, Μῆτερ, ἱκέτην  Σου,*  καί  εὐχαῖς  Σου  ἐπανάφερων,*  εἰς  τοῦ  κάλλους  τοῦ  ἀρχαίου  τήν  τερπνότητα.
      ραιότητος  θείας,* οὐρανίου  τε μενούσης μακαριότητος,* νοσταλγός  τυγχάνω ὁ ἔκπτωτος·* διό  με  ταῖς  πρεσβείαις  Σου  ἐλέησον.
      μᾶς  πάντας, ὦ  Μῆτερ,* τούς  τῇ  σκέπῃ  Σου  σπεύδοντας,* οὐρανίου  χαρᾶς  κέρασον,* ὡς  τῶν  Ὁσίων  γενομένη  ὁμόχορος.
      Τῇ αἰτήσι  ἐπικλώμενῃ,* συμπαθῶς τῶν  πιστῶς  δεομένων  Σοι,* Ταρσώ  Μῆτερ ἀξιάγαστε,* δίδου  ἅπασι, χαράν  τήν  ἀναφαίρετον.
Θεοτοκίον.
       μᾶς  πάντας ἐλέησον,* γένος  τῶν  ἀνθρώπων, Μῆτερ Ἀπείρανδρε,* Παραδείσου δέ  οἰκίσεως,* τῇ πρεσβείᾳ  τῆς  Ὁσίας  καταξίωσον.
Ὠδή ε’. Ὁ Εἱρμός. Φώτισον  ἡμᾶς.
      Σῶτερ  μανικῶς*    Ταρσώ  Σέ  ἠγάπησεν,*  ὥσπερ  γνήσιος  ἐραστής  μανικός,*  διό  καί  ἐν  ἀσκήσῃ*  τήν βιοτήν αὐτῆς  ἠνάλωσεν.
      Κώμης καί  Μονῆς*  Κερατέας πέλεις, Ἔνδοξε,*  πολιοῦχος,  Ἄνδρου  γόνος    λαμπρός,*  καί  ἀρετῶν  θεοειδῶν  θεῖον  ἐκσφράγισμα.
      Εὐσεβῶς  πάντων  ἡμῶν*  γεραιρόντων  τήν  ἀοίδημον*  καί  σεπτήν  Σου  μνήμην, Μῆτερ  ἀγαθή,* μή  ἐπιλάθου Σαῖς  πρός  Κύριον  δεήσεσι.
Θεοτοκίον.
       ύου  τούς  πιστῶς*  Σέ  τιμῶντας, θεία  Δέσποινα,* ὅτι  πάντων  ἡμῶν  πέλεις  ὁδηγός*  καί  μεσίτρια  πρός  Κύριον  καί  πρόμαχος.
Ὠδή  στ’. Ὁ  Εἱρμός. Τήν  δέησιν.
      λέξανδρον*  ἐν  τῷ  τάφῳ  ὡς  εἶδεν,* ἐφιλοσόφησεν  ἐπί  τοῦ  τῆς  ζωῆς  προσκαίρου,*  θεῖος  Σισώης· διό    μακαρία,* τῶν  ἠδονῶν τῶν προσκαίρων  προέκρινε,* τῶν  Παραδείσου ἀγαθῶν,* ἅ  δι’ ἀσκήσεως  ὡς  ἔξηχος  ἔτυχεν.
      Ταχέως  νῦν,* τά  τῆς  ψυχῆς  μου άτρευσον  τραύματα,* ταῖς  Σαῖς  λιταῖς, Ὁσία,  πρός  τόν  Λόγον* καί  ἐκ  παθῶν  καί  μολυσμάτων  ἰλύος*  καί  βδελυρῶν  με ἀπάλλαξον  πράξεων*  καί   δυσωδίας  τῶν παθῶν*  καί  Παρακλήτου  εὐωδίαν  παράσχου  μοι.
      λπίζοντες*  Σοί  τά  νῦν προστρέχομεν,* ὡς  ἐν  πηγῇ  θεοπειθῶν  αἰτημάτων*  καί  Σύ  δεόμεθα, Μῆτερ, μή  παύης,* ὑπέρ  ἡμῶν  ἱκετεύειν  τόν  Κτίσαντα,* ἵνα  ἐπομβρίση  γλυκασμόν*  καί  ἀθανάτου  ζωῆς  θεῖα  νάματα.
Θεοτοκίον.
      Αἰνοῦμεν  Σε*  καί  εὐλογοῦμεν, Δέσποινα,* καί  αἰτούμεθα  λιτάς  Σου  τάς  ἁγίας,*  ἵνα  παθῶν  καί  κινδύνων  ῥυσθῶμεν*  καί  πρός  τήν  ἄνω  ζωήν  καταντήσωμεν,* ἔνθα  χαρά  ἀληθινή,* ἐν  τῷ  φωτί  τοῦ  Υἱοῦ  Σου  τό  ἀνέσπερον.
Διάσωσον* ταῖς  τῆς  Ὁσίας  πρεσβείαις, Παντελεήμων,* ὅτι  πάντες  κατόπιν  Σοῦ  αὐτῇ  καταφεύγομεν,* ὡς  ἐχούσης  τήν  πρός  Σέ  παρρησίαν.
πίβλεψον*  ἐπικαμπτόμενος  Θεοτόκου*  καί  τῆς  Ὁσίας  ταῖς  λιταῖς  Οἰκτῆρμον,* ἐφ’ ἡμᾶς  τούς  ἀσθενεῖς*  καί  λύτρωσαι  τόν  λαόν  Σου.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β’. Προστασία  τῶν  Χριστιανῶν.
       Μεσιτείᾳ  τῆς  Μητρός  Σου, Πολυέλεε,* ἱκεσίαις   τῆς  Ὁσίας καί  δεήσεσι,* τῷ  Σῷ  λαῷ  ἐπίβλεψον  καί  σῶσον  ἡμᾶς.* Ἡμάρτομέν  Σοι, Ἀγαθέ,* καί  παροργίζομεν  ἀεί* τήν  Σήν  ἀγαθότητα.* Δέχου  τήν  μεσιτείαν*  τῆς  ἀχράντου  Μητρός  Σου,* ἐπικαμπτόμενος, Σωτήρ,* Αὐτῆς  ταῖς  δεήσεσι.
Καί  εὐθύς  τό Προκείμενον.
       Δίκαιος  ὡς  φοῖνιξ  ἀνθήσει  καί  ὡσεί  κέδρος    ἐν  τῶ  Λιβάνῳ πληθυνθήσεται.
       Στίχος: Πεφυτευμένοι  ἐν  τῶ  οἴκῳ  Κυρίου, ἐν  αὐλαῖς  τοῦ  Θεοῦ  ἡμῶν  ἐξανθήσουσιν.
       Δίκαιος  ὡς  φοῖνιξ  ἀνθήσει  καί  ὡσεί  κέδρος    ἐν  τῶ  Λιβάνῳ πληθυνθήσεται.
Ευαγγέλιον
  Ἱερεύς:
       κ  τοῦ  κατά  Ἰωάννην……
  χορός: Δόξα  Σοι, Κύριε, δόξα  Σοι.
       Εἶπεν    Κύριος  τοῖς  ἑαυτοῦ  μαθηταῖς. Ταῦτα  ἐντέλλομαι  ὑμῖν, ἵνα  ἀγαπᾶτε  ἀλλήλους. Εἰ    κόσμος  ὑμᾶς  μισεῖ, γινώσκετε  ὅτι ἐμέ πρῶτον  ὑμῶν  μεμίσηκεν. Εἰ  ἐκ  τοῦ  κόσμου  ἦτε, ὁ  κόσμος  ἄν  τό  ἴδιον  ἐφίλει. Ὅτι  δέ  ἐκ  τοῦ  κόσμου  οὐκ  ἐστέ, ἀλλ’ ἐγώ  ἐξελεξάμην  ὑμᾶς  ἐκ  τοῦ  κόσμου, διά  τοῦτο  μισεῖ  ὑμᾶς    κόσμος. Μνημονεύεται  τοῦ  λόγου, οὗ  ἐγώ  εἶπον  ὑμῖν. Οὐκ  ἔστι  δοῦλος  μείζων  τοῦ  κυρίου  αὐτοῦ. Εἰ  ἐμέ  ἐδίωξαν,  καί  ὑμᾶς  διώξωσιν. Εἰ  τόν  λόγον  μου  ἐτήρησαν, καί  τόν  ὑμέτερον  τηρήσουσιν. Ἀλλά  ταῦτα  πάντα  ποιήσουσιν  ὑμῖν  διά  τό  ὄνομά  μου, ὅτι  οὐκ  οἴδασι  τόν  πέμψαντά  με. Εἰ  μή  ἦλθον  καί  ἐλάλησα  αὐτοῖς, ἁμαρτίαν  οὐκ  εἶχον. Νῦν  δέ  πρόφασιν  οὐκ  ἔχουσι  περί  τῆς  ἁμαρτίας  αὐτῶν. Ὁ  ἐμέ  μισῶν  καί  τόν  Πατέρα  μου  μισεῖ. Εἰ  τά  ἔργα  μή  ἐποίησα  αὐτοῖς, ἅ  οὐδείς  ἄλλος  πεποίηκεν, ἁμαρτίαν  οὐκ  εἶχον. Νῦν  δέ  καί  ἑωράκασι  καί  μεμισήκασι  καί  ἐμέ  καί  τόν  Πατέρα  μου. Ἀλλ’ ἵνα  πληρωθῆ    λόγος    γεγραμμένος  ἐν  τῷ  νόμῳ  αὐτῶν, ὅτι  ἐμίσησάν  με  δωρεάν. Ὅταν  δέ  ἔλθη    Παράκλητος, ὅν  ἐγώ  πέμψω  ὑμῖν  παρά  τοῦ  Πατρός, τό  Πνεῦμα  τῆς  ἀληθείας, ὅ  παρά  τοῦ  Πατρός  ἐκπορεύεται, ἐκεῖνος  μαρτυρήσει  περί  ἐμοῦ.  Καί  ὑμεῖς  δέ  μαρτυρεῖτε, ὅτι  ἀπ’ ἀρχῆς  μετ’ ἐμοῦ  ἐστε. Ταῦτα  λελάληκα  ὑμῖν, ἵνα  μή  σκανδαλισθῆτε. Ἀποσυναγώγους  ποιήσουσιν  ὑμᾶς, ἀλλ’ ἔρχεται ὥρα  ἵνα  πᾶς    ἀποκτείνας  ὑμᾶς, δόξῃ  λατρείαν  προσφέρειν  τῷ  Θεῷ. (ιε’ 17 – 27  καί  ιστ’ 1 - 2).
  χορός: Δόξα  Σοι, Κύριε, Δόξα  Σοι.

Εἶτα  ψάλλομεν. Ἦχος β’.

Δόξα.Ταῖς  τῆς  Σῆς  Ὁσίας…….
Καί  νῦν.Ταῖς  τῆς  Θεοτόκου……
       Στίχ. λεῆμον, ἐλέησόν  με    Θεός…..
Ἦχος  πλ. β’. Ὅλην  ἀποθέμενοι.
       Δεῦτε  τήν  κλεινήν  Ταρσώ,* τῆς  Κερατεάς,  ἐν  ὕμνοις*  καί  ὡδαῖς τιμήσωμεν,* οἱ αὐτῇ προσπίπτοντες*  μετά  πίστεως.*  Τῷ  Θεῷ  αὗτῃ  γάρ,* ὑπέρ  λαοῦ  ἅπαντος,* μετά  ζέσεως  προσδέεται,* ἐπιδαψιλεύουσα* ἡμῖν  τοῦ Κυρίου τό   ἔλεος*  καί  Τούτου  τήν  σωτήριον*  ἐπί  τοῖς  δεομένοις  βοήθειαν.*  Χαῖρε αὐτῇ βοῶντες,* δοχεῖον  τοῦ  Κυρίου  ἐκλεκτόν*  καί  τῆς  Αὐτοῦ   παρατάξεως*  μέλος  τιμιώτατον.
 Ὑπό  τοῦ  Ἱερέως    λιτανευτική  ἱκεσία:
       Σῶσον    Θεός  τόν  λαόν  Σου……. 
       λέει  καί  οἰκτιρμοῖς……. 
  χορός: μήν.

Καί  ἀποπληροῦμεν  τάς  λοιπάς ὠδάς  τοῦ  Κανόνος.
 Ὠδή ζ’. Ὁ  Εἱρμός. Οἱ  ἐκ  τῆς  Ἰουδαίας.
      Σῶζε  τούς  ἐν πίστει*  προσπίπτοντας, ὦ  Μῆτερ,* τῇ  Σῇ  πρεσβείᾳ  καί  χάριτι, Πάνσεμνε·* Χριστῶ    συμ-βασιλεύεις* γάρ ἐν Παραδείσῳ,* διό  ἀνακράζωμεν·*  ὁ τῶν  Πατέρων  ἡμῶν,*  Θεός  εὐλογητός  εἶ.
      Μνήσθητι  τῆς φωνῆς  μου,* ἧν  δέχου  ὡς  θυσίαν* καί  ὡς  εὐῶδες, τερπνόν τε θυμίαμα·*  παθῶν  δέ  ἀκαθάρτων*  μάκρυνον  δυσωδίαν,*  ἀπό  τοῦ  δούλου  Σου  ψάλλοντος·* ὁ  τῶν  Πατέρων  ἡμῶν,*  Θεός  εὐλογητός  εἶ.
      Κύριος τῶν πάντων,* ἐδέχθη  μαρτυρίου*  τήν  πρόθεσιν  Ταρσῶς  τῆς  ψυχῆς,*  τῆς  ἐν  ἐσχάτοις  χρόνοις* σημεῖοις  κηρυχθεῖσαν,* διό  ἐκβοῶμεν  Αὐτῇ·* ὁ  τῶν  Πατέρων  ἡμῶν  Θεός,*  εὐλογητός  εἶ. 
Θεοτοκίον.
      Ναέ  τοῦ  Ζωοδότου,* ὕμνον  Σοί  Θεοτόκε,* προσφέρομεν  ἐντόνως  κραυγάζοντες·* πύλην  τῆς  μετανοίας*  ὑπάνοιξον, Παρθένε,* τοῖς  βοῶσι  τῷ  τόκῳ  Σου·* ὁ  τῶν  Πατέρων  ἡμῶν,*  Θεός  εὐλογητός  εἶ. 
Ὠδή η’. Ὁ  Εἱρμός. Τόν  Βασιλέα  τῶν  οὐρανῶν.
       μεῖς, ὦ Μῆτερ,* κηρύττομεν Σούς ἀγῶνας,* σεπτή  Ταρσώ·* ὑπέμεινας γάρ  θλίψεις*  ἐν  τῇ  ὑπαίθρῳ,* διά  Χριστόν  τόν  Κτίστην.
      Σωφροσύνην,* ὦ  Μῆτερ, τοῖς  Σέ  τιμῶσι,* χορήγει  Σαῖς  πρεσβείαις  πρός  τόν  Λόγον,* Ὅν  ὑπερυψοῦμεν,*  εἰς  πάντας  τούς  αἰῶνας.
      Αὔγασον, Μῆτερ,*  θείαις  αὐγαῖς  τήν  ψυχήν  μου,* ἐσκοτισμένη  γάρ  ὑπάρχει ἁμαρτίᾳ,* Σή  ἱκεσίᾳ  πρός  Κύριον  τῆς  δόξης.
       Νικῆσαι  θέλων*  Βελίαρ  τάς  παγίδας,* ἅς  καθ’ ἡμέραν  πρό  ποδῶν  μου  ἐφαπλώνει,* ἐπικαλοῦμαι  θερμήν τήν  Σήν  πρεσβείαν.
Θεοτοκίον.
       Τιμιωτέρα*  τῶν  Χερουβείμ  ὑπάρχεις*  καί  ἐνδοξωτέρα  τῶν  Σεραφείμ, Μαρία,* ὡς  τοῦ  Κυρίου  Θεοῦ  ἡμῶν  Μητέρα.
Ὠδή θ’. Ὁ  Εἱρμός. Κυρίως  Θεοτόκον.
      ράϊσμα  καί  κλέος* καί  ἄνθος  ἐρημίας,* δι’ ἐγκρατείας  ἐφάνης καί ἀσκήσεως,* Ταρσώ Μῆτερ  ἀγαθή,* καί  ἀσκουμένων  ὑπόδειγμα  καί  τύπος.
      Ναός  τοῦ  Παρακλήτου,* δι’ ἀσκήσεως  ἐγένου* καί  ἀρετῶν καταγώγιον,* Μῆτερ σεπτή,* ὡς  τοῦ Ἀνδρέου  μιμητής*  καί  Συμεών  τοῦ  θείου  συνέκδημος.
      σχύει  Παρακλήτου* Ταρσώ  ἐγεγόνεις,* πειρα-ζομένων  ἀλείπτης  καί  μέγας  φωστήρ,* τῶν  ἐν  σαλότητι  Ἁγίων·* διό  τιμῶμεν  Σε.
      μότροπος Ὁσίων* πέλεις,  Ὁσία  Μῆτερ,*  καί  ἀσκητῶν  συνοδίτης,* Χριστοῦ  μιμητής* καί  μοναζόντων  κοσμήτωρ  καί  ἐγκαλλώπισμα.
Θεοτοκίον.
      μνοῦμεν, Θεοτόκε,*  τό  κάλλος  τῆς  Σῆς  δόξης*  καί  τόν ἐκ  Σοῦ  γεννηθέντα  δοξάζομεν*  καί  σύν  Ἁγίων  χορείαις  Σέ  μεγαλύνομεν.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
      Χαίροις  τῶν  Ὁσίων    καλλονή,* Ταρσώ  θεοφόρε,*  καί  σαλότητος  στολισμός·* χαίροις  Ὀρθοδόξου  πληρώματος  προστάτης,* Ἑλλάδος  δέ  ἁπάσης*  εὐχαῖς  Σου  πρόμαχος.
       Χαῖροις    τῆς Ἄνδρου  γόνος  λαμπρός,* Μονῆς  Κερατεάς* πολιοῦχος  καί  βοηθός*  πάντων  Ὀρθοδόξων  τῶν  ἐπικαλουμένων*  τήν  Σήν  θερμήν  πρεσβείαν*  καί  τήν  ἀντίληψιν.
       Ταρσώ  γλυκυτάτη Μήτηρ  ἡμῶν,* τούς  Σοί  προσφυγόντας*  σπεῦσον  τοῦ  σῶσαι  τῶν  πονηροῦ*  προσβολῶν  ματαίων*  καί  τείχισον  εὐχαῖς  Σου,* πάντας  τούς  Ὀρθοδόξους,* τούς  ἀνυμνοῦντας  Σε.
       Τούς  ἀθροιζομένους  ἐν τῇ  Μονῇ,* ἀοράτων  πάντας,* ὁρατῶν  τε ἐπιβουλῆς,* ἡμᾶς  τυραννούντων,*  δεόμεθα  ῥυσθῆναι,* ὑπό  τῆς  χάριτός  Σου,* Ταρσώ  ἀοίδημε.
       Τά  πεπυρωμένα  βέλη  ἐχθροῦ,* ἔνεδρα  παγίδας*  διασκέδασον  ἐξ  ἡμῶν,* τῇ  δυνάμει, Μῆτερ,* τῇ  ἐκ  Θεοῦ  δοθείσῃ,* ὅπως  αὐτῶν  ῥυσθέντες*  Σέ  μεγαλύνωμεν.
       Βοῶμεν  εὐγνωμόνως,  χαῖρε  Σεμνή,* ὅτι  εὐαρεστῆσαι*  τοῖς  Λειψάνοις  Σου  τοῖς  σεπτοῖς,* τοῖς  ἀποκειμένοις*  Ξένης  Παρεκκλησίῳ,* δοξάζοντες  Κυρίου*  τό  ἄμετρον  ἔλεος.
       Πᾶσαι  τῶν  Ἀγγέλων  αἱ  στρατιαί,* Πρόδρομε  Κυρίου,* Ἀποστόλων    δωδεκάς,* οἱ  Ἅγιοι  Πάντες  μετά  τῆς  Θεοτόκου,* ποιήσατε  πρεσβείαν*  εἰς  τό  σωθῆναι  ἡμᾶς.
Τρισγιον
ερεύς. Ὃτι σου ἐστιν…..

Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.
Πρ δ το δι’ εχν·
Ἀπολυτίκιον. Ἦχος  α’.  Τῆς  ἐρήμου  πολίτης.
       ν  ὑπαίθρῳ  ἀσκήσας,* ὥσπερ  στρουθίον  μονώτατον,* ἐν  τῷ  τῆς  σαλότητος, Μῆτερ,* τῷ  σταυρῷ  ἐκαθήλωσας* Σόν  σῶμα  διά  βίου,  βιοτήν*  προκρίνασα  τήν  ἔξηχον,  Σεμνή.*  Διό  τῶν  θείων  ἠξιώθης  δωρεῶν,* Ταρσώ  Ὁσία ἀξιάγαστε.*  Δόξα  οὗν  τῷ  Σέ  δοξάσαντι  Χριστῶ,*  δόξα  τῷ  Σέ  στεφανώσαντι,* δόξα  τῷ  ἐν  ἐσχάτοις  τοῖς  καιροῖς*  νέαν  Ἁγίαν  ἀναδείξαντι.

Ἦχος β’. Ὅτε  ἐκ  τοῦ  ξύλου.
       Δεῦτε προσκυνήσωμεν πιστοί,* ἱεράν  εἰκόνα  καί  θήκην*  θείων  Λειψάνων  τε,* Ταρσώς τήν  τόν  ἔξηχον  βίον  προκρίνασαν,*  σύν  Ματθαίῳ καί  εἴπωμεν*  αὐτοῖς  μελωδοῦντες,* χαίρετε  τρισόλβια  δοχεῖα  Πνεύματος,*  Ἅγιοι  νεοφανεῖς  Ἐκκλησίας* καί  ἡμῶν  προστάται  ἐν  ἀνάγκαις,* πάντων τε  Ὀρθοδόξων  οἱ  ἀμύντορες.
       Τήν  πᾶσαν  ἐλπίδα  μου,* εἰς  Σέ  ἀνατίθημι,* Μῆτερ  τοῦ  Θεοῦ,* φύλαξόν  με  ὑπό  τήν  σκέπην  Σου.

  Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου