Παράκλησις
ΟΣΙΟΜΑΡΤΥΡΩΝ ΑΒΒΑΔΩΝ ΜΟΝΗΣ ΧΟΖΕΒΑ.
Ποίημα Δρ. Χαραλάμπους Μπούσια
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν τοῖς ἐσχάτοις τοῖς καιροῖς ἐν σπηλαίῳ, Ὁσιομάρτυρες
Χριστοῦ Χοζεβῖται, ὑπερφυὼς εὑρέθησαν ὑμῶν τὰ σπετά, λείψανα ἐκβλύζοντα ὀχετοὺς
ἰαμάτων, τοῖς πιστῶς θεόφρονες προσπελάζουσι ταῦτα, καὶ τοῖς ὑμῶν τιμῶσιν
εὐλαβῶς, στεῤῥοὺς ἀγῶνας καὶ θεῖα παλαίσματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα
ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών, οὗ ἡ ἀκροστιχίς:
ΧΟΖΕΒΙΤΑΙ ΠΑΤΕΡΕΣ ΡΥΣΑΣΘΕ ΜΕ ΘΛΙΨΕΩΝ. Χ.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Χορείαν Πατέρων Χοζεβιτῶν, Ὁσιομάρτυρων, ἀνυμνήσωμεν ἐν
χορῷ, ὡς ῥύστας ἐκ πόνων δυσφορήτων, καὶ ἐν κινδύνοις ταχεῖς ἀντιλήπτορας.
Ὁ πάντων Δεσπότης καὶ Ποιητής, κλεινοὶ Χοζεβῖται, τὴν
λειψάνων ὑμῶν σορόν, επλήρωσε θείας εὐωδίας, καὶ ἰαμάτων πηγὴν ταύτην ἔδειξε.
Ζηλώσαντες ἄθλους μαρτυρικούς, χερσὶ παρανόμων,
ἀνῃρέθητε ἀσκηταί, σεπτοὶ Χοζεβῖται καὶ πρὸς πόλον, ὑπὲρ ἡμῶν δυσωποῦντες
ἀνήλθετε.
Θεοτοκίον.
Ἐλέησον πάντας τοὺς γηγενεῖς, τοὺς σὲ ἀνυμνοῦντας,
Ἐλεοῦσα διηνεκῶς, καὶ τούτους γενέσθαι συμμετόχους, τῆς ἐν Χριστῷ κοινωνίας
ἀξίωσον.
Ὠδή γ’. Οὐρανίας ἀψίδος.
Βιοτῆς τῆς μονήρους, ὡς ἀληθῆ πρότυπα, καὶ τοῦ
μαρτυρίου κανόνας, πίστει δοξάζομεν, ὑμᾶς Πατέρες κλεινοί, καὶ ἐκβοῶμεν
ἀπαύστως, τοὺς ὑμᾶς γεραίροντας, ἄχθους λυτρώσασθε.
Ἰατρεύετε πάντας, τὰ τῶν ψυχῶν τραύματα, καὶ τὰς
ζοφερὰς ἀλγηδόνας, Ὁσιομάρτυρες, οἱ ὑπ’ ἀνόμων Περσῶν, ἐν τῷ Χοῤῥὰθ τῷ
χειμάῤῥῳ, τὸ ὑμῶν ἐκχύσαντες, αἷμα τὸ πάντιμον.
Τῶν ἀζύγων λαμπτῆρες, καὶ Χοζεβᾶ ἥλιοι, οἱ ἀσκήσει καὶ
ἐναθλήσει, κόσμον αὐγάσαντες, τὰ τῶν ψυχῶν ἀρεταῖς, ἡμῶν πυρσεύσατε βάθη,
σκότος διαλύοντες, τῆς ἀπογνώσεως.
Θεοτοκίον.
Ἄνευ Μῆτερ ὠδίνων, τὸν Λυτρωτὴν ἔτεκες, ὅθεν τὰς
δριμεῖας ὀδύνας, τὰς πιεζούσας με, Παρθενομῆτορ Ἁγνή, ἐπισκοπῇ σου τῇ θείᾳ,
δέομαί Σου δίωξον, ἵνα δοξάζω Σε.
Διάσωσον, Χοζεβιτῶν ἀθλοφόρων σεπτὴ χορεία, ἐκ παντοίων
ἀνομιῶν καὶ πλάνης τοῦ ὄφεως, τοὺς σπεύδοντας τῇ ὑμῶν προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται
τά ὀνόματα τῶν
ὑπέρ ὧν ἡ Ἱερά
Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Μονῆς Χοζεβᾶ, Πατέρες Ὁσιόαθλοι, κοιλάδος Χοῤῥάθ,
λυχνίαι τηλαυγέσταται, ταῖς ὑμῶν ἐντεύξεσι, δεινῶν συμφορῶν ἀπαλλάξατε, τοὺς
ἀνυμνοῦντας ἄθλους τοὺς σεπτούς, ὑμεῖς οὕς καλῶς ἐπετελέσατε.
Ὠδή δ’. Εἰσακήκοα Κύριε.
Ἰατρείας ἑκάστοτε, τὸ ὑμῶν λειψάνων ἐκβλύζει σπήλαιον,
Χοζεβῖται ὁσιόαθλοι, καὶ ἐκπλύνει νοσημάτων βόρβορον.
Πεπτωκὼς ὁ πολύστηνος, εἰς τὴν ἁμαρτίαν ἐσχάτην
χάρυβδιν, πρὸς ὑμᾶς Ὁσιομάρτυρες, καταφεύγω ἵνα εὕρω ἔλεος.
Ἀλεξίκακον γένοιτο, ἡ ὑμῶν ἀέναος ἐπισκίασις, ἐν
βιαίαις περιστάσεσι, Χοζεβῖται ἀθλοφόροι ἄτρωτον.
Θεοτοκίον.
Τετρωμένον τοῖς βέλεσιν, καὶ ῥιπαῖς Παρθένε τοῦ
πολεμήτορος, ἀνακούφισον καὶ σῶσόν με, ἵνα μεγαλύνω σὰ θαυμάσια.
Ὠδή ε’. Φώτισον ἡμᾶς.
Ἔχων εἰς ὑμᾶς, ἐστραμμένην τὴν ἐλπίδα μου, καθ’ ἑκάστην
ἀνατείνω πρὸς ὑμᾶς, Χοζεβῖται τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
Ῥύσασθε δεινῶν, Χοζεβῖται ἱερώτατοι, τοὺς προσφεύγοντας
ὑμῖν πανευλαβῶς, καὶ ὑμνοῦντας τὴν σεπτὴν ὑμῶν ἐνάθλησιν.
Ἐν καιρῷ λοιμοῦ, ἀντιλήπτορας κατέχομεν, Χοζεβῖται
Ὁσιόαθλοι ὑμᾶς, καὶ ἐν βίου περιστάσεσιν ἀκέστορας.
Θεοτοκίον.
Σὲ τὴν τοῦ Θεοῦ, παναμώμητον λοχεύτριαν, ἀνυμνοῦντες οἱ
ρυσθέντες διὰ Σοῦ, ἐκ τῆς πάλαι Ὑπερύμνητε κακώσεως.
Ὠδή στ’. Τὴν δέησιν.
Ῥωννύμενος, ταῖς ὑμῶν Τρισχίλιοι, Χοζεβῖται ἱκεσίαις
κραυγάζω, ἐμοῦ μεσῖται ταχεῖς καὶ προστάται, ἐν τῆς ζωῆς τρικυμίαις ὑπάρχετε,
ἄμα τε ἄγρυπνοι φρουροί, θαυμαστοὶ ἐν Χοῤῥὰθ Ὁσιόαθλοι.
Ὑπέκυψα, ταῖς βολαῖς τοῦ δράκοντος, τοῦ δολίου οἴμοι ὁ
πολυτλήμων, καὶ μακρυνθεὶς τῆς Χριστοῦ πολιτείας, καρποὺς πικροὺς ἁμαρτίας μου
γεύομαι, ἀλλ’ ἐξ αὐτῶν ὡς συμπαθεῖς, θεοφόροι κἀμὲ ἀπαλλάξατε.
Στενώσεως, καὶ ναυτίας ῥύσασθε, Χοζεβῖται τοὺς ὑμᾶς
εὐφημοῦντας, ὡς τὴν ἀζύγων πορείας τὸ σκάφος, ἐν τῷ λιμένι Χριστοῦ ὁδηγήσαντες,
καὶ ὡς στεῤῥοὶ κυματωγαί, τὴν βιαίαν κυμάτωσιν θραύσαντες.
Θεοτοκίον.
Ἀνήροτε, Θεοτόκε Δέσποινα, ἡ τεκοῦσα τὴν ζωὴν τῶν
ἁπάντων, πρὸς καινοτέραν ζωὴν τοὺς Σοὺς δουλους, τοὺς ἐκτενῶς Σὲ ὑμνοῦντας
ὁδήγησον, καὶ μεγαλύνοντας ἀεί, μεγαλεῖα τὰ Σὰ Θεονύμφευτε.
Διάσωσον, Χοζεβιτῶν ἀθλοφόρων σεπτὴ χορεία, ἐκ παντοίων
ἀνομιῶν καὶ πλάνης τοῦ ὄφεως, τοὺς σπεύδοντας τῇ ὑμῶν προστασίᾳ.
Ἄχραντε...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται
τά ὀνόματα τῶν
ὑπέρ ὧν ἡ Ἱερά
Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἡ τιμία ὑμῶν τῶν λειψάνων ἀνεύρεσις, ἐν ἐσχάτοις
καιροῖς χαρμονῆς ἡμᾶς ἔπλησε, Χοζεβῖται Πατέρες ἐν σπηλαίῳ ἱερῷ. Διὸ χαίροντες
τὸν Λυτρωτήν, καὶ Ζωοδότην ἐκτενῶς, μεγαλύνομεν κράζοντες· δεῖξον ἡμῖν προστάτας,
καὶ ῥύστας ἐν τοῖς κινδύνοις, τοὺς Χοζεβῖτας Ἰησοῦ, γεραροὺς Ὁσιομάρτυρας.
Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον...
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (κεφ. ιβ΄. 8-12): Εἶπεν ὁ
Κύριος· Πᾶς ὅς ἄν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων...
Δόξα: Ταῖς τῶν σῶν Ἁγίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Ἦχος πλ. β΄.
Χοζεβῖται Ἅγιοι, Ὁσιομάρτυρες θεῖοι, φοίνικες ὑψίκομοι,
οἱ Χοῤῥὰθ τὴν φάραγγα ὡραΐσαντες, οἱ πιστοὶ σπεύδομεν, ταῖς ὑμῶν πρεσβείαις,
καὶ ἐν πίστει ἀνακράζομεν· θλίψεως ῥύσασθε, μανίας τοῦ πλάνου ἀλάστορος, πάσης
δεινῆς κακώσεως, λύμης ψυχοφθόρου αἱρετιζόντων, καὶ ἐξ ἑνεστώσης, ἀνάγκης
ἐκλυτρώσασθε ταχύ, τοὺς τὴν ὑμῶν ἀναμέλποντας, πολιτείαν ἄμεμπτον.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός:
Ἀμήν.
Ὠδή ζ’. Παῖδες Ἑβραίων.
Σώσατε θεῖοι Χοζεβῖται, τοὺς ὑμᾶς εἰς τοὺς αἰῶνας
εὐφημοῦντας, ὡς Χριστοῦ τοῦ Θεοῦ θεράποντας τιμίους, ἀζύγων τε ἀκρότητας, καὶ
κειμήλια Μαρτύρων.
Θέλοντες εὐσεβῶς βιῶναι, ἐνῳκήσατε ἐν τῇ Χοῤῥὰθ
κοιλάδι, καὶ μαρτυρίου ἄθλησιν, ὑπηνέγκατε εἰς τέλος.
Ἔμπλεον ὄντως ἰαμάτων, τὸ λείψανον ὑμῶν σπήλαιον
ὑπάρχει, εὐρωστίαν ψυχῶν Πατέρες καὶ σωμάτων, παρέχον τοῖς πελάζουσι, πρὸς αὐτὸ
μετ’ εὐλαβείας.
Θεοτοκίον.
Μῆτερ Θεοῦ ἠγλαϊσμένη, πρὸς τὸν εὔσπλαγχνον Υἱόν Σου
καὶ Δεσπότην, τὰς ἡμῶν προσευχὰς προσάγαγε καὶ νόσων, τῇ κραταιᾷ πρεσβείᾳ Σου,
ἐξελοῦ τοὺς Σοὺς ἱκέτας.
Ὠδή ζ’. Τὸν Βασιλέα.
Ἐν τοῖς ἐσχάτοις, καιροῖς σοφοὶ ἐν σπηλαίῳ, τῶν
λειψάνων ἡ σορὸς ὑμῶν εὑρέθη, τοὺς προσερχομένους, πληροῦσα εὐωδίας.
Θαυμάτων ξένων, ὦ Χοζεβῖται Πατέρες, τὸ ὑμῶν λειψάνων
σπήλαιον ἐδείχθη, ἰαμάτων ῥεῖθρα, παντὶ πιστῷ προχέον.
Λόγχῃ τρωθέντες, ὑπὸ Περσῶν παρανόμων, πρὸς τὴν
μέλλουσαν μετέστητε πατρίδα, δυσωποῦντες θεῖοι, ὑπὲρ ἡμῶν τὸν Κτίστην.
Ἰσχὺν καὶ ῥώμην, κατ’ ὀλεθρίων σφαλμάτων, Χοζεβῖται τὰς
ὑμῶν θερμὰς πρεσβείας, ἔχομεν οἱ πόθῳ, ὑμᾶς ἀνευφημοῦντες.
Θεοτοκίον.
Ψαλμοῖς καὶ ὕμνοις, Σὲ θεοδόξαστε Κόρη, μεγαλύνομεν οἱ
γηγενεῖς ἀπαύστως, ὡς Θεοῦ Μητέρα, ὑπερευλογημένην.
Ὠδή θ’. Κυρίως Θεοτόκον.
Ἐν Χοζεβᾷ τῇ Λαύρᾳ, ἠσκήσατε γενναίως, καὶ μαρτυρίου
τὰς τρίβους διήλθετε, κλεινοὶ Πατέρες ἁπάντων φρουροὶ ἀνύστακτοι.
Ὡς τοῦ Χοῤῤὰθ χειμάῤῥου, μυροβόλα κρίνα, ὑμᾶς τιμῶντες
Πατέρες δεόμεθα, εἰρήνην πᾶσιν ἐν βίῳ ἡμῖν δωρήσασθαι.
Νῦν τοὺς ἀσπαζομένους, περιχαρῶς Πατέρες, τὰ ἱερὰ ὑμῶν
λείψανα ῥύσασθε, ἐξ ἀῤῥωστίας καὶ βλάβης ψυχῆς καὶ σώματος.
Θεοτοκίον.
Χαρίτωσον Παρθένε, Κεχαριτωμένη, χαρὰ παντὸς τοῦ λαοῦ
ἀνεκλάλητε, τοὺς ἐκζητοῦντας ἀπαύστως τὴν μεσιτείαν Σου.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον,
καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως
τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Οὐ βαρβάρων ξίφος οὔτ’ ἀπειλή, τμήσεως αὐχένος, ἠδυνήθησαν
ἀνελεῖν, τὰς ὑμῶν καρδίας, φωσφόροι
Χοζεβῖται, τρισχίλιοι Ἀββάδες, Ὁσιομάρτυρες.
Εὐωδίαν
ἄῤῥητον τὰ ὑμῶν, λείψανα Πατέρες, ἀναβλύζουσι καὶ πηγαί, ἰαμάτων ταῦτα,
καθίστανται τοῖς πίστει, ὑμᾶς ἀνευφημοῦσιν, ὡς σκεύη χάριτος.
Χαίρετε Πατέρες θεοειδεῖς, χαίρετε ἀστέρες, τῆς ἐρήμου φωτοειδεῖς,
χαίρετε Ὁσίων, καὶ ἀσκητῶν κρηπῖδες, Ἀββάδες Χοζεβῖται, ἄνθη μυρίπνοα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Ὥσπερ φοίνικες, ἐν τῇ ὀάσει, ὡραΐσατε τὴν ἐν χειμάῤῥῳ, τοῦ Χοῤῥὰθ Ἀββάδες
θεῖοι περίοικον, τοῦ Χοζεβᾶ μυρίπνοοι ἴασμοι, οἱ ταῖς αἱμάτων ῥοαῖς
ἐξανθήσαντες· ὦ τρισχίλιοι, Πατέρες Ὁσιομάρτυρες, Χριστῷ ὑπὲρ ἡμῶν ἀεὶ
πρεσβεύετε.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας, Ὁσιόαθλοι Χριστοῦ, τοὺς ἐν διαφόροις ἀνάγκαις,
εὐρισκομένους πιστούς, σῴζετε δεόμεθα, ταὶς ἱκεσίαις ὑμῶν, Χοζεβῖται πανόσιοι,
καὶ τῆς ψυχοφθόρου, ἀθυμίας ῥύσασθε, τοὺς μελῳδοῦντας ὑμᾶς, οἷα τιμαλφεῖς
μυροθήκας, τῆς τῶν μοναζόντων χορείας, καὶ Μαρτύρων μάργαρα πολύτιμα.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Ὁ Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου