Παράκλησις Νεομ.
ΑΚΥΛΙΝΑΣ τῆς Ζαγκλιβερινῆς.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ
ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ
ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι
θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ
Σταυρῷ.
Ὡς ἀθληφόρος εὐκλεὴς τοῦ Σωτῆρος, Παρθενομάρτυς Ἀκυλίνα
θεόφρον, τοὺς προσιόντας πίστει τῇ πρεσβείᾳ σου, σκέπε καὶ διάσωζε, ἀπὸ πάσης
ἀνάγκης, ἴασιν καὶ λύτρωσιν, αἰτουμένη θεόθεν, καὶ τῶν πταισμάτων λύσιν
παρασχεῖν, τοῖς τὴν ἁγίαν σου, μέλπουσιν ἄθλησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν
οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων
κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ,
Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανὼν τῆς Ἁγίας,
οὗ ἡ ἀκροστιχίς: Δίδου ἡμῖν βοήθειαν Μάρτυς. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμει ἀθλήσασα θεϊκῇ, σεμνὴ Ακυλίνα, τῆς ψυχῆς μου τὸ
ἀσθενές, δυνάμωσον θείαις σου πρεσβείαις, ἵνα ῥυσθῶ τῆς ἀπάτης τοῦ ὄφεως.
Ἱλέωσαι Μάρτυς ταῖς σαῖς λιταῖς, Χριστὸν τὸν
Σωτῆρα,τοῖς προστρέχουσιν εὐλαβῶς, τῇ σῇ Ἀκυλίνα προστασίᾳ, καὶ χαλεπῶν
πειρασμῶν ἡμᾶς λύτρωσαι.
Διάρασα Μάρτυς ὑπερ ἡμῶν, τὰς θείας σου
χείρας,καθικέτευε ἐκτενῶς, σεμνὴ Ἀκυλίνα τὸν Σωτῆρα, ὡς ἂν δεινῶν λυτρωθείημεν
θλίψεων.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, παντευλόγητε
Μαριάμ, φωτὶ τῆς θερμῆς ἐπισκοπῆς Σου, τὴν τῶν παθῶν ἡμῶν νύκτα διάλυσον.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ὑποστᾶσα ἀνδρείως, τοὺς ῥαβδισμοὺς πάνσεμνε, πᾶσαν
ἀποῤῥάπισον βλάβην, καὶ πᾶσαν ἔφοδον, τοῦ πολεμήτορος, τὴν καθ’ ἡμῶν
κινουμένην, Ἀκυλίνα ἔνδοξε, ταῖς ἱκεσίαις σου.
Ἡ θερμή σου πρεσβεία, πρὸς τὸν Χριστὸν γένοιτο,τεῖχος
ἀσφαλείας παρθένε, καὶ ἱλαστήριον, καὶ σκέπη ἄμαχος, τῇ σὲ τιμώσῃ πατρίδι,
Ἀκυλίνα πάνσεμνε, νύμφη τοῦ Κτίσαντος.
Μαρτυρίου τοὺς ἄθλους, περιφανῶς ἤνυσας, ὅθεν πρὸς ὁδὸν
μαρτυρίων, τοὺς σὲ δοξάσαντος, ἡμᾶς ὁδήγησον, ἵνα ζωὴν εἰρηναίαν, Ἀκυλίνα
ζήσωμεν, φόβῳ τῷ κρείττονι.
Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα, καὶ Ποιητὴν τέτοκας, Ὃν ἡ εὐκλεὴς
Ἀκυλίνα, ὁμολογήσασα, Παρθένε Δέσποινα, θεοπρεπῶς ἐδοξάσθη, αἶνον θεῖον ᾄδουσα,τοῖς
μεγαλείοις Σου.
Διάσωσον, Παρθενομάρτυς πανεύφημε Ἀκυλίνα, τῶν ἐν βίῳ
ἐπιφορῶν καὶ κακώσεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ
τῶν
δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται
τά ὀνόματα τῶν
ὑπέρ ὧν ἡ Ἱερά
Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ, προστρέχοντες ῥυσθείημεν, ἐκ πάσης
ἀργῆς, καὶ βλάβης τοῦ ἀλάστορος, καὶ νόσων τε καὶ θλίψεων, Ἀκυλίνα Μαρτύρων
ὡράϊσμα, σὲ γὰρ μεσῖτιν θερμὴν πρὸς Χριστόν, ἀεὶ οἱ τιμῶντές σε κεκτήμεθα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων καὶ θλίψεων, καὶ πολυειδῶν σκανδάλων τοῦ
ὄφεως, ἀνωτέρους διαφύλαττε, τοὺς σὲ Ἀκυλίνα μακαρίζοντας.
Βοηθὸς ἔσο πάντοτε, Μάρτυς ἐν κινδύνοις καὶ
περιστάσεσιν, Ἀκυλίνα τῇ πατρίδι σου, τῇ ἐγκαυχωμένῃ τῇ ἀθλήσει σου.
Ὁδυνώμενοι πάθεσι, τῇ σῇ Ἀκυλίνα σκέπῃ προστρέχομεν,ἵνα
λάβωμεν τὴν ἴασιν, καὶ τῶν ὀδυνῶν τὴν ἀπολύτρωσιν.
Θεοτοκίον.
Ἡλιόμορφε Δέσποινα, τῶν ἐσκοτισμένον με πλημμελήμασι,
καὶ ἐννοίαις τοῦ ἀλάστορος, τῷ φωτὶ τῆς δόξης Σου καταύγασον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τὴν ἰσχήν, τοῦ δολίου πολεμήτορος, τοῦ δεινῶς
ὡρυομένου καθ’ ἡμῶν, Ἀκυλίνα Νεομάρτυς καλλιπάρθενε.
Ἔχουσα πολλήν, παῤῥησίαν τῷ Νυμφίῳ σου, καθικέτευε ἀεὶ
ὑπὲρ ἡμῶν, Ἀκυλίνα τῶν ζητούντων τὴν πρεσβείαν σου.
Ἴδε συμπαθῶς, Ἀκυλίνα τὴν πατρίδα σου, τὴν τιμῶσάν σου
τοὺς ἄθλως εὐλαβῶς, καὶ παράσχου ταύτῃ ἄνωθεν τὴν χάριν σου.
Θεοτοκίον.
Ἄχραντε ἁγνή, τὴν χρανθεῖσάν μου διάνοιαν, πονηραῖς τοῦ
δυσμενοῦς ἐπιβουλαῖς, ἀποκάθαρον τοῖς ῥείθροις τοῦ ἐλέους Σου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νεκρώσασα, τῇ στεῤῥᾷ σου ἐνστάσει, τὸν πολύμορφον
ἐχθρὸν Ἀκυλίνα, τὴν καθ’ ἡμῶν ὀλεθρίαν μανίαν, τούτου εἰς τέλος σεμνὴ
ἀπενέκρωσον, καὶ καθοδήγησον ἡμᾶς, πρὸς λιμένας τοῦ θείου θελήματος.
Μεγίστην, τὸ Ζαγκλιβέριον Μάρτυς, ἐκδεχόμενον ἀεὶ
προστασίαν, ἐκ τῆς θερμῆς σου προστασίας προστρέχει, ὑπὸ τὴν σκέπην σου κράζων
ἑκάστοτε· σύ μου εἶ δόξα καὶ χαρά, Ἀκυλίνα καὶ θεία ἀντίληψις.
Ἁπάσης, ἐπιφορᾶς καὶ ἀνάγκης, καὶ στενώσεων καὶ πόνων
καὶ νόσων, τῇ σῇ θερμῇ πρὸς Χριστὸν ἱκεσίᾳ, ῥύου ἡμᾶς Ἀκυλίνα δεόμεθα,καὶ δίδου
πάντοτε ἡμῖν, εἰρηναίαν ἐν πᾶσι κατάστασιν.
Θεοτοκίον.
Ῥοαῖς Σου, τῶν οἰκτιρμῶν Θεοτόκε, καταδρόσισον δεινῶς
ξηρανθεῖσαν, τὴν ταπεινήν μου ψυχὴν ἐπηρείᾳ, τοῦ τὴν ἀπάτην τῷ κόσμῳ
τεκτήναντος, καὶ δίδου μου καθαρτικόν, μετανοίας ἀείρυτον δάκρυον.
Διάσωσον, Παρθενομάρτυς πανεύφημε Ἀκυλίνα, τῶν ἐν βίῳ
ἐπιφορῶν καὶ κακώσεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων
τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ
τῶν
δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται
τά ὀνόματα τῶν
ὑπέρ ὧν ἡ Ἱερά
Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Μαρτυρικῶς ἀριστεύσα πάνσεμνε, τῆς τῶν Μαρτύρων
εὐκλείας ἠξίωσαι, μεθ’ ὧν Ἀκυλίνα ἱκέτευε, τὸν σὸν Νυμφίον Χριστὸν
καλλιπάρθενε, διδόναι ἡμῖν θεῖον ἔλεος.
Προκείμενον:
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς
δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε
τὰ διαβήματά μου.
Εὐαγγέλιον κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ Βασιλεία
τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς
ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί·
αἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον, μεθ’ ἑαυτῶν ἔλαιον. Αἱ
δὲ φρόνιμοι, ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων αὐτῶν.
Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πάσαι, καὶ ἐκάθευδον. Μέσης δὲ τῆς
νυκτός, κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.
Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ
δὲ μωραί, ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες
ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσα· Μήποτε οὐκ ἀρκέση ἡμῖν
καὶ ὑμῖν, πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.
Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἰ ἕτοιμοι, εἰσῆλθον
μετ’αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ
λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν·
Ἀμὴν λέγων υμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ
τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἄνθος εὐωδέστατον, νεοθαλὲς καὶ ὡραῖον, ἐν ὑστέροις
ἔτεσιν, ὤφθης ἐναθλήσασα θείῳ ἔρωτι, ὅθεν νῦν σκέδασον, θείᾳ εὐωδίᾳ, καὶ ὀσμῇ
Ἁγίου Πνεύματος, πάθη ἀκάθαρτα, καὶ δυσώδεις νόσους δεόμεθα, ὑγείαν τε καὶ
ἴασιν, ταῖς ψυχαῖς ὁμοῦ καὶ τοῖς σώμασιν, ἡμῶν χορηγοῦσα, καὶ βίον εὐπραγῆ καὶ
εὐσταθῆ, Παρθενομάρτυς θεόληπτε, ταῖς σαῖς ἀντιλήψεσι.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὸν Νυμφίον σου Μάρτυς, δυσωποῦσα μὴ παύσῃ διδόναι
ἅπασι, δεινῶν παντοίων λύσιν, χαρὰν καὶ εὐφροσύνην, καὶ πταισμάτων
συγχώρησιν,τοῖς προσιοῦσι θερμῶς, τῇ θείᾳ σου πρεσβείᾳ.
Ὑπὲρ ἔννοιαν πέλει, ἡ δοθείσα σοι χάρις, θεόθεν
πάνσεμνε, προφθάνεις γὰρ ταχέως, καὶ χείρα βοηθείας, ἐπορέγεις τοῖς κράζουσι·
ῥῦσαι ἡμᾶς πειρασμῶν, θεόφρον Ἀκυλίνα.
Σωτηρίας σε τεῖχος, Ζαγκλιβέριον κέκτηται
καλλιπάρθενε,ἐντεῦθεν ὁλοψύχως, τὴν σὴν ἐπιβοᾶται, προστασίαν θεόληπτε, ἣν
δίδου τούτῳ ἀεί,ὡς Μάρτυς στεφηφόρος.
Θεοτοκίον.
Γεωργεῖν με Παρθένε, ἐν τῷ φόβῳ Κυρίου, ζωὴν τὴν
κρείττονα, ἐν ἤθεσιν ἀμέμπτοις, τῇ σῇ ἐπικουρίᾳ, ἐνδυνάμωσον δέομαι, ἵνα ῥυσθῶ
τῶν δεινῶν, παγίδων τοῦ βελίαρ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔλαμψε Μάρτυς, φῶς τῷ ἁγίῳ σου τάφῳ, οὗ τῇ χάριτι
διάλυσον τὴν νύκτα, τῶν ἐπικειμένων, ἡμῖν πειρατηρίων.
Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, ταῖς πρεσβείαις
σου θεόφρον Ἀκυλίνα, καὶ εἰρήνην θείαν, ἡμῖν τοῖς σὲ τιμῶσι.
Ἁρωματίζον, τὸ σὸν σεπτὸν ὤφθη σῶμα, ὅθεν χάριτι τῆς ἐν
σοὶ εὐωδίας, εὔφρανον Ἁγία, ἡμῶν τὰς διανοίας.
Θεοτοκίον.
Σύντριψον Κόρη, τῇ κραταιᾷ Σου πρεσβείᾳ, τοῦ ἀλάστορος
τὴν καθ’ ἡμῶν μανίαν, μόνη Θεοτόκε, ἡμῶν ἡ προστασία.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον Ἁγία, τῇ σῇ μεσιτείᾳ, τοὺς τρυχωμένους
πικροῖς ἀῤῥωστήμασι, καὶ εὐφροσύνην παράσχου ἡμῖν τὴν κρείττονα.
Μαρτύρων ταῖς χορείαις, νῦν συνηδομένη, σὺν τούτοις
πρέσβευε, ῥύεσθαι πάντοτε, ἐκ χαλεπῶν Ἀκυλίνα ἡμᾶς συμπτώσεων.
Ὁλόφωτον παστάδα, ἤδη κατοικοῦσα, τῷ φωτισμῷ τῆς σῆς
χάριτος φώτισον, ὦ Ἀκυλίνα ψυχῆς μου τὰς κόρας δέομαι.
Θεοτοκίον.
Ὑπέρφωτε λυχνία, τῆς ἀΰλου δόξης, εὐλογημένη Παρθένε
πανάχραντε, τὴν σκοτισθεῖσαν ψυχήν μου λάμπρυνον δέομαι.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις Ἀκυλίνα νύμφη Χριστοῦ, ἡ χρόνοις
ὑστέροις,ἐναθλήσασα ἀνδρικῶς, καὶ στεφάνῳ δόξης, ἀξίως κοσμηθεῖσα, ὡς Μάρτυς
καὶ παρθένος ἀξιοθαύμαστος.
Λόγοις τῆς μητρός σου ὡς πίων γῆ, σεμνὴ
ἀρδευθεῖσα,ἐγεώργησας μυστικῶς, ἄθλοις μαρτυρίου, καρποὺς ἀθανασίας, θεόφρον
Ἀκυλίνα,στεῤῥῶς ἀθλήσασα.
Ἤσχυνας πατρός σου τὸ ἀσεβές, καὶ τῶν παρανόμων,
κατεπάτησαν τὴν ἰσχύν, τῇ σῇ ἀνενδότῳ,ἐνστάσει Ἀκυλίνα, καὶ ἤθλησας νομίμως ἐνθέῳ
ἔρωτι.
Ἤνεγκας μαστίγων πεῖραν πολλῶν, καὶ ἀνδρισαμένη,ἠγωνίσω
ἀθλητικῶς, ὅθεν σου τὸ σωμα, ἔπνευσεν Ἀκυλίνα, τὴν εὐωδίαν πᾶσι τὴν
ὑπερκόσμιον.
Φῶς ἐν τῷ σῷ τάφῳ ἀπ’ οὐρανοῦ, κατελθὼν Ἁγία, πᾶσιν
ἔδειξεν ἐμφανῶς, τὴν σὴν Ἀκυλίνα, λαμπρότητα καὶ δόξαν, δι’ ἧς παθῶν
διώκεις,δεινὴν σκοτόμαιναν.
Σκέπε τῆς πατρίδος σου ὦ σεμνή, Μάρτυς Ἀκυλίνα,πάσης
βλάβης τε καὶ ὀργῆς, καὶ τοῖς προσιοῦσι, τῇ θείᾳ σου πρεσβείᾳ, αἴτει πταισμάτων
λύσιν, καὶ θεῖον ἔλεος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε
Κυρίου,Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε
πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Καί τῶν Χριστιανῶν
ἀσπαζομένων τήν Εἰκόνα καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα
Τροπάρια:
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς τιμῶντας εὐλαβῶς, τὴν σὴν Ἀκυλίνα θεόφρον,
ἁγίαν ἄθλησιν, καὶ τὴν χάριν βρύουσαν, εἰκόνα πάνσεμνε, προσκυνοῦντας ἐκ
πίστεως, ἀβλαβεῖς συντήρει, πάσης περιστάσεως, καὶ πάσης θλίψεως, λύσιν
αἰτουμένην πταισμάτων, καὶ ἀπαλλαγὴν παντὸς πόνου, τοὺς εἰλικρινῶς σὲ
μακαρίζουσι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δι’ εὐχῶν
Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου