Πέμπτη 6 Οκτωβρίου 2016

Παράκλησις ὁσ. ΞΕΝΗΣ τῆς Ρωμαίας.



Παράκλησις ὁσ. ΞΕΝΗΣ τῆς Ρωμαίας.
 Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθείς.
ς ξενωθεῖσα τῶν ἐν κόσμῳ πραγμάτων, πολλῶν χαρίτων ἐκ Θεοῦ ἠξιώθης, Ὁσία Ξένη βίου καθαρότητι· ὅθεν ἀεὶ πρέσβευε τῷ νυμφίῳ σου, Μῆτερ, πάσης περιστάσεως καὶ ἀνάγκης λυτροῦσθαι, τούς τῷ σεπτῷ σπεύδοντας ναῷ καὶ τὴν θερμήν σου ζητοῦντας ἀντίληψιν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε...

Ν´  Ψαλμός.
λέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: ΔΙΔΟΥ ΞΕΝΗ ΗΜΙΝ ΘΕΙΑΝ ΧΑΡΙΝ ΓΕΡΑΣΙΜΟΥ. 
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Δοχεῖον ἀΰλου οὖσα φωτός, λαμπρότητι βίου, ἐξ ἀχλύος ἁμαρτιῶν, ταῖς σαῖς φωτοφόροις ἱκεσίαις, Ὁσία Ξένη ἡμᾶς ἐλευθέρωσον.
Ἰλύος ῥυσθεῖσα τῆς τῶν παθῶν, ἐκ ταύτης Ὁσία, ἀποκάθαρον τὰς ψυχὰς ἡμῶν τῇ θερμῇ σου ἱκεσίᾳ καὶ πᾶσιν αἴτει πταισμάτων συγχώρησιν.
Δυνάμωσον Μῆτερ τὸ ἀσθενές, ἡμῶν τῆς καρδίας, κατὰ πάσης ἐπιβουλῆς, ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων, Ὁσία Ξένη. ταῖς σαῖς ἀντιλήψεσι.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, παγίδων τοῦ σκότους λύτρωσαί με καὶ τὴν ζοφώδη ψυχήν μου καταύγασον.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ὑπερτέρα τοῦ κόσμου, τῇ σῇ ζωῇ πέφηνας, ὅθεν ὑπερτέρους ἁπάσης ἡμᾶς κακώσεως, Ξένη, ἀνάδειξον καὶ θλιβερῶν συμπτωμάτων, τοὺς πιστῶς προστρέχοντας ταῖς ἱκεσίαις σου.
Ξενοτρόπως ἀγῶνα τὸν ἱερὸν ἥνυσας, Ξένη θεοφόρε Ὁσία, ἁγίῳ ἔρωτι· ὅθεν ἐκ πάσης φθορᾶς καὶ συμφορὰς καὶ ἀνάγκης, ξένωσον δεόμεθα τοὺς προσιόντας σοι.
Ἐκ παθῶν ἀκαθάρτων καὶ χαλεπῶν θλίψεων καὶ ἐπηρειῶν πολυτρόπων τοῦ πολεμήτορος ἡμᾶς ἀπάλλαξον, τούς τῷ ἁγίῳ ναῷ σου, Ξένη παμμακάριστε, πίστει προστρέχοντας.
Θεοτοκίον.
Νέον τέτοκας βρέφος ὑπερφυῶς, Ἄχραντε, τὸν Δημιουργὸν τῶν αἰώνων,καὶ πάντων Κύριον· ὅθεν νεούργησον, παλαιωθέντα τὸν νοῦν μου, πλείσταις παραβάσεσιν, ἵνα γεραίρω Σε.

Διάσωσον Ὁσία Ξένη πρεσβείαις σου πρὸς τὸν Κτίστην, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Παθῶν χαλεπῶν καὶ συνοχῆς καὶ θλίψεως καὶ νόσων δεινῶν, ἀτρώτους ἡμᾶς φύλαττε, Ὁσία Ξένη πάνσεμνε, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον καὶ τῶν πταισμάτων αἴτει ἱλασμόν, τοῖς πίστει προστρέχουσι τῇ σκέπῃ σου.
 
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ἡ πρεσβεία σου γένοιτο θείας εὐφροσύνης καὶ παρακλήσεως, Θεοφόρε Ξένη, πρόξενος, τοῖς εἰλικρινῶς σὲ μακαρίζουσι.

Ἥν θεόθεν ἀπείληφας, τῇ σῇ πολιτείᾳ χάριν σωτήριον, ἡμῖν ἅπλωσον θεόσοφε, ὡς ἂν τῶν δεινῶν περιγινώμεθα.
 
Μανικῶν ἐπιθέσεως, Ξένη ἡμᾶς λύτρωσαι τοῦ ἀλάστορος καὶ ὑγείαν δίδου ἅπασι, τὴν κατὰ ψυχὴν καὶ σῶμα, πάνσεμνε.
 Θεοτοκίον.
Ἰατρὸν πάντων τέξασα καὶ Σωτῆρα Κόρη Χριστὸν τὸν Κύριον, ἀσθενοῦντα πολλοῖς πάθεσι, ἴασαι με, Δέσποινα καὶ σῶσόν με.
 
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Νέκρωσον, σεμνή, τῶν παθῶν ἡμῶν σκιρτήματα καὶ πρὸς τρίβον μετανοίας ἀληθοῦς, καθοδήγησον ἡμᾶς ταῖς ἱκεσίαις σου.
Θαύμασι πολλοῖς, θεοφόρε, διαλάμπουσα, τὴν συνέχουσαν ὀδύνην χαλεπήν, τὴν ζωὴν ἡμῶν θεράπευσον δεόμεθα.
Ἔχουσα πολλήν, παῤῥησίαν πρὸς τὸν Κύριον, Μῆτερ Ξένη, καθικέτευε ἀεί, τοῦ διδόναι τῶν πταισμάτων ἡμῖν ἄφεσιν.
Θεοτοκίον.
Ἴθυνον ἡμᾶς, πρὸς ζωῆς θείας ἐντάλματα, Θεοτόκε ἀπαλλάττουσα ἡμᾶς, τῶν δεσμῶν τῆς ἁμαρτίας ὡς φιλάγαθος.
 
ᾨδὴ ς´. Τὴν δέησιν.
Ἀγγέλων τὴν πολιτείαν μετῆλθες μετὰ σώματος, θεόληπτε Ξένη· ὅθεν ἡμᾶς τῶν δαιμόνων μανίας, καὶ τῶν ἐν βίῳ κινδύνων καὶ θλίψεων, ῥῦσαι τῇ σῇ ἐπισκοπῇ καὶ χαρᾶς θεϊκῆς ἡμᾶς πλήρωσον. 
Νοσοῦσι τὴν θεραπείαν παρέχεις καὶ τοῖς πάσχουσι τὴν ἴασιν, Μῆτερ, καὶ θλιβομένοις παράκλησιν θείαν, ὡς δοξασθεῖσα δυνάμει τοῦ Πνεύματος, ὅθεν βοῶμεν σοι θερμῶς, τὰς αἰτήσεις ἡμῶν πλήρου πάντοτε. 
Χειμάζει με ἁμαρτίας ἡ ζάλη καὶ καθέλκει εἰς βυθὸν ἀπωλείας, ἀλλὰ τῷ σῷ καταφεύγω λιμένι, Ξένη Ὁσία, καὶ πίστει κραυγάζω σοι· ὁδήγησόν με ἀσφαλῶς, σωτηρίας πρὸς ὅρμον καὶ σῶσόν με.
Θεοτοκίον.
Ἀφράστως τὸν Ποιητὴν τῶν ἁπάντων, τετοκυῖα εἰς ἀνάπλασιν κόσμου, εὐλογημένη Παρθένε Μαρία, συντετριμμένον τὸν νοῦν μου ἀναπλασον, ἐξ ἁμαρτίας χαλεπῆς, πρὸς ζωῆς ἐνάρετου κατόρθωσιν.
Διάσωσον Ὁσία Ξένη πρεσβείαις σου πρὸς τὸν Κτίστην, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον...

Ἱερεὺς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β´. Ταῖς τῶν αἱμάτων σου.
ς προστασία ἡμῶν καὶ ἀντίληψις, Ὁσία Ξένη, ἀπαύστως περίσωζε, ἐκ πάσης ἀνάγκης καὶ θλίψεως, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου, ἔνδοξε, τοὺς πίστει καὶ πόθῳ τιμῶντάς σε.
 
Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι...
Στίχ.: Καὶ ἔστησεν ἐπὶ πέτρας τοὺς πόδας μου...
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις...
 
Δόξα: Ταῖς τῆς σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ξένη παμμακάριστε, νύμφη Χριστοῦ θεοφόρε, τοῦ Ἁγίου Πνεύματος, σκεῦος πολυτίμητον τῇ ἀσκήσει σου· ἐκτενῶς πρέσβευε, ἀπὸ πάσης βλάβης καὶ παθῶν καὶ περιστάσεων,καὶ νόσων ῥύεσθαι, τοὺς εἰλικρινῶς σε γεραίροντας καὶ βίον δίδου ἄλυπον καὶ εἰρήνην, Μῆτερ, οὐράνιον, τοῖς ἐν εὐλαβείᾳ, προστρέχουσι τῷ θείῳ σου ναῷ καὶ τῆς θερμῆς προστασίας σου, τὴν χάριν κηρύττουσι.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
είθροις θείων χαρίτων, ὧν ἐκτήσω ἀξίως παρὰ Κυρίου σου, κατάσβεσον τὴν φλόγα, παθῶν τῶν συνθλιβόντων, τὰς ψυχὰς καὶ τὰ σώματα, Ξένη Ὁσία σεμνή, τῶν σὲ παρακαλούντων.
αμάτων τὴν χάριν, ἐπομβρίᾳ τῇ θείᾳ βλύζει ἑκάστοτε, Εἰκών σου ἡ ἁγία καὶ ἡ σεπτὴ σορός σου, τοῖς πιστῶς καταφεύγουσι τῷ ἱερῷ σου ναῷ, Ξένη Ὁσία Μῆτερ.
Νοσημάτων παντοίων καὶ δεινῶν συμπτωμάτων ἡμᾶς ἀπάλλαξον καὶ ῥῶσιν καὶ ὑγείαν καὶ θείαν εὐφροσύνην καὶ πταισμάτων τὴν ἄφεσιν, αἴτει ἡμῖν ἐκ Θεοῦ, Ξένη Ὁσία Μῆτερ.
Θεοτοκίον.
Γνώμην ἔμφρονα δίδου καὶ ψυχῆς καρτερίαν, βίου ταῖς θλίψεσι καὶ πᾶσαν τοῦ Βελίαρ, τὴν καθ᾿ ἡμῶν μανίαν, Θεοτόκε, ἀπότρεπε, ὡς προστασία ἡμῶν καὶ τεῖχος ἀσφαλείας.
 
ᾨδὴ η´. Τὸν Βασιλέα.
πικειμένης ἡμᾶς ἐκλύτρωσαι βλάβης καὶ πᾶν σκάνδαλον ἀπότρεπε, Ὁσία, ἐκ τῶν προσιόντων, τῇ θείᾳ σου πρεσβείᾳ.
ῦσαι, Ὁσία, τῇ σωστικῇ σου πρεσβείᾳ, τῆς τοῦ ὄφεως κακίστης ἐπηρείας, τοὺς ἐκδεχομένους τὴν σὴν ἐπιστασίαν.
νωθεν ἴδε τοὺς εὐλαβῶς παρεστῶτας, τῇ εἰκόνι σου, Ὁσίᾳ, τῇ ἁγίᾳ καὶ τὰς ἱκεσίους φωνὰς αὐτῶν προσδέχου.
Θεοτοκίον.
Σῶσόν με Κόρη τῆς τοῦ ἐχθροῦ ἑξαπάτης καὶ παράσχου μοι μετάνοιαν γνησίαν, ἵνα ἐπιτύχω τῆς ἄνω βασιλείας.
 
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
κετεύω ἀπαύστως, Ξένη μακαρία, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν καὶ τῶν ἐν βίῳ κινδύνων τὴν ἀπολύτρωσιν.
Μαστίγων ὀλεθρίων καὶ πάσης ἀνάγκης καὶ παντὸς φθόνου ἀνώτερον τήρησον, ἡμῶν τὸν βίον, Ὁσία, τῇ ἀντιλήψει σου.
λόφωτον παστάδα, ἤδη κατοικοῦσα, τῆς ζοφερᾶς ἁμαρτίας ἀπάλλαξον, Ὁσία Ξένη τοὺς πόθῳ σε μεγαλύνοντας.
Θεοτοκίον.
πέρφωτε λυχνία, τῆς ἀΰλου δόξης, θεοχαρίτωτε Δέσποινα λάμπρυνον, τὴν σκοτισθεῖσαν ψυχήν μου τοῖς πλημμελήμασι.
 
ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίρουσα ἀγάπῃ τῇ θεϊκῇ, Ξένη μακαρία, ἠκολούθησας τῷ Χριστῷ καὶ τῶν ἐν τῷ κόσμῳ ἁπάντων ξενωθεῖσα, Κυρίῳ ᾠκειώθης, τῷ σε δοξάσαντι. 
λιπες μνηστῆρα τὸν γεηρόν καὶ ἀσχέτῳ πόθῳ, νύμφη ὤφθης θεοειδής, Ξένη μακαρία, Χριστοῦ τοῦ Ζωοδότου, ἀνύσασα ἐν κόσμῳ, ζωὴν ἰσάγγελον. 
Λάθρα ἀπεμάκρυνας σεαυτήν, γονέων καὶ πλούτου, δι᾿ ἀγάπην τὴν τοῦ Χριστοῦ  καὶ ἐν ξένῃ χώρᾳ, ὡς ξένη γεγονυῖα, ξενοπρεπῶν χαρίτων, Ξένη ἠξίωσαι.
Δι᾿ ἀστέρων ἄνωθεν ὁ Χριστός, ὑπέρφηνε πᾶσι τὴν ἁγίαν σου βιοτήν, Ξένη Θεοφόρε, ᾧ πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν προσιόντων, τῇ προστασίᾳ σου.
Νόσων ἐκλυτροῦνται καὶ πειρασμῶν, οἱ πίστει τελείᾳ προσιόντες τῷ σῷ ναῷ, ἐξ ὧν ἡμᾶς ῥύου, ὦ Ξένη πανολβία, καὶ πλῆρον τὰς αἰτήσεις, τῶν εὐφημούντων σε.
Πάσης ἀθυμίας καὶ συνοχῆς ἀπάλλαξον, Μῆτερ, καὶ ἐκ νόσων πολυειδῶν, τοὺς ὑμνολογοῦντας τοὺς θείους σου ἀγῶνας, ὦ Ξένη θεοφόρε, πιστῶν ἀντίληψις.
Πᾶσαι τῶν Ἀγγέλων...
Τρισγιον
ερεύς. Ὃτι σου ἐστιν…..

Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.
Πρ δ το δι’ εχν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ξένη, τῶν Ὁσίων καλλονή, νύμφη τοῦ Χριστοῦ θεοφόρε, Αὐτὸν ἱκέτευε, πάσης περιστάσεως καὶ πάσης θλίψεως, ἀσινεῖς διασῴζεσθαι, τοὺς ἐν εὐλαβείᾳ, σπεύδοντες ἑκάστοτε τῇ προστασίᾳ σου, λύουσα παθῶν τὰς ὀδύνας καὶ χαρὰν παρέχουσα πᾶσι, ταῖς πρὸς τὸν Σωτῆρα ἱκεσίαις σου.
 
Δέσποινα πρόσδεξαι...

Τὴν πᾶσαν ἐλπίδα μου...


  Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου