Παράκλησις Μεγαλ.
ΦΑΝΟΥΡΙΟΥ.
Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου.
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς δεομένων ταχινὸς ἀντιλήπτωρ, καὶ ἀσθενούντων
θαυμαστὸς παρακλήτωρ, Φανούριε μεγάλαθλε, Μαρτύρων καλλονή, τοὺς πιστῶς
προστρέχοντας, τῷ ἁγίῳ σου οἴκῳ, ἀπὸ πάσης λύτρωσαι, συμφορᾶς καὶ ἀνάγκης, ὑπὲρ
αὐτῶν πρεσβεύων τῷ Θεῷ, τῷ ἐν ὑψίστοις τρανῶς σε δοξάσαντι.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν
οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων
κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς· «Εὐχαῖς σου χάριν δίδου Κυρίλλῳ Μάρτυς».
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εὐχαῖς σου ἁγίαις πρὸς τὸν Θεόν, Φανούριε Μάρτυς, τὴν
εἰρήνην αἴτει ἡμῖν, τοῖς ἐν τῷ Ναῷ σου προσφοιτῶσι, καὶ εὐφημοῦσι τὴν θείαν σου
ἄθλησιν.
Ὑμνοῦμέν σε πάντες χαρμονικῶς, ὅτι τοῦ δυνάστου,
ἐταπείνωσας τὴν ὀφρύν, οὗ ῥῦσαι ἡμᾶς τῆς κακουργίας, τῶν πρεσβειῶν σου δυνάμει
Φανούριε.
Χριστοῦ τῇ ἀγάπῃ κατατρωθείς, Μαρτύρων ἐν ἄθλοις,
ὑπερήστραψας ὡς φωστήρ, πάντων τὰς καρδίας καταυγάζων, τῶν ἀνυμνούντων σε
Μάρτυς Φανούριε.
Θεοτοκίον.
Ἀφράστως τεκοῦσα τὸν τῷ Πατρί, συνάναρχον Λόγον,
Θεομῆτορ ἄνευ σπορᾶς, παθῶν ψυχοκτόνων ἀλογίας, τῇ χάριτί σου ἡμᾶς ἐλευθέρωσον.
Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰσχυρὸς ἐν βασάνοις, ἀναδειχθεὶς ἔνδοξε, τῆς εἰδωλικῆς
ἀθεῒας, τὴν πλάνην ᾔσχυνας· ὅθεν ἐνίσχυσον, τοὺς εὐλαβεῖς ὑμνητάς σου, πρὸς τὴν
εὐαρέστησιν, Θεοῦ Φανούριε.
Στηλιτεύσας τὴν πλάνην, ὡς ἀθλητὴς ἄριστος, τῆς
θεοσεβείας τῷ κόσμῳ, τὸ φῶς ἀπήστραψας. Ὅθεν Φανούριε, τῆς εὐσεβείας τὰ ἔργα,
καὶ ἡμᾶς συνέτισον, ἀεὶ ἐργάζεσθαι.
Στρατιώτης γενναῖος, τοῦ Λυτρωτοῦ γέγονας, πίστεως τὰ
ῥήματα φέρων, θείαν ὡς μάχαιραν, μάκαρ Φανούριε, Μεγαλομάρτυς Κυρίου· ὅθεν τῇ
πρεσβείᾳ σου, ἡμῖν συμμάχησον.
Θεοτοκίον.
Ὁ ἐκ σοῦ ἀποῤῥήτως, σωματωθεὶς Κύριος, τῶν Χριστιανῶν
σε Μητέρα, θέσει ἀνέδειξεν· ὅθεν ἀξίωσον, τῆς μητρικῆς σου προνοίας, καὶ
στοργῆς Θεόνυμφε, τοὺς ἀνυμνοῦντάς σε.
Διάσωσον ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας,
Μεγαλομάρτυς Κυρίου Φανούριε, τοὺς ἐν Ναῷ σου προστρέχοντας τῷ πανσέπτῳ.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη)
ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστοῦ τοῦ Θεοῦ, τῇ εὐδοκίᾳ ἔλαμψας, ἐκ Ῥόδου παντί,
τῷ κόσμῳ ὥσπερ ἥλιος, καταυγάζων ἅπαντας, ἀγλαῒαις θαυμάτων Φανούριε· διὸ ἐν
σοὶ καυχώμεθα πιστῶς, αἰτούμενοι πρέσβυν σε πρὸς Κύριον.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑμνῳδίαις Φανούριε, ὡς Μεγαλομάρτυρα εὐφημοῦμέν σε,
ἐξαιτούμενοι τὴν χάριν σου, ἐν ταῖς ἐπωδύνοις περιστάσεσι.
Χάριν αἴτει οὐράνιον, τοῖς ἀνευφημοῦσί σου τὸ
μαρτύριον, δι᾿ οὗ ᾔσχυνας Φανούριε, εἰδωλομανούντων τὴν αὐθάδειαν.
Ἀπὸ πάσης διάσωσον, θλίψεως Φανούριε τὴν Ῥοδόνησον, ἐξ
ἧς ἔλαμψας ὡς ἥλιος, τῇ ἀποκαλύψει τῆς Εἰκόνος σου.
Θεοτοκίον.
Ῥῦσαι Ἄχραντε Δέσποινα, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος,
τοὺς πιστῶς ἐξαιτουμένους σε, βοηθὸν ἐν βίῳ καὶ ὑπέρμαχον.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵλεων ἡμῖν, τὸν Φιλάνθρωπον ἀπέργασαι· καὶ γὰρ ἔχεις
παῤῥησίαν πρὸς αὐτόν, ὡς ἀθλήσας μέχρις αἵματος Φανούριε.
Νόσων χαλεπῶν, συμπαθῶς ἡμᾶς ἀπάλλαξον, προμηθείας σου
φαρμάκῳ δραστικῷ, ὡς φιλάνθρωπος Φανούριε μεγάλαθλε.
Δόσεις ἀγαθάς, δωρεῶν Θεοῦ τῆς χάριτος, μὴ ἐλλίπῃς
ἐξαιτούμενος ἀεί, τῶν Ῥοδίων τῷ λαῷ Μάρτυς Φανούριε.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν· τῶν ἀνθρώπων
γὰρ τὸν μέγα ἰατρόν, ἐξ αἱμάτων σου ἁγίων ἀπεκύησας.
Ὠδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Διάσωσον πειρασμῶν Φανούριε, νοσημάτων καὶ πικρῶν
ἀλγηδόνων, τοὺς καταφεύγοντας πίστει βεβαίᾳ, τῷ παναγίῳ Ναῷ σου ἑκάστοτε, ἐν ᾧ
ἐκλάμπει τηλαυγῶς, ἡ δοθεῖσά σοι χάρις ὡς ἥλιος.
Ὁ ἔνδοξος ἀθλητὰ Φανούριε, τοῦ Κυρίου καὶ Θεοῦ
στρατιώτης, ὁ δυσμενῶν παρατάξεις νικήσας, καὶ δοξασθεὶς τῶν θαυμάτων δυνάμεσι,
δεῦρο φαινόμενος ἡμῖν, συμπαθὴς εὐμενὴς καὶ παρήγορος.
Ὑπέρφωτος ὡς φωστὴρ ἀνέτειλας, ἐκ τῆς Ῥόδου τῇ Χριστοῦ
Ἐκκλησίᾳ, μαρμαρυγαῖς καταυγάζων θαυμάτων, τοὺς προσιόντας σοι ὅλης ἐκ πίστεως,
καὶ εὐφημοῦντάς σου λαμπρῶς, μαρτυρίου τὰ εἴδη Φανούριε.
Θεοτοκίον.
Καταύγασον τὴν ψυχήν μου Δέσποινα, σκοτισθεῖσαν ταῖς
πολλαῖς ἁμαρτίαις· σὺ γὰρ ἀσπόρως συνέλαβες Κόρη, καὶ ἀπεκύησας μείνασα
ἄφθορος, Χριστὸν τὸν Κύριον ἡμῶν, τὸν φωτὸς ἀϊδίου ἀπαύγασμα.
Διάσωσον ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας,
Μεγαλομάρτυς Κυρίου Φανούριε, τοὺς ἐν Ναῷ σου προστρέχοντας τῷ πανσέπτῳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς Ἀθλοφόρος Χριστοῦ ἀκαθαίρετος, Μεγαλομάρτυς Φανούριε
ἔνδοξε, αὐτὸν ἐκτενῶς καθικέτευε, παραπτωμάτων τὴν λύσιν δωρήσασθαι, τοῖς πόθῳ
καρδίας τιμῶσί σε.
Προκείμενον. Ἦχος δ΄.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεί κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (κεφ. ι΄ 16).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν
μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.
Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς
συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε
ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς,
μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί
λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ
λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ
ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι
ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου……
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου……
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Φανούριε ἔνδοξε, Μεγαλομάρτυς Κυρίου, τῇ θερμῇ πρεσβείᾳ
σου, πάντες καταφεύγομεν, ἐκβοῶντές σοι· Πρόφθασον Ἅγιε, συμπαθῶς ἐκ πάσης,
περιστάσεως λυτρούμενος, παντοίων θλίψεων, νόσων συμφορῶν καὶ κακώσεων, παθῶν
ἐπαναστάσεως, καὶ ἀσθενειῶν τοὺς ἱκέτας σου, ὅτι παῤῥησίας, ἐπλούτησας τὴν
χάριν πρὸς Θεόν, μαρτυρικῶς τὸν ἀρχέκακον, καταγωνισάμενος.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός: Ἀμήν.
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπερεύχου ἀπαύστως, τῶν τιμώντων σε ὕμνοις, ἐν
κατανύξει ψυχῆς· σὺ γὰρ ὡς τὸν Σωτῆρα, Χριστὸν ὁμολογήσας, καὶ ἀθλήσας ὡς
ἄσαρκος, ἔχεις πολλὴν παρ᾿ αὐτῷ, τὴν παῤῥησίαν Μάρτυς.
Ῥωμαλέος ἐπέστης, ἐν σταδίῳ κηρύττων, τὸν Βασιλέα Χριστόν,
καὶ θάνατον ἐδέξω, ἵνα ζωὴν κερδήσῃς, τὴν ἀγήρω Φανούριε, ἣν καὶ ἐξαίτει ἡμῖν,
τοῖ μακαρίζουσί σε.
Ἱερεῖς φιλοθέους, ὡς διέσωσας Μάρτυς, αἰχμαλωσίας
πικρᾶς, οὕτω αἰχμαλωσίας, σαρκὸς παθῶν ἀτίμων, ἡμᾶς δεῦρο λυτρούμενος· σὲ γὰρ
καλοῦμεν θερμόν, Φανούριε προστάτην.
Θεοτοκίον.
Λυπηρῶν ἀνηκέστων, τῶν ἐν βίῳ συντήρει, ἀπαρατρώτους
Ἁγνή, καὶ πλήρωσον ἀῤῥήτου, χαρᾶς καὶ εὐφροσύνης, τοὺς ἐν πίστει βοῶντάς σοι·
Χαῖρε Παρθένε σεμνή, τοῦ κόσμου προστασία.
Ὠδὴ η΄. Τὸν Βασιλέα.
Λάμψον τὸ φῶς μοι, τῆς ἐν Χριστῷ σωτηρίας, τῇ
φαιδρότητι τῶν θείων πρεσβειῶν σου, Φανούριε Μάρτυς, Μαρτύρων ἡ ἀκρότης.
Ὡς παῤῥησίαν, πρὸς τὸν Θεὸν κεκτημένος, τὸν τοῖς ἄθλοις
σου μεγάλως δοξασθέντα, Φανούριε αἴτει, ἡμῖν τὴν θείαν χάριν.
Μαρτύρων θείων, ὡς εὐκλεὴς συμπολίτης, ἡμᾶς ἔργασαι Φανούριε
εὐχαῖς σου, πολίτας ἀξίους, τῆς ἄνω βασιλείας.
Θεοτοκίον.
Ἁγίων μείζων, τῷ τοκετῷ σου δειχθεῖσα, καθαγίασον ἡμῶν
τὰς διανοίας, τῶν μακαριζόντων, πιστῶς σε Θεοτόκε.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥοαῖς τῆς χάριτός σου, ταῖς μυροσταγέσι, Μεγαλομάρτυς
Φανούριε ἔνδοξε, πλήρωσον πάντων καρδίας, τῶν εὐφημούντων σε.
Τυράννου τοῦ δολίου, ῥῦσαι τῆς μανίας, τοὺς
καταφεύγοντας Μάρτυς Φανούριε, τῇ ἀηττήτῳ δυνάμει, τῆς προστασίας σου.
Ὑμνοῦμέν σε ἀπαύστως, οἱ κατατρυφῶντες, τῶν δωρεῶν σου
Φανούριε κράτιστε, ὡς τοῦ Χριστοῦ στρατιώτην, ἀκαταμάχητον.
Θεοτοκίον.
Σαρκός μου τὰς ὀδύνας, ἴασαι τελείως, καὶ τῆς ψυχῆς μου
τὰ ἄλγη θεράπευσον, Θεοκυῆτορ ἐν πλούτῳ, τῆς εὐσπλαγχνίας σου.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καὶ τῆς Ἐκκλησίας,
θεοδώρητος χαρμονή· χαίροις Ῥοδονήσου, ὁ μέγιστος προστάτης, τῆς ὑπερκαυχωμένη,
ἐν σοὶ Φανούριε.
Τὸν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, Φανούριον πάντες,
εὐφημήσωμεν οἱ πιστοί, ὅτι προμηθείᾳ, τοῦ κρείττονος ἐδόθη, ἡμῖν ἐν τοῖς
κινδύνοις, ῥύστης καὶ πρόμαχος.
Μέγας ἐν τοῖς ἄθλοις ἀναδειχθείς, χάριτος μεγίστης,
ἠξιώθης ἐν οὐρανοῖς, ἧς τὰς διαδόσεις, Φανούριε πολύτλα, πρυτάνευε πλουσίως,
τοῖς εὐφημοῦσί σε.
Ῥόδος ἡ περίφημος ἐπὶ σοί, Φανούριε χαίρει, καὶ τιμᾷ σε
χαρμονικῶς, ὅτι τὸν Ναόν σου, κατέχει ἰατρεῖον, καὶ σὲ ἐν προστασίαις, Μάρτυς
ταχύτατον.
Δεῦρο φανερούμενος συμπαθῶς, μέγας ἀντιλήπτωρ, τοῖς
προσπίπτουσι εὐλαβῶς, Φανούριε Μάρτυς, τῇ θείᾳ σου Εἰκόνι, καὶ μέλποντας τὰ
ἄθλα, τοῦ μαρτυρίου σου.
Φύλαττε τὴν Ῥόδον ἐκ πειρασμῶν, ἐξ ἧς καὶ ἐγνώσθης,
Ἐκκλησίᾳ τῇ τοῦ Χριστοῦ, τῇ ἀποκαλύψει, τῆς θείας σου Εἰκόνος, Φανούριε
Μαρτύρων, τὸ ἐγκαλλώπισμα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τῇ Εἰκόνι ἀδελφοί, τοῦ θαυματουργοῦ Ἀθλοφόρου, ἐν
κατανύξει ψυχῆς, ἅπαντες προσπέσωμεν, καὶ ἐκβοήσωμεν· Θεομάκαρ Φανούριε,
Μαρτύρων τὸ κλέος, τῶν Ῥοδίων καύχημα, καὶ ἀγαλλίαμα, δίδου τοῖς προστρέχουσι
πόθῳ, τῷ χαριτοβρύτῳ ναῷ σου, τὰ τῆς προστασίας σου γνωρίσματα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ
Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
.
Δίστιχον.
Τῷ Ἐπισκόπῳ τῆς νήσου σου Κυρίλλῳ,
Τῷ Ἐπισκόπῳ τῆς νήσου σου Κυρίλλῳ,
δεῦρο συνεργῶν, Φανούριε, εὐχαῖς
σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου