Πέμπτη 6 Οκτωβρίου 2016

Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ ἀρχιεπ. Μύρων.



Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ ἀρχιεπ. Μύρων.
Ποίημα Ἐπισκόπου Ἀργυρουπόλεως Σεραφείμ
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ’. Ταχύ  προκατάλαβε.
Τοῦ Ἱεράρχου τῇ πανσέπτῳ εἰκόνι, πιστοί προσπέσωμεν αὐτῷ ἐκβοῶντες, οἱ ἁμαρτίαις πολλαῖς ἐγκιλινδούμενοι· σπεῦσον, ὦ Νικόλαε, Ἱεράρχα Κυρίου, σαῖς πρός Φιλάνθρωπον ἱεραῖς ἱκεσίαις, παντός κινδύνου, λύπης καί φθορᾶς καί δεινῶν νόσων, ἀπάλλαξον ἅπαντες.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Ο σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν, Δέσποινα, ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.
        
Ν´  Ψαλμός.
λέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

       Ὁ Κανών, ἔχων ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις, «ΣΕΡΑΦΕΙΜ».
Ὠδή α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.
Ταῖς προσευχαῖς σου, ἱερέ Νικόλαε, ἐκδυσωπῶν τόν Θεόν, τό σκοτεινόν  νέφος, τό τῆς ἀθυμίας μου, Παμμάκαρ, διασκέδασον, θυμηδίας ὑπάρχων  καί  εὐθυμίας ἀνάπλεως, τῷ Παμβασιλεῖ παριστάμενος.
Ταῖς τῶν παθῶν με τρικυμίας, πάντοθεν περικυκλούμενον καί λογισμῶν σάλῳ τήν ψυχήν μου δονούμενον, ἐπί λιμένα εὔδιον τῶν Χριστοῦ θελημάτων, ταῖς προσευχαῖς σου κυβέρνησον, ὅπως  σέ  δοξάζω, Νικόλαε
Τῶν Ἀποστόλων καί Ὁσίων σύσκηνος ἀποδεικνύμενος  καί  θεϊκῆς  αἴγλης  πάντοτε  πληρούμενος, τούς  τήν  σεπτήν  σου σήμερον προσκυνοῦντας εἰκόνα, φωτός μετόχους ἀνάδειξον εὐχαῖς σου, παμμάκαρ Νικόλαε.
Θεοτοκίον.
Σέ τήν ἐν  σπλάχνοις  δεξαμένην, Ἄχραντε, τό πῦρ  τό  ἄστεκτον, ἐκδυσωπῶ πίστει, τῆς  γεένης ῥῦσαί με καί τῆς ἀποκειμένης μου, διά πλῆθος  πταισμάτων, κολάσεως ἐλευ-θέρωσον, σοῦ ταῖς εὐπροσδέκτοις δεήσεσιν.
Ὠδή γ’. Σύ εἶ τό  στερέωμα.
να σε δοξάζωμεν  καί σέ  πρεπόντως  γεραίρωμεν, δίδου  ἡμῖν, Νικόλαε μάκαρ, τήν εἰρήνην πρεσβείαις σου.
Κόπασον, Νικόλαε, ταῖς σαῖς θερμαῖς παρακλήσεσι, τάς καθ’ ἡμῶν ἐπανισταμένας ἀσθενείας δεόμεθα.
ῦσαί με, Νικόλαε, περικυκλούμενον πάθεσι καί πειρασμοῖς καί κινδύνοις πλείστοις, ταῖς λιταῖς  σου  καί  σῶσον με.
Θεοτοκίον.
χω Σε, Πανάσπιλε, βίου προστάτην καί τεῖχος ἄρρηκτον· διό δεινῶν τοῦ ματαίου βίου, οὐ πτοοῦμαι τήν ἔφοδον.
Διάσωσον, ταῖς πρός Θεόν σου, Νικόλαε, ἱκεσίαις, πάσης βλάβης καί ἐπηρείας τοῦ ὄφεως, τούς σέ διδάσκαλον, Πάτερ, πλουτοῦντας.
πίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τὴν χαλεπήν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Παθῶν ψυχικῶν ἀπάλλαξον, Νικόλαε, καί δίδου ἡμῖν ζηλοῦν ἀεί τά κρείττονα καί τόν βίον ἐνάρετον, τοῖς ἐγκύπτουσι, Πάτερ, τοῖς ἔργοις σου, ἐξ ὧν πηγάζει ζωῆς γλυκασμὸς, εὐφραίνων καί τέρπων τούς θεόφρονας.

Ὠδή δ’. Εἰσακήκοα Κύριε.
Νόσοις πλείστοις, Νικόλαε, καί πολλοῖς τοῖς  πταίσμασι περικείμενος· πρόφθασόν με ῥῦσαι, πάνσεπτε, ταῖς πρός τόν Δεσπότην ἱκεσίαις σου.
 ἀθώους  τυγχάνοντας  νέους  τρεῖς, θανάτου  ἀπαλλαξάμενος, σπεῦσον ῥῦσαί με, Νικόλαε, τῆς  αἰωνιζούσης κατακρίσεως.
Κατακρίσεως ἄξιος, ζῶν ἐν ἀμελείᾳ εἰμί ὁ ἄθλιος, ταῖς  λιταῖς σου, ὦ Νικόλαε, μετανοίας ὅρμῳ με ὁδήγησον.
Θεοτοκίον.
υπωθέντα  με κάθαρον  καί  νενεκρωμένον με, Σύ ἀνάστησον, Θεοτόκε  Ἀειπάρθενε,  τῶν  νεκρούς  ζωώσαντα  κυήσασα.

Ὠδή ε’. Ἵνα τί με ἀπώσω.
κλινεῖ  διανοίᾳ, πρός  τόν  ἐπουράνιον  ἀνῆλθες  Κύριον, παρ’ Οὗ  καί  τήν  χάριν  τῶν  μεγίστων θαυμάτων ἀπείληφας, Νικόλαε μάκαρ· διό  ἡμᾶς  τούς  σούς  ἱκέτας, τῶν  δεινῶν  καί  νόσων  ἀπάλλαξον.
ν τῇ θείᾳ σου μνήμῃ, Ἱερέων, Νικόλαε, σύλλογος  τέρπεται καί  πιστῶν  χορεῖαι, τῶν θαυμάτων  τῶν  σῶν  ἀπολαύουσαι, ἐν  χαρᾷ τρυφῶσι  καί  ὡς  εἰκός σε  ἀνυμνοῦσι  καί  προστάτην  καλοῦσί σε μέγιστον.
Λαμπρυνθείς  θείᾳ  αἴγλῃ, ὤφθη ἡ  καρδία  σου ὄντως Παράδεισος, τῆς  ζωῆς  τό  ξῦλον  κεκτημένη  ἐν  μέσῳ  τόν  Κύριον· Ὅν  δυσώπει, Πάτερ, Παραδείσου ἀπολαῦσαι  τῆς  τρυφῆς  καί  τῆς  δόξης  τούς  δούλους  σου.
Θεοτοκίον.
νατίθημι, Κόρη, πάσας  ἐπί  Σοί  τάς  ἐλπίδας  τῆς  σωτηρίας μου· διό δυσωπῶ Σε, μή  παρίδῃς  δεινῶς  με  ποντούμενον συμφορῶν  πελάγει, ἀλλά  τήν  Σήν  δίδου μοι χεῖρα, ὡς  τῷ Πέτρῳ    Υἱός  Σου  καί  σῶσον  με.

Ὠδή στ’. Την  δέησιν  ἐκχεῶ.
Χειμάζει με τῶν κινδύνων ὁ σάλος, οὐκ  ἰσχύει  δέ βυθίσαι  με, μάκαρ·  σέ  γάρ  ἀεί κυβερνήτην πλουτήσας, πρός  γαληνόν  τόν  λιμένα  ἰθύνομαι  καί  φθάνω  μέχρις  οὐρανοῦ, διά  σοῦ  Ἱεράρχα  Νικόλαε.
λάσθητι  τοῖς  σοῖς  δούλοις, παμμάκαρ, καί  ὑγείας  τήν  ἀντίληψιν  δίδου, ὡς  ἀγαθός  καί  φιλάνθρωπος  φύσει,    τῶν  δεινῶν  καί  τῶν  θλίψεων λύτρωσαι, ταῖς  θείαις  σου  πρός  τόν  Θεόν μεσιτείαις, θεόφρον  Νικόλαε.
Λυτρούμενος  ἐκ θανάτου, ὡς  ὤφθης, τούς ἀθώους  πρίν, ὦ Πάτερ, στρατηλάτας, οὔτω  καί  νῦν  περιστάσεως  πάσης  ἡμᾶς  καί  νόσων, Νικόλαε, λύτρωσαι, πρεσβείαις  σου  ταῖς  ἱεραῖς, ἵνα  πόθῳ  τιμῶμεν  τήν  μνήμην  σου.
Θεοτοκίον.
Φιλάγαθε, νυσταγῷ βαρούμενον ῥαθυμίας με, θερμῇ Σου ἱκεσίᾳ ἔγειρον νῦν  καί  μή  δώῃς ὑπνῶσαι  τῆς  ἁμαρτίας  Σόν  δοῦλον  τόν  θάνατον· προστάτην  γάρ  καί  ὁδηγόν, τῆς  ἐμῆς  ζωῆς, Παρθένε,  ἐπιγράφομαι.
πίβλεψον μετ’εὐμενείας, Νικόλαε μάκαρ, καί  πᾶσαν θλίψιν  λιταῖς  σου  ἀπέλασον, ἐκ  τῶν  ψυχῶν  ἡμῶν  τῶν  οἰκετῶν  σου.
χραντε, ἡ  διά  λόγου  τόν  Λόγον  ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων  τῶν  ἡμερῶν  τεκοῦσα δυσώπησον, ὡς  ἔχουσα  μητρικήν  παρρησίαν.

Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος δ’.
Ταῖς τῶν θαυμάτων  ἀκτῖσι, Νικόλαε, καταφαιδρύνεις  ὑφήλιον ἅπασαν  καί  λύεις  τόν  ζόφον  τῶν  θλίψεων  καί  τῶν  κινδύνων  ἐλαύνεις  τήν  ἔφοδον, προστάτης  ὑπάρχων  θερμότατος.
Προκείμενον.
Ο  Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται  δικαιοσύνην  καί  οἱ  Ὅσιοί  Σου  ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχ. Καυχήσονται Ὅσιοι  ἐν  δόξῃ καί  ἀγαλλιάσονται  ἐπί  τῶν  κοιτῶν  αὐτῶν.

Εὐαγγέλιον  εἰς  Ἱεράρχην (ἐκ  τοῦ  κατά  Ἰωάννην).

Δόξα.  Ταῖς τοῦ Ἱεράρχου……
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου……
Στίχ. Ἐλέησόν με ὁ Θεὸς,………
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
παντα  τόν  βίον  μου, ἐν  ἀμελείᾳ  διάγων  καί  πρό  τέλους  ἔφθασα, ἄκαρπος ὁ δείλαιος, Ὑπεράγαθε, πονηρῶν πράξεων ἐπιφέρων μόνον, νῦν  φορτία τά  δυσβάστακτα, ἅπερ, Φιλάνθρωπε, σκόρπισον ῥοπῆ  τοῦ  ἐλέους  Σου  καί  δίδου μοι κατάνυξιν  καί  ἐπιστροφήν  τήν  σωτήριον, ταῖς  τοῦ  Νικολάου  πρεσβείαις  εὐπροσδέκτοις    Θεός, ὅν εἰς  πρεσβείαν  προσάγω Σοι  καί  τήν  Σε  κυήασασαν.
Ὑπό  τοῦ  Ἱερέως    λιτανευτική  ἱκεσία:
       Σῶσον    Θεός  τόν  λαόν  Σου……. 
       λέει  καί  οἰκτιρμοῖς……. 
  χορός: μήν.

Ὠδή ζ’. Παῖδες  Ἑβραίων.
ύστης  πλεόντων ἀνεδείχθης, ὦ  Νικόλαε, καί  τῶν  χηρῶν προστάτης, ὀρφανῶν τε λιμήν καί πλουτιστής  πενήτων· διό  καί  ἡμᾶς λύτρωσαι  ἐκ  κινδύνων  σαῖς  πρεσβείαις.
Ξένα, Νικόλαε, ἐργάζῃ ἐν θαλάσσῃ  μακράν  καί  ἐν πάσῃ ὑφηλίῳ, ταχυδρόμους  ἀεί  καί  πάσχοντας  προφθάνων  καί  τούτους  ἐκλυτρούμενος,  ἐκ  νόσων  καί  κινδύνων.
Νόσων  παντοίων  καί  κινδύνων, ἰατρός  φανείς, Νικόλαε  τρισμάκαρ, τῆς  ψυχῆς  μου  διό  θεράπευσον τήν  νόσον καί  εὐρωστίαν  δώρησαι  ἐμοί  τῷ  σῷ  ἱκέτῃ.
Θεοτοκίον.
παρον  χεῖρας  Σου, Παρθένε, πρός  τόν  εὔσπλαχνον  Θεόν  καί  Βασιλέα· καί  δεινῶν  συμφορῶν  καί  νόσων  καί  κινδύνων, τῇ κραταιᾷ  πρεσβείᾳ  Σου, ἐξελοῦ τούς Σούς  ἱκέτας.

Ὠδή η’. Τόν Βασιλέα.
Τούς πειρασμῶν νῦν περισχεθέντας τῷ βάθει, σούς  οἰκέτας, Νικόλαε, σῶσον καί  δός  ἡμῖν  τήν  λύσιν  αὐτῶν σαῖς  ἱκεσίαις.
ς  ἐν  τρυφῇ  αὐλιζόμενος, μάκαρ, οὐρανῶν  τῆς  δόξης  ἀπολαύων, τούς  σέ  ἀνυμνοῦντας  διάσωζε  εὐχαῖς  σου.
Τῷ ἀπροσίτῳ  ἐλλαμφθείς  φωτί, Πάτερ, τάς  ψυχάς  τῶν  ἐν  θλίψει αὐγάζεις, διαλύων πάντα τῶν πειρασμῶν τόν  ζόφον.
Θεοτοκίον.
σχύεις, Κόρη, τόν  ἐν  ἰσχύει  τεκοῦσα, εὐσυμπάθητον  Σωτῆρα  τοῦ  κόσμου·  διό  τῇ θερμῇ Σου  προστρέχω  βοηθείᾳ.

Ὠδή θ’. Κυρίως Θεοτόκον.
Γνωρίζει  πᾶσα  κτίσις, Νικόλαε  μάκαρ, σῶν  ἀρετῶν  καί  θαυμάτων  τό  πέλαγος· διό  καί  χαίρει  προστάτην  σε  ὀνομάζουσα.
Νικόλαε  παμμάκαρ, σῶζε  ἐκ  κινδύνων, τούς  σούς  οἰκέτας,  πιστῶς  σε  δοξάζοντας, ὡς  μιμητής  τοῦ  Σωτῆρος  ἀξιοθαύμαστος.
Τρυφῶν ταῖς οὐρανίαις θείαις  λαμπηδόσι, θεομακάριστε πάτερ Νικόλαε· τῇ προστασίᾳ σου σῶσον  ἡμᾶς  καί  σκέπασον.
Θεοτοκίον.
Μαρία  Θεοτόκε, τήν  κεκακωμένην  τῇ  ἁμαρτίᾳ  ψυχήν  μου  ἀγάθυνον  καί  ἀγαθῶν  αἰωνίων  μέτοχον  ποίησον.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Νικόλαε  μάκαρ, πάρεσο  νῦν, προστάτης  καί  φύλαξ  καί ἐκ  βλάβης  παντοδαπῆς, ἡμᾶς  ῥῦσαι  πάντας, ἐν  γῇ  καί  ἐν  θαλάσσῃ,  τούς  σέ  θερμῶς  φωνοῦντας  καί  μεγαλύνοντας.
Χαίροις  τῶν  Πατέρων  κλέος  στερρόν  καί  τό  τῆς  Τριάδος  ἐνδιαίτημα  καθαρόν, τῶν  πιστῶν  προστάτης  καί  καταπονουμένων  βοήθεια  καί σκέπη, πάτερ  Νικόλαε.
ν  νόσοις  σε  ἔχομεν  ἰατρόν, ἐν  κινδύνοις  ῥύστην, κηδεμόνα  ἐν  ὀρφανοῖς, ἐν  πένησι  πλοῦτον, ἐν  θαλάσσῃ  σωτῆρα  καί  χαρμονήν  ἐν  θλίψει, σοφέ  Νικόλαε.
ρφανῶν  προστάτην σε  καί  χηρῶν, πεινόντων  τροφέα, πενομένων  τε  πλουτιστήν, αἰχμαλώτων ῥύστην, πλεόντων  σέ  σωτῆρα  κεκτήμεθα, παμμάκαρ,  σοφέ  Νικόλαε.
λεως γενοῦ  μοι  τῷ ταπεινῷ, ὅτι  πλήν  Σου  ἄλλην  οὐ  γινώσκω  καταφυγήν, ὁ  ἐν  ἁμαρτίαις παντοίαις πεπλησμένως, ἐλέησόν  με μόνη Χριστιανῶν  ἐλπίς.
Τρισγιον
ερεύς. Ὃτι σου ἐστιν…..

Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το διεχν·
Ἦχος β’. Ὅτε  ἐκ  τοῦ  ξύλου  Σε  νεκρόν.
Χάριν  εἰληφώς  παρά  Θεοῦ, πᾶσι  χορηγεῖς  τάς  ἰάσεις,  ὑπό  τήν  σκέπην  σου, ἅγιε  Νικόλαε, τοῖς  σοί  προστρέχουσι· φυγαδεύεις  δαίμονας δέ,   ἀνίατα  πάθη πάντων  θεραπεύεις  δε  τῇ  προστασίᾳ  σου. Ὅθεν καί  ἡμεῖς  δυσωποῦμεν, πρέσβευε  πρός  Κύριον  πάσης λυτρωθῆναι  βλάβης  τούς  ὑμνοῦντάς  σε.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πάσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον με ὑπό τήν σκέπην Σου.

   Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου