Παράκλησις Ἱερομ.
ΚΥΡΙΛΛΟΥ τοῦ Λουκάρεως.
Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Α᾿λεξανδρείας ὁ σοφὸς ἀρχιθύτης, Βασιλευούσης ὁ λαμπρὸς
κυβερνήτης, Πατριαρχῶν ὦ Κύριλλε, ἡ θεία καλλονή, ἀρετῶν κοσμούμενος, μυστικῇ
εὐκοσμίᾳ, τοῦ Χριστοῦ τοῖς στίγμασιν, ἱερῶς ἐλαμπρύνθης· ὃν ἐκδυσώπει Πάτερ
ἐκτενῶς, ὑπὲρ ἡμῶν τῶν τελούντων τὴν μνήμην σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν
οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων
κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· «Κυρίλλου».
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χριστοῦ παραστάδος ἀξιωθείς, ὡς Ἱερομάρτυς, Πάτερ
Κύριλλε εὐκλεής, αὐτὸν ἐκδυσώπει παῤῥησίᾳ, ἐλεηθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.
Θεὸν μεγαλύνας ἐπὶ τῆς γῆς, ταῖς ποιμαντικαῖς σου,
Πάτερ Κύριλλε ἀρεταῖς, αὐτὸν μὴ ἐλλίπῃς ἱκετεύων, ἵνα ῥυσθῶμεν παθῶν τῆς
χειρώσεως.
Τρυφῆς κοινωνήσας τῆς θεϊκῆς, ὡς ἐν πατριάρχαις, Μάρτυς
Κύριλλε εὐκλεής, πρεσβεύων μὴ παύσῃ τοῦ δοθῆναι, παραπτωμάτων ἡμῖν τὴν
συγχώρησιν.
Θεοτοκίον.
Καταύγασον θείαις μαρμαρυγαῖς, Ἄχραντε Παρθένε, χάριτός
σου τῆς μητρικῆς, τὴν ἐν ἁμαρτίας σκοτοδίνῃ, ἐζοφωμένην ἀθλίως καρδίαν μου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ε᾿κκλησίας ἐδείχθης, Ἀρχιερεὺς πάνσοφος, καὶ περικλεὴς
Ἀθλοφόρος, τοῦ Παντοκράτορος, στῦλος τῆς πίστεως, καὶ Ὀρθοδόξων προστάτης· διὰ
τοῦτο πάντες σε, τιμῶμεν Κύριλλε.
Τὸν Χριστὸν ἀγαπήσας, ἀπὸ παιδὸς Κύριλλε, τοῦ
Εὐαγγελίου τῷ λόγῳ, σαυτὸν ἐῤῥύθμισας· ὅθεν ἀξίωσον, ἔνθεον βίον ἀνύειν, τοὺς
ἀνευφημοῦντάς σου, τὰ προτερήματα.
Οὐρανῶν βασιλείας, ἀξιωθεὶς Κύριλλε, οἷα μιμητὴς τοῦ
Δεσπότου, θεομακάριστος, ἡμᾶς δεόμεθα, τοὺς ἐπὶ γῆς σε τιμῶντας, ἀπὸ πάσης
λύτρωσαι, νόσου καὶ θλίψεως.
Θεοτοκίον.
Υ῾περύμνητε Μῆτερ, ὑπὲρ ἡμῶν πρέσβευε, τῷ
ἐνανθρωπήσαντι Λόγῳ, ἐκ τῶν αἱμάτων σου, ὡς ἄν ῥυώμεθα, πάσης ἐν βίῳ ἀνάγκης,
οἱ ὑμνολογοῦντές σε, τὴν Θεομήτορα.
Διάσωσον ἀπὸ κινδύνων παντοίων καὶ νοσημάτων, τοὺς τῇ
σεπτῇ σου πρεσβείᾳ προστρέχοντας, Κύριλλε Πάτερ θεόφρον Ἱερομάρτυς.
Ε᾽πίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Λαοῦ τοῦ πιστοῦ, ἀξίως προϊστάμενος, Μαρτύρων τιμῆς,
καὶ δόξης κατηξίωσαι· διὰ τοῦτο πρέσβευε, τῷ Δεσπότῃ ἔνδοξε Κύριλλε, ἵνα ἐχθρῶν
ῥυσθῶμεν ἀπειλῆς, οἱ ὕμνον κροτοῦντες σοὶ ἐπάξιον.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Τῆς σοφίας δεξάμενος, Κύριλλε τὴν ἔλλαμψιν ἐν καρδίᾳ
σου, ὡς φωστὴρ ἐν στερεώματι, τῷ τῆς Ἐκκλησίας ἐξανέτειλας.
Εἰρηναῖον καὶ ἄλυπον, βίον ἐν σεμνότητι καταξίωσον,
διανύειν ἡμᾶς Κύριλλε, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.
Σηπεδόνας τοῦ σώματος, καὶ ψυχῆς νοσήματα τῶν τιμώντων
σε, χειρουργίᾳ τῆς σῆς χάριτος, ἴασαι τελείως Πάτερ Κύριλλε.
Θεοτοκίον.
Ρ῾υπωθέντα τοῖς πταίσμασι, ῥείθροις με ἀπόπλυνον τῆς σῆς
χάριτος, ἵνα Μῆτερ Ἀειπάρθενε, τόκον σου δοξάζω τὸν ἀμόλυντον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στῦλος ἀῤῥαγής, εὐσεβείας ἀναδέδειξαι, Πάτερ Κύριλλε ἐν
βίῳ σου παντί, ὑπὲρ ταύτης σθεναρῶς ἀγωνισάμενος.
Φώτισον ἡμῶν, τῶν πιστῶν τρισμάκαρ Κύριλλε, τὰς καρδίας
τῇ φαιδρᾷ μαρμαρυγῇ, τῆς δοθείσης σοι ὑψόθεν θείας χάριτος.
Νεῦσον συμπαθῶς, ταῖς λιταῖς τῶν προσιόντων σοι, Πάτερ
Κύριλλε λυτρούμενος αὐτούς, ἐκ παντοίας δυσπραγίας καὶ κακώσεως.
Θεοτοκίον.
Ι῎δε συμπαθῶς, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, καὶ παράσχου
μοι ὑγείαν σταθηράν, ἡ τὸν μέγαν ἰατρὸν Χριστὸν κυήσασα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Υ῾ψώμασιν ὀρθοδόξοις Κύριλλε, ὡς σοφὸς Ἀρχιερεὺς
διαπρέπων, ἐν διδαχαῖς σου τρισμάκαρ καὶ ἔργοις, τῶν κακοδόξων καθεῖλες τὸ
φρύαγμα, καὶ ἐστερέωσας τοῦ σοῦ, θεολέκτου ποιμνίου τὸ φρόνημα.
Ε᾿πάκουσον θεομάκαρ Κύριλλε, τῆς δεήσεως ἡμῶν Πάτερ
ταύτης, καὶ τυραννίδος παθῶν ἀκαθέκτων, δεῦρο ἡμᾶς ἀπαλλάττων βοῶντάς σοι·
Πατριαρχῶν χαίροις κανών, καὶ Μαρτύρων τερπνὸν ἐγκαλλώπισμα.
Προστρέχομεν, εὐσεβῶς σοι Κύριλλε, καὶ βοῶμέν σοι ἐκ
βάθους καρδίας· Ἱερομάρτυς Χριστοῦ βακτηρίᾳ, τῆς ἀληθῶς κραταιᾶς προστασίας
σου, πρὸς σωτηρίου τὴν νομήν, τοὺς εἰς σὲ ἀφορῶντας ὁδήγησον.
Θεοτοκίον.
Λαμπρότατον τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε
Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα. Ὅθεν
τῆς χάριτος τὸ φῶς, τῇ ζοφώδῃ ψυχῇ μου ἀνάτειλον.
Διάσωσον ἀπὸ κινδύνων παντοίων καὶ νοσημάτων, τοὺς τῇ
σεπτῇ σου πρεσβείᾳ προστρέχοντας, Κύριλλε Πάτερ θεόφρον Ἱερομάρτυς.
Α῎χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον.Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ι῾εραρχίας κοσμήσας τὸ ἔνδυμα, τοῦ μαρτυρίου σου Πάτερ
τοῖς στίγμασι, Χριστὸς ὁ Θεός σε ἐδόξασεν, ὃν παῤῥησίᾳ ἱκέτευε Κύριλλε, σωθῆναι
ἡμᾶς τοὺς τιμῶντάς σε.
Προκείμενον. Ἦχος δ΄.
Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται
δικαιοσύνην καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται.
Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (κεφ. ι’ 16)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν
μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.
Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς
συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε
ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς,
μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί
λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ
λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ
ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι
ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα. Ταῖς τοῦ
῾Ιεράρχου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βίον οὐρανόφρονα, δι̉ ἀρετῆς κεκτημένος, Ἱεράρχης
γέγονας, Ἐκκλησίας ὅσιος, παμμακάριστε· ὡς δὲ χρηστότατος, ποιμὴν Ὀρθοδόξων,
τοῦ ποιμνίου προϊστάμενος, πρὸς τὸ μαρτύριον, ἐν ἀγαλλιάσει ἐχώρησας, καὶ
φρύαγμα ἐπάτησας, τῶν ἐχθρῶν τῆς πίστεως Κύριλλε. Ὅθεν τοὺς ὑμνοῦντας, τοὺς
ἄθλους καὶ ἀγῶνάς σου πιστῶς, τῆς προστασίας σου πάντοτε, δίδου τὰ γνωρίσματα.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός: Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μαρτυρίου τὸν δρόμον, διανύσας προθύμως, ὁ θεοφόρος
ποιμήν, τὴν μάνδραν ἐν ὑψίστοις, ἐπέβης τῶν Μαρτύρων, ἔνθα νῦν ἀγαλλόμενος, μὴ
διαλλίπῃς ἡμῶν, Κύριλλε μνημονεύων.
Ε῎χοντές σε ἐν βίῳ, ἀληθῆ παραστάτην, σπεύδομεν Πάτερ
σοφέ, πρεσβείας σου ἁγίας, τῇ κραταιᾷ δυνάμει, ἱκετεύοντες Κύριλλε· Ἄνωθεν
σκέπε ἡμᾶς, Ἅγιε καὶ εὐλόγει.
Ι῾ερῶν σου λειψάνων, τὴν μυρίπνοον θήκην, ὡς θησαυρὸν
τιμαλφῆ, Μονὴ τῆς Ἀγκαράθου, ἐν κόλποις κεκτημένη, ἐπαγάλλεται Κύριλλε· αὐτὴν
οὖν φρούρει ἀεί, καὶ φύλαττε εὐχαῖς σου.
Θεοτοκίον.
Λυτρωτὴν τοῖς ἀνθρώποις, ὑπὲρ φύσιν Παρθένε,
ἀπογεννήσασα, παθῶν τῆς τυραννίδος, εὐσπλάγχνως λύτρωσαί με, ἵνα πίστει
κραυγάζω σοι· Χαῖρε Μαρία Ἁγνή, Κυρία τῶν Ἀγγέλων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῆς Ἀγκαράθου, ἀγαλλιᾶται ἡ Μάνδρα, Πάτερ Κύριλλε
κατέχουσα ἐν κόλποις, τῶν ἡγιασμένων, λειψάνων σου τὴν θήκην.
Θεῖος προστάτης, γενοῦ καὶ ἄγρυπνος φύλαξ, τοῖς
προστρέχουσι τῇ θείᾳ σου πρεσβείᾳ, Κύριλλε παμμάκαρ, καὶ σὲ ὑμνολογοῦσιν.
Ε᾿πίνευσόν μου, ὡς εὐμενὴς τῇ δεήσει, Πάτερ Κύριλλε
Χριστοῦ Ἱερομάρτυς, εἰρήνην παρέχων, τελείᾳ τῇ ψυχῇ μου.
Θεοτοκίον.
Ο῞λον με πλῆσον, τῆς θεαυγοῦς χάριτός σου, ἀπελαύνουσα
τὸ σκότος τῶν κακῶν μου, ἵνα σε γεραίρω, τὴν Κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ποιμάνας τὸν λαόν σου, Κύριλλε ἀξίως, μαρτυρικῶς πρὸς
Θεόν ἐξεδήμησας, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν εὐφημούντων σε.
Βοήθει ἐν τοῦ βίου, ταῖς ταλαιπωρίαις, καὶ χαλεπαῖς
περιστάσεσι Κύριλλε, τοὺς εὐλαβῶς προσιόντας, τῇ ἀντιλήψει σου.
Ο῾ πάντων Ὀρθοδόξων, μέγιστος προστάτης, καὶ ἀντιλήπτωρ
ταχύτατος Κύριλλε, τῆς ἀρωγῆς σου τὴν χάριν, ἡμῖν πρυτάνευσον.
Θεοτοκίον.
Υ῾πέραγνε Μαρία, Κεχαριτωμένη, ἁμαρτημάτων αἰσχρῶν
ἀποκάθαρον, τοῦ μολυσμοῦ τὰς καρδίας, τῶν προστρεχόντων σοι.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις Κρητονήσου ἄνθος τερπνόν, καὶ ᾿Αλεξανδρείας,
Ποιμενάρχης περικλεής· Χαίροις Πατριάρχης, σοφὸς τῆς Κωνσταντίνου, καὶ
Ἐκκλησίας στῦλος, ἔνδοξε Κύριλλε.
Θρόνῳ διαπρέψας ἐν ὑψηλῷ, δόξῃ μαρτυρίου, ἐλαμπρύνθης
περιφανῶς, Κύριλλε καὶ ὤφθης, φωστὴρ τῆς Ἐκκλησίας, φωτίζων καὶ λαμπρύνων, τοὺς
προσιόντας σοι.
Χαίροις τῶν Πατέρων ὁ ζηλωτής, καὶ Ὀρθοδοξίας, ὁ
γενναῖος προασπιστής· χαίροις εὐσεβείας, διδάσκαλος θεόπνους, Πατριαρχῶν τὸ
κλέος, Ὅσιε Κύριλλε.
Πρέσβευε Κυρίῳ διηνεκῶς, τῷ δοξάσαντί σε, ἐν ὑψίστοις
ὑπὲρ ἡμῶν, τῶν ἀσπαζομένων, λειψάνων σου τὴν θήκην, ἐξ ἧς ἐκβλύζει ῥεῖθρον,
χάριτος Κύριλλε.
Δεῦτε εὐσεβάστως οἱ εὐσεβεῖς, ᾄδοντες τὸν ὕμνον, τῷ
Κυρίλλῳ τῷ εὐκλεεῖ, ὅτι ἐν καθέδρᾳ, Πατριαρχῶν ἐμπρέψας, Μαρτύρων ἀνεδείχθη,
θεῖος ὁμότροπος.
Ε῎χων παῤῥησίαν πρὸς τὸν Θεόν, ὡς Ἱερομάρτυς, Πάτερ
Κύριλλε θαυμαστός, προστάτευε πάντων, τῶν σὲ ὑμνολογούντων, κινδύνων ἐκ
παντοίων, αὐτοὺς ῥυόμενος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δόκιμος ἐργάτης γεγονώς, σὺ τοῦ μυστικοῦ ἀμπελῶνος, τῆς
Ἐκκλησίας Χριστοῦ, ὤφθης καλλιέρημα, Θεῷ εὐπρόσδεκτον, καὶ αὐτοῦ εἰσελήλυθας,
ἐν τῇ βασιλείᾳ, διαλάμπων στίγμασι, τοῦ μαρτυρίου σου. Ὅθεν παῤῥησίαν ὡς ἔχων,
Κύριλλε παμμάκαρ ἐξαίτει, ἔλεος καὶ χάριν τοῖς ὑμνοῦσί σε.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ὁ
Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δίστιχον.
Κύριλλον προστρέχοντα τῇ ἀρωγῇ σου,
Κύριλλε περίσῳζε κακῶν παντοίων.
Κύριλλον προστρέχοντα τῇ ἀρωγῇ σου,
Κύριλλε περίσῳζε κακῶν παντοίων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου