Παράκλησις ὁσ.
ΝΙΚΗΤΑ, ΝΙΚΗΦΟΡΟΥ καί ΑΘΑΝΑΣΙΟΥ, Ἡγ. Μ. Μηδικίου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ἡ τριφεγγὴς τῶν Ἀσκητῶν δαδουχία, ἐκ τῆς πηγῆς τῆς ὑπερφώτου
Τριάδος, ἐκπυρωθεῖσα ἔλαμψε τοῖς πέρασι φαιδρῶς, σκότος ἐκδιώκουσα, τῶν ἀθέων
γλωσσάλγων καὶ ἀκάνθας φλέγουσα τῶν εἰκονομαχούντων, τῶν δὲ πιστῶν φωτίζουσα
ψυχάς, Ὀρθοδοξίας ἀκτίνας ἐκλάμπουσα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν
οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων
κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ,
Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανὼν τῶν Ὁσίων.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Νικήσας τὰ πάθη τὰ τῆς σαρκός, στεφάνῳ τῆς νίκης ἐκοσμήθης παρὰ Θεοῦ, διό
σε Νικήτα ἱκετεύω, τὴν τῶν παθῶν μου ἀχλὺν διασκέδασον.
Δεινότατον κλύδωνα ἐπ’ ἐμέ, ἐξήγειρεν ὄντως τῶν πταισμάτων μου ἡ πληθύς,
ποντίσαι ζητοῦσα ἀπογνώσει, σύ μοι ταχὺς βοηθὸς ἐπιφάνηθι.
Τὸν βίον ἡσύχως διαπερῶν, πραότητος γνώμη χάριν εἴληφας ἐκ Θεοῦ, πραΰνειν
καρδίας ὀχλουμένας, διὸ ψυχῆς μου τὸν τάραχον κοίμισον.
Θεοτοκίον.
Παρθένε ἡ τέξασα ἐπὶ γῆς, εἰρήνην τῷ κόσμῳ θλιβομένην μου
τὴν ψυχήν, δειναῖς ἐπηρείαις τῶν δαιμόνων καὶ κακοτρόπων ἀνθρώπων εἰρήνευσον.
ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ἀθανάσιε μάκαρ ὁ ἀστατῶν πάντοτε, φεύγων τὰς συγχύσεις
τοῦ βίου καὶ συλλεγόμενος, οἷάπερ μέλισσα τῶν ἐναρέτων τὰς πράξεις, σύ μου τὸ
εὐόλισθον στῆσον πρεσβείαις σου.
Προσπαθείαις τοῦ βίου προστηκὼς πάντοτε, νόσοις τε
ποικίλαις καὶ θλίψεσιν ἐκταράττομαι, σὺ ὃς διώδευσας τὴν στενὴν τρίβον Κυρίου
καὶ πρὸς τὴν ἀπάθειαν φθάσας με ἴασαι.
Ὀφθαλμίαν ὀμμάτων καλλιγραφῶν πέπονθας, ὅθεν ὁ Χριστός
σοι ὁρᾶν καὶ πάλιν δεδώρηται, ἐμὲ δὲ ἔχοντα ὡς φωτισμὸν τὴν τρυφήν μου, νύκτα
τὴν ἀσέληνον λιταῖς σου φώτισον.
Θεοτοκίον.
Θεοτόκε Παρθένε ἠ τὴν ζωὴν τέξασα, τεθανατωμένον με ἤδη
τοῖς πλημμελήμασι, σὺ ἐξανάστησον ἐκ τῶν πυλῶν τῶν τοῦ ἅδου, ἵνα μὴ κατάβρωμα
ἐχθροῖς μου γένωμαι.
Στηρίξατε ὑμῶν τὴν ποίμνην Πατέρες ὦ θεοφόροι, καὶ τῶν
χαλεπῶν κινδύνων λυτρώσασθε, οἳ συνέχουσι νῦν ἡμᾶς πολυτρόπως.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου
ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβείαν θερμήν.
Πρεσβείαν θερμὴν κινήσατε, φιλόστοργοι Πατέρες ἡμῶν,
πρὸς μόνον τὸν Φιλάνθρωπον, τοῦ λυτρῶσαι τάχιστα τῆς παρούσης ἡμᾶς περιστάσεως
καὶ ἀναγκῶν καὶ κακώσεων, ὑμᾶς γὰρ προστάται κεκτήμεθα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νικηφόρε πανόλβιε, ὡς τῆς ἡσυχίας ἐραστὴς γνήσιος, τὸν
παθῶν ἄσπονδον πόλεμον, τῶν ἐν τῇ ψυχῇ μου κατασίγησον.
Τὴν ζωὴν τὴν οὐράνιον, τὴν ἐγκεκρυμμένην Χριστῷ
ἐπόθησας, διὰ τοῦτό με καθάρισον ἀπὸ τῶν κρυφίων μου, ἀοίδιμε.
Συντριβέντα με πταίσμασι, παραλελυμένον τε ἀμελείᾳ μου,
σύσφιγξόν με ἱκεσίαις σου, Νικηφόρε μάκαρ τὸν οἰκέτην σου.
Θεοτοκίον.
Ἐμολύνθην ὁ ἄθλιος καὶ ἀπεβδελύχθην διὰ τὰς πράξεις
μου, ἡ τὴν κάθαρσιν κυήσασα, τὴν τοῦ κόσμου Κόρη Σύ με κάθαρον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκότος με δεινόν, τὸ τῶν θλίψεων ἐκάλυψε καὶ ἡ ἰσχύς
μου μὲ κατέλιπε, Νικῆτα μάκαρ σὺ φωτίσας με ἐνίσχυσον.
Λύκοι ἀναιδεῖς, τὴν σὴν ποίμνην ἐκταράττουσιν, ὦ
Νικηφόρε Μάρτυς τοῦ Χριστοῦ, ἀλλὰ σῆς ῥάβδῳ πρεσβείας τούτους ἐκδίωξον.
Πένητας πολλούς, Ἀθανάσιε μετέθρεψας καὶ τοὺς σοὺς
παῖδας ἀποροῦντας τροφῆς, δόξης τῆς θείας καταχόρτασον πρεσβείαις σου.
Θεοτοκίον.
Μήτηρ τοῦ Θεοῦ, τὴν παροῦσα ἴδε κάκωσιν, τὴν
κατατρύχουσα τοὺς δούλους τοὺς Σούς καὶ μὴ ἐάσης ἀπολέσθαι κινδυνεύοντας.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τετάρακται ἐν ἐμοὶ τὸ πνεῦμά μου, ἀπὸ θλίψεως ἐχθρῶν
πολεμούντων, ἐν γὰρ σφοδρᾷ ἐγκοτοῦσιν ὀργῇ μοι καὶ τῇ τοῦ θανάτου δειλίᾳ
ἐκτήκομαι, Σὺ Σῶτερ πτεροῖς περιστερᾶς, ταῖς λιταῖς τῶν Ἁγίων Σου σῶσόν με.
Περίλυπον αἱ τοῦ βίου μου ζάλαι καὶ παθῶν ἐπαναστάσεις
ποιοῦσι, διὰ παντὸς ἐκνικῶσαι τὸ κρεῖττον καὶ διδοῦσαι μερίδι τῇ χείρονι, τὸ
ἄρχειν Πατέρες εὐκλεεῖς, ταῖς πρεσβείαις ὑμῶν με εὐφράνατε.
Χαρίσματα καὶ ἰάσεις ποικίλας, διανέμοντες ἀφθόνως τοῖς
πίστει, εἰλικρινεῖ ἐν ὑμῖν προσιοῦσι καὶ ἐξαιτοῦσιν ἐκ θλίψεων λύτρωσιν,
Πατέρες καὶ νόσους τὰς ἡμῶν, ἐπισκέψασθε νῦν καὶ ἰάσασθε.
Θεοτοκίον.
Σὲ δέδωκεν, ἐν τῷ κόσμῳ Κύριος, προστασίαν ὁ τὸν κόσμον
ποιήσας, Μῆτερ ἁγνὴ ὡς ἐν κόσμῳ ὀφθῆναι, δι’ εὐδοκίαν ὡς ἄνθρωπος ἔγνωκε, διὸ
πολεμούμενόν με νῦν, ὑπ’ ἐχθρῶν ἀοράτων διάσωσον.
Στηρίξατε,ὑμῶν τὴν ποίμνην Πατέρες ὦ θεοφόροι, καὶ τῶν
χαλεπῶν κινδύνων λυτρώσασθε, οἳ συνέχουσι νῦν ἡμᾶς πολυτρόπως.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου
ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Ὁσιακόν.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.:
Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Πταίσμασι βαρούμενοι πάντες ἡμεῖς, θεοφόροι, καὶ
κατακαμπτόμενοι, ἀχθηδόσι πάντοτε ταῖς τῶν θλίψεων, πρὸς ὑμᾶς στένομεν, τοὺς
ἡμῶν Πατέρας, ἐκ βαθέων ἀνακράζοντες· σπεύσατε Ἅγιοι, πόνων τῶν τοῦ βίου
κουφίσατε, οἱ μώλωπες προσώζεσαν, τραύματα ἡμῶν κατεσάπησαν, ἰσχὺς δὲ οὐκ
ἔστιν, ἐν μέλεσιν οὐ φῶς τοῖς ὀφθαλμοῖς· εἰ μὴ πρὸ τέλους ἀρήξητε, εἰς τέλος
ὀλλύμεθα.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός: Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐρείσαντες τοὺς πόδας εὐσεβείας ἐν πέτρᾳ οὐ
κατεσείσθητε, βασάνων τρικυμίαις, διὸ κλονούμενόν με, ἐπηρείαις τοῦ δαίμονος,
ἐπὶ τὴν πέτραν Χριστοῦ στήσατε, ὁδηγοί μου.
Χριστοῦ ὡς στρατιῶται ἐσταυρώσατε σάρκα σὺν τοῖς
παθήμασι καὶ ταῖς ἐπιθυμίαις, ἐμοὶ δὲ ζῶσα πάντως, ἁμαρτία ταράττει με,
νεκρώσατέ μου σοφοί, τὸ φρόνημα τῆς σαρκός μου.
Τῆς πλάνης καθαιρέται εὐσεβείας προστάται καὶ ὁδηγοὶ
τῶν πιστῶν καὶ φύλακες τῆς ποίμνης, ταύτης ὦ θεηγόροι, χρηματίζοντες πάντοτε,
ὑπὸ τὴν σκέπην ὑμῶν πάντας φρουρήσατε.
Θεοτοκίον.
Παθῶν πολιορκούντων, τὴν ἀθλίαν ψυχήν μου καὶ
σπαρασσόντων δεινῶς, Παρθένε λύτρωσαί με καὶ γὰρ ὑπὲρ τὰς τρίχας κεφαλῆς μου
ἐπλήθυναν, οἱ θλίβοντες ἀφειδῶς, τὴν ταπεινὴν ζωήν μου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Παρεστηκότες τῷ Βασιλεῖ τῶν αἰώνων, θεοφόροι Πατέρες,
εἰρήνην αἰτήσασθε κόσμῳ, ἡμῖν δὲ σωτηρίαν.
Τῶν Ἀποστόλων ὁμότροποι γεγονότες, τῶν Χριστοῦ προβάτων
τὴν φροντίδα ἤρατε καὶ ταῦτα προσάξατε τῷ Πλάστῃ.
Ὡς καθαιρέται τῆς πλάνης ἀναφανέντες καὶ παθῶν σαρκικῶν
θεοφόροι, νικητήν με πάσης δείξατε ἐπηρείας.
Τριαδικόν.
Μίαν θεότητα, ἐν τρισὶ χαρακτῆρσι, τὸν Πατέρα καὶ Λόγον
καὶ Πνεῦμα, πάντες προσκυνοῦμεν, ἕνα Θεὸν τὰ τρία.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐξέλιπεν ἐν πλείσταις λύπαις ἡ ζωή μου καὶ ὀχετοῖς τῶν
δακρύων τὰ ἔτη μου, Σὺ ἡ χαρὰ τῶν Σῶν δούλων, Σωτήρ με εὔφρανον.
Ἐσπάσαντο ῥομφαίαν, ἐνέτειναν τόξον, ἁμαρτωλοὶ καθ’
ἡμῶν τῶν Σῶν δούλων Χριστέ, Σὺ τὰς ἐνέδρας τὰς τούτων, Σωτὴρ ματαίωσον.
Πρεσβείαις Σῶν Ὁσίων, Ὁμολογητῶν Σου, θαῤῥῶν Χριστὲ ὡς
ῥυσθήσομαι πάντων ἐχθρῶν, ἐν εὐχαρίστῳ καρδίᾳ, χαίρων δοξάζω Σε.
Θεοτοκίον.
Παρθένε Θεοτόκε, ἡ ἐλπὶς τοῦ κόσμου, ἡ τῶν ἐθνῶν τὴν
ἐλπίδα κυήσασα, Σαῖς μεσιτείαις ἐλπίζων οὐκ αἰσχυνθήσομαι.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Τοὺς τρισσολαμπτῆρας τοὺς φεραυγεῖς, τοὺς τῆς μετανοίας
διδασκάλους καὶ ὁδηγούς, τῆς στενῆς πορείας, τῆς εἰς τὴν Βασιλείαν φερούσης,
ὑμνωδίαις ἀνευφημήσωμεν.
Νικήταν τὸν ἔνδοξον νικητήν καὶ τὸν Νικηφόρον, τὸν τῆς
νίκης στέφει σεπτῷ ἐγκεκοσμημένον, σὺν τῷ Ἀθανασίῳ, τῷ θαυμαστῷ ἐν ἔργοις,
ὕμνοις τιμήσωμεν.
Χαίρετε Ποιμένες τῶν τοῦ Χριστοῦ λογικῶν θρεμμάτων,
προηγούμενοι εὐσεβῶς, οἱ ποίμνην ἐν πόᾳ ἐκτρέφοντες Κυρίου καὶ λύκους ἀσεβείας
μακρὰν ἐλαύνοντες.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς
τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Ὁ Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου