Παράκλησις Παν.
ΠΑΡΑΜΥΘΙΑΣ.
Διά
τήν ἐν Ῥόδῳ
ὁμώνυμον Ἱεράν Μονήν
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τὸν Δεσπότην τῶν ἁπάντων τεκοῦσα, Παραμυθία Παναγία
Παρθένε, παραμυθίαν δίδου καὶ βοήθειαν, πᾶσι τοῖς προσπίπτουσι, τῇ σεπτῇ Σου
Εἰκόνι, ἥνπερ ἐχαρίτωσας, ἐνεργείᾳ ἀΰλῳ· καὶ πειρασμῶν καὶ νόσων καὶ παθῶν,
ἡμᾶς ἀπάλαττε πάντοτε Δέσποινα.
Δόξα. Ὅμοιον.
Ὡς ἐλυτρώσω πειρατῶν τῆς μανίας, Βατοπαιδίου τὴν ἁγίαν
Μονήν Σου, ἐκ τῆς σεπτῆς Εἰκόνος σου φωνήσασα, οὕτω πάσης θλίψεως καὶ παντοίων
κινδύνων, ῥύου ἡμᾶς Δέσποινα, τῇ θερμῇ ἀρωγῇ σου· παραμυθίαν γάρ σε ἀληθῆ, καὶ
προστασίαν κεκτήμεθα, Ἄχραντε.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν
οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων
κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς· «Παραμύθει ἡμᾶς ὦ Παρθένε. Γερασίμου».
Ὠδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Πηγὴ εὐσπλαγχνίας τῆς θεϊκῆς, Κεχαριτωμένη, τὰς δεήσεις
καὶ τὰς φωνάς, προσδέχου ἡμῶν Παραμυθία καὶ πολυτρόπων ἡμᾶς ῥῦσαι θλίψεων.
Ἀγγέλων ὑπάρχουσα Βασιλίς καὶ πάντων ἀνθρώπων, σωτηρία
καὶ προσφυγή καὶ παραμυθία, Θεοτόκε, ἐν πάσῃ θλίψει ἡμᾶς παραμύθησαι.
Ῥυσθέντες τῆς πάλαι ἐπιδρομῆς, Ἁγνὴ Θεοτόκε, ἐκβοῶμέν
Σοι ἐκ ψυχῆς· πάσης ἀπειλῆς ἐπερχομένης, Παραμυθία ἡμᾶς ἀπολύτρωσαι.
Ἀφθόρως τεκοῦσα τὸν Ποιητήν, Κεχαριτωμένη, Ἀειπάρθενε
Μαριάμ, φθορᾶς παθημάτων καὶ κινδύνων, ταύτην τὴν μάνδραν σου φύλαττε ἄτρωτον.
Ὠδὴ γ´. Οὐρανίας ἀψῖδος.
Μετανοίας πρὸς τρίβον καὶ πρὸς ζωὴν ἔνθεον, πάντοτε
ὁδήγει, Παρθένε, ἐπιστασίᾳ Σου, τοὺς καταφεύγοντας, Παραμυθία, ἐν πίστει, τῇ
σεπτῇ Εἰκόνι Σου καὶ σὲ δοξάζοντας.
Ὑπὸ πλήθους πταισμάτων, κατασχεθεὶς πέπτωκα καὶ ἐν
ἀθυμίᾳ ὑπάρχων, πιστῶς κραυγάζω Σοι· Σύ με ἀνάγαγε, ἐκ τοῦ βυθοῦ τῆς ἀπάτης, ὡς
ἡμῶν βοήθεια, Παρθένε Ἄχραντε.
Θεϊκῆς συμπαθείας ἡ ἱλαρὰ ὄψις Σου, πλήρης καθορᾶται,
Παρθένε, ἐν τῇ Εἰκόνι Σου· διὸ βοῶμέν Σοι, παραμυθίαν παράσχου καὶ δεινῶν
ἐκλύτρωσιν, ἡμῖν τοῖς δούλοις Σου.
Ἐξ ἐφόδου μανίας πειρατικῆς ἔσωσας, τοῦ Βατοπαιδίου,
Παρθένε, πάλαι τὴν μάνδραν Σου· ἀλλὰ διάσῳζε, Παραμυθία, καὶ ταύτην τὴν ἁγίαν
ποίμνην Σου, πάσης στενώσεως.
Διάσωσον, Παραμυθία Παρθένε Θεοκυῆτορ, ἀπὸ πάσης
ὀδυνηρᾶς περιστάσεως, τοὺς καταφεύγοντας πίστει τῇ Σῇ Εἰκόνι.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Πηγὴ ἀγαθῶν, Εἰκών Σου ἡ ὑπέρτιμος, τῇ Σῇ ἀρωγῇ,
Παρθένε ἀναδέδεικται, παραμυθίαν βλύζουσα καὶ ψυχῶν σωτηρίαν καὶ ἔλεος, τοῖς
προσιοῦσιν ἐν πίστει θερμῇ καὶ αἶνόν Σοι θεῖον ἀναφέρουσιν.
Ὠδὴ δ´. Εἰσακήκοα Κύριε.
Ἱερὸν παραμύθιον, ὡς παραμυθία πιστῶν καὶ στήριγμα, τῇ
παρούσῃ ἔσο μάνδρᾳ Σου, τῇ ἀνακειμένῃ σοι Πανύμνητε.
Ἡ Εἰκών Σου ἡ πάντιμος, ἐν ᾗ ἡ γλυκεῖα ὁρᾶται ὄψις Σου,
μυστικὸν ἁγιαστήριον, ταύτῃ τῇ Μονῇ Σου πέλει Δέσποινα.
Μεγαλύνομεν Ἄχραντε, τὴν περὶ ἡμᾶς Σου πολλὴν
προμήθειαν· δαψιλῆ παραμυθίαν γάρ, δίδως Θεοτόκε τοῖς ἱκέταις Σου.
Ἀπὸ πάσης στενώσεως καὶ ἐπαγωγῆς κινδύνων καὶ θλίψεων,
ἀνωτέρους ἡμᾶς φύλαττε, Κεχαριτωμένη Μητροπάρθενε.
Ὠδὴ ε´. Φώτισον ἡμᾶς.
Σκέπη ἀσφαλής, τῆς ἐν Ῥόδῳ θείας μάνδρας Σου, Σὺ
ὑπάρχεις Θεοτόκε ἀληθῶς· διὰ τοῦτο καὶ προστρέχει Σοι ἑκάστοτε.
Ὥσπερ λαμπηδών, τῆς πλουσίας Σου χρηστότητος, ἡ ἁγία
Σου Εἰκὼν προσεφαπλοῖ, ἐν τῇ Ῥόδῳ Θεοτόκε τὰς Σὰς χάριτας.
Πλήρου συμπαθῶς, τὰς αἰτήσεις ἡμῶν πάντοτε, ὡς ἡμῶν
παραμυθία ἀληθής καὶ προστάτις Θεοτόκε καὶ ἀντίληψις.
Ἄνωθεν Ἁγνή, συμπαθείας βλέψον ὄμματι, τοὺς
προσπίπτοντας Ῥοδίους εὐλαβῶς καὶ τιμῶντας, Θεοτόκε, τὴν Εἰκόνα Σου.
Ὠδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Ῥημάτων Σου τὴν εἰσήγησιν, Κόρη, ἐκπληρώσας τῆς Μονῆς ὁ
ἡγέτης, ἐπερχομένη φθορὰ ἀπετράπη· διὸ καὶ νῦν ἀφ᾿ ἡμῶν ἀπομάκρυνον, Παραμυθία,
τοῦ δεινοῦ πολεμήτορος πᾶσαν ἐπίθεσιν.
Θαυμάτων, Παραμυθία τὰ ῥεῖθρα, ἀναβλύζουσα ἡ θεία Εἰκών
Σου, τῶν εὐσεβούντων Ῥοδίων τὰς φρένας, πρὸς εὐκαρπίαν ἀρδεύει σωτήριον· διὸ τῇ
θείᾳ Σου Μονῇ, Θεοτόκε πιστῶς καταφεύγομεν.
Ἐῤῥύσθη, Βατοπαιδίου ἡ μάνδρα, παραδόξως τῇ φωνῇ Σου
Παρθένε, πειρατικῆς ὀλεθρίου ἐφόδου· ἀλλὰ καὶ νῦν πάσης ῥύου κακώσεως, τὴν ἐν
τῇ Ῥόδῳ Σου Μονήν, καυχωμένην ἐν πίστει τῇ κλήσει Σου.
Ναῷ Σου τῷ ἱερῷ Θεοτόκε, προσιόντες οἱ πιστοὶ μετὰ
πόθου, παραμυθίαν καὶ ἔλεος θεῖον καὶ παθημάτων λαμβάνουσιν ἴασιν καὶ
χαριστήριον ᾠδήν, τῇ πολλῇ Σου χρηστότητι ᾄδουσι.
Διάσωσον, Παραμυθία Παρθένε Θεοκυῆτορ, ἀπὸ πάσης
ὀδυνηρᾶς περιστάσεως, τοὺς καταφεύγοντας πίστει τῇ Σῇ Εἰκόνι.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Καταφυγὴ καὶ θερμὸν παραμύθιον, τὴν θαυμαστήν Σου
κατέχοντες πρόνοιαν, Παραμυθίαν καλοῦμέν Σε Δέσποινα, παραμυθοῦσαν ἡμᾶς ἐν ταῖς
θλίψεσι· διό Σου τὴν χάριν κηρύττομεν.
Προκείμενον. Ἦχος δ´.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (κεφ. α´ 39 - 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ
σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν
Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε
τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε
φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς
κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ
γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν
ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς
λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ Μεγαλύνει ἡ ψυχή μου τὸν
Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ
τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ
γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ
Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα. Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν
Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν
ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Μῆτερ Ἀειπάρθενε, τοῦ Ποιητοῦ τῶν ἁπάντων, Παναγία
Δέσποινα, μέγα παραμύθιον καὶ διάσωσμα τῶν βροτῶν, Ἄχραντε, κόπασον τὸν σάλον,
πειρασμῶν καὶ περιστάσεων καὶ πάσης θλίψεως καὶ παραμυθίαν καὶ ἴασιν, χορήγει
ταῖς ψυχαῖς ἡμῶν, τῇ σῇ ἀκενώτῳ χρηστότητι· ἐκ γὰρ τῶν πραγμάτων, Ἁγνὴ
Παραμυθίαν οἱ πιστοί, Σὲ εὐλαβῶς ὀνομάζομεν, ὕμνους Σοι προσάγοντες.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός: Ἀμήν.
Ὠδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐξεπλάγη ἀκούσας ὁ Ἡγούμενος, Κόρη, φωνῆς τῆς θείας
Σου· ἰδὼν δὲ τήν μορφήν Σου, τὴν πλήρη οὖσαν οἴκτου, εὐλαβῶς Σοι ἐβόησε·
Παραμυθία ἡμῶν, Σὺ εἶ Παρθενομῆτορ.
Γεωργίᾳ ἀΰλῳ, τῆς θερμῆς Σου προνοίας, περὶ τὴν ποίμνην
Σου, καρποὺς παραμυθίας καὶ θείας εὐσπλαγχνίας, ἐκτρυγῶμεν κραυγάζοντες· χαῖρε
Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.
Ἐντολῶν πρὸς τὴν τρίβον, τοῦ Σωτῆρος ὁδήγει, ἐπιστασίᾳ
Σου, Ἁγνὴ Παραμυθία, Παρθένε Θεοτόκε, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥαντισμῷ θείας δρόσου, τῶν θερμῶν πρεσβειῶν Σου, σβέσον
τοὺς ἄνθρακας, παθῶν τῶν ἀκαθάρτων, Ἁγνὴ Παραμυθία, τῶν πιστῶς ἐκβοώντων Σοι·
χαῖρε Παρθένε Ἁγνή, Ὑπερευλογημένη.
Ὠδὴ η´. Τὸν Βασιλέα.
Ἀγγέλων δόξα, Παραμυθία Παρθένε, παραμύθησαι ἡμῶν τὰς
διανοίας, τῶν ὑπερυψούντων, τὸν ἄφραστόν Σου τόκον.
Σκέπη καὶ τεῖχος καὶ ἀκλυδώνιστος ὅρμος, ἔσο πάντοτε
Παραμυθία Κόρη, ταύτης τῆς Μονῆς Σου, τῆς πόθῳ Σε τιμώσης.
Ἴασαι πάντας, Παραμυθία Παρθένε, τοὺς προσπίπτοντας τῇ
θείᾳ Σου Εἰκόνι, ἐκ παθῶν καὶ νόσων, σώματος καὶ καρδίας.
Μεγίστην χάριν, ἐκ τῆς ἀχράντου μορφῆς Σου, ἀρυώμεθα
Παραμυθία Κόρη, ὅτε τῇ σεπτῇ Σου, προσπίπτομεν Εἰκόνι.
Ὠδὴ θ´. Κυρίως Θεοτόκον.
Ὁ θρόνος ὁ πυρίπνους, τοῦ πάντων Βασιλέως, τῆς
εὐσπλαγχνίας πηγὴ ἡ ἀκένωτος, Παραμυθία Παρθένε, ἡμᾶς διάσῳζε.
Ὑφέρποντα ὑπούλως, κατὰ τῆς Σῆς ποίμνης, τὸν
σκολιώτατον δράκοντα σύντριψον, Παραμυθία Παρθένε, ἐκδυσωποῦμέν Σε.
Ὑπέρμαχος καὶ σκέπη, ἔσο τῇ Μονῇ Σου, Παραμυθία Παρθένε
καὶ ἔφορος, τῇ ἀφορώσῃ ἀπαύστως, πρὸς τὴν πρεσβείαν Σου.
Ὑμνοῦμέν Σου τὴν χάριν καὶ τὴν προστασίαν, Παραμυθία
Παρθένε Πανύμνητε, ὅτι ἡμᾶς περιέπεις καὶ σῴζεις πάντοτε.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Ἤνοιξας τὸ στόμα Σου τὸ σεπτόν, ἐκ τῆς Σῆς Εἰκόνος, καὶ
διέσωσας θαυμαστῶς, Κόρη τὴν Μονήν Σου· ὅθεν τὴν Σὴν Εἰκόνα, Παραμυθίαν
ἅπαντες, ὀνομάζομεν.
Ἔκπληκτος ἐγένετο τῆς φωνῆς, ἀκούσας Παρθένε, ἐξ
Εἰκόνος Σου τῆς σεπτῆς, τῆς Μονῆς ὁ ἄρχων· ὅθεν Παραμυθία, εἰκότως παρὰ πάντων,
Ἁγνὴ ὠνόμασται.
Χάριν ἡμῖν δίδου καὶ ἀρωγήν, ὦ Παραμυθία, ὡς προστάτις
ἡμῶν θερμή καὶ ὁδήγει πάντας, ἡμᾶς πρὸς σωτηρίαν, ὡς ἂν τῷ Θεῷ Λόγῳ,
εὐαρεστήσωμεν.
Χαίρει ἡ Μονή Σου ἡ ἱερά, ἡ ἐν Ῥόδῳ οὖσα, τῇ θερμῇ Σου
ἐπισκοπῇ καὶ τὴν Σὴν Εἰκόνα, ὡς στέφος κεκτημένη, Παραμυθία Κόρη, ἀεὶ δοξάζει
Σε.
Πάντες οἱ προστρέχοντες εὐλαβῶς, τῇ σεπτῇ Σου μάνδρᾳ,
κεκτημένη ὡς θησαυρόν, ὦ Παραμυθία, τὴν θείαν Σου Εἰκόνα, καρποῦνται τὰς
αἰτήσεις, τῇ Σῇ χρηστότητι.
Αἴτει ἡμῖν Κόρη τὸν ἱλασμόν, παρὰ τοῦ Υἱοῦ Σου καὶ
καρδίας τὸν φωτισμόν καὶ παθῶν τὴν λύσιν, Ἁγνὴ Παραμυθία, τοῖς πόθῳ ἀνυμνοῦσι,
τὰ μεγαλεῖά Σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ Σῇ παναγία Εἰκόνι,
Παραμυθία Ἁγνή, πάσης περιστάσεως καὶ συμφορῶν καὶ παθῶν, ἀνωτέρους διάσῳζε, τῇ
Σῇ προστασίᾳ καὶ παράσχου ἅπασι παραμυθίαν τὴν Σήν, λύουσα πικρὰν ἀθυμίαν καὶ
χαρὰν βραβεύουσα θείαν καὶ εἰρήνην, Δέσποινα, οὐράνιον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ὁ
Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δίστιχον.
Παραμυθία τῇ Σῇ Θεοκυῆτορ,
Παραμυθία τῇ Σῇ Θεοκυῆτορ,
Γεράσιμος ῥύεται θλίψεως πάσης.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου