Πέμπτη 6 Οκτωβρίου 2016

Παράκλησις ἁγ. ΠΑΪΣΙΟΥ - ΠΑΝΑΓΗ Μπασιᾶ.



Παράκλησις ἁγ. ΠΑΪΣΙΟΥ - ΠΑΝΑΓΗ Μπασιᾶ.
Ποίημα ἀρχιμ. Γαρβιήλ Σταματελάτου,
Κουτλουμουσιανοῦ - Κεφαλλῆνος
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ’. Ταχύ  προκατάλαβε.
Ταχύ προκατάλαβε, πάτερ Παΐσιε, καί  σῶσον  τούς  δούλους  σου  τῶν  ἐνεστώτων  δεινῶν  καί  πάντων  τῶν θλίψεων· ἔχεις  γάρ  πρός  τόν  Κτίστην  καί  Θεόν  παρρησίαν, πάρεσο  οὖν  ἐν  τάχει, τοῖς  πιστῶς  σέ  καλοῦσι, τήν  σήν  νῦν  προστασίαν  καί σκέπην  δωρούμενος.
Δόξα. Ὁ  αὐτός. Ὁ  ὑψωθείς  ἐν  τῷ  Σταυρῷ.
Τοῦ  Ἱερέως  τῇ  πανσέπτῳ  εἰκόνι, πιστοί  προσπέσωμεν, αὐτῷ  ἐκβοῶντες, οἱ  ἁμαρτίαις πολλαῖς ἐγκυλινδούμενοι· σπεῦσον, ὦ  Παΐσιε, Ἱερεῦ  τοῦ  Κυρίου, σαῖς  πρός  τόν  Φιλάνθρωπον ἱεραῖς  ἱκεσίαις· παντός  κινδύνου, λύπης  καί φθορᾶς  καί  δεινῶν  νόσων  ἀπάλλαξον  ἅπαντας.
Καί  νῦν. Ὁ  αὐτός. Θεοτοκίον.
Τήν  χαριτόβρυτον  πιστοί  τῆς  Παρθένου,  τῆς  Διωτίσσης τήν θείαν  εἰκόνα, προσκυνοῦντες  ἐν  πίστει,  χαρμονικῶς  βοήσωμεν  Αὐτῇ· χαίροις    ἀένναος  ποταμός  τῶν  θαυμάτων,  τούς  πίστει  προστρέχοντας  ἅπαντας  καταρδεύων·  τήν  προστασίαν  ἔχοντες  τήν  Σήν, Σέ  ἀνυμνοῦμεν  Διώτισσα  Πανάχραντε.

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

  Κανών  τοῦ  Ἁγίου. Ὠδή α’.
Ἦχος πλ. δ’. Ὑγράν  διοδεύσας.
ημάτων ψυχῆς  μου  τῆς  ταπεινῆς  ἐπάκουσον, μάκαρ,  καί  παράσχου  μοι  συμπαθῶς, τῆς  σῆς  ἀντιλήψεως  τήν  χάριν, ὅσιε  Πάτερ, θεόφρον  Παΐσιε.
ς  δῶρον  πλουτήσαντες ἱερόν, Παΐσιε πάτερ, τόν  σόν  τάφον, τά  νῦν  αὐτῷ  προσφεύγομεν  τούτῳ  πάσῃ  ὥρᾳ  καί  παντός  πόνου  ταχέως  λυτρούμεθα.
Νοσοῦσαν μου  ἴασαι  τήν  ψυχήν, Παΐσιε  τρισμάκαρ, τῶν  νοσούντων ὁ  ἰατρός  καί  βαίνειν τάς τρίβους  τοῦ  Κυρίου, σῇ  μεσιτείᾳ, παμμάκαρ, ἐνίσχυσον.
Θεοτοκίον.
Κυρίως  Σέ οἴδαμεν ἀληθῶς  πάντες  Θεοτόκον, τάς  ἐλπίδας  μετά  Θεόν  ἐπί  Σοί  ἐναποθέτοντες  σωθῆναι, ταῖς  Παϊσίου  λιταῖς  νῦν ἐλπίζομεν.

Ὠδή γ’. Οὐρανίας  ἀψίδος.
χοντές σε μεσίτην  πρός  τόν  Θεόν, Ἅγιε, Ληξουραῖοι πάντες  τιμῶμέν  σε  καί  γεγαίρομεν, πάτερ  Παΐσιε, τούς  σέ  πιστῶς  εὐφημοῦντας, πειρασμῶν  ἀπάλλαξον  τῇ  μεσιτείᾳ σου.
Δαιμονίων ἐνέδρας τάς ἀπεινεῖς, Ὅσιε, πάσας  ὑπεξῆλθες  πανσόφως, πάτερ  Παΐσιε,  ἐπί  πολίτευμα  ἐν  οὐρανοῖς κεκτημένος· ὅθεν  ἱκετεύω σε, σύ  μοί  προΐστασο.
κετεύω σε, μάκαρ, τήν  ψυχικήν  σκότωσιν  καί  τήν  τῆς  σαρκός  ἀρρωστίαν ταχέως  ἴασαι· σύ  γάρ  τοῦ  αἴροντος  τάς  ἀσθενείας  τοῦ  κόσμου, τήν  πτωχείαν  ἔστερξας, πάτερ  Παΐσιε.
Παρρησίαν  ὡς  ἔχων  πρός  τόν  Θεόν, Ἅγιε,  ὡς ἐπί  τῆς γῆς  διατρίψας  ἐν  ὁσιότητι, Ὧ  σύ  ἐλάτρευσας, Πάτερ, μή  παύσει  πρεσβεύων, ὑπέρ  τῶν  τιμώντων  σε, θεῖε  Παΐσιε.
Θεοτοκίον.
Τήν  ποίμνην  ταύτην, θεοχαρίτωτε Δέσποινα, πάσης  ἐπηρείας  τοῦ  βίου  καί  περιστάσεως, τήρει  ἀπήμονον, ἀλλά  καί  ταύτην  συντήρει, Σοί  δυνάμει  ἄτρωτον, θεία  Διώτισσα.
Διάσωσον, ἀπό  κινδύνων  τούς  δούλους  σου, θεοφόρε, ὧν  ἐκ  Θεοῦ προστάτης γεγένησαι  καί  φύλαξ  καί  ῥύστης  τούτων, Παΐσιε.
πάκουσον, Διώτισσα  Κόρη Θεογεννῆτορ, τάς  ἱκεσίας, Παρθένε, τῶν  δούλων  Σου  καί  λύτρωσαι  ἡμᾶς  ἐκ  παντοίων  κινδύνων.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης  θερμός  ὑπάρχεις, ὦ  Παΐσιε, τοῖς  πόθῳ  θερμῷ τῷ  τάφῳ  σου  προστρέχουσι  καί  πίστει  γεραίρουσι  καί  βοῶσί σοι, μακάριε· ὅθεν  κινδύνων  λύτρωσαι ἡμᾶς, ὡς  φύλαξ  ἄγρυπνος  καί  μέγας  πρόμαχος.

Ὠδή δ’. Εἰσακήκοα Κύριε.
Νέος σύ νῦν  ἀνέτειλας, φαεινός  καί  λαμπρός  ἀστήρ  τῇ Ἐκκλησίᾳ, Ἅγιε, τούς  πάντας  καταυγάζων  καί  φωτίζων  τούς  εὐσεβεῖς, Παΐσιε.
Θεοφόρε Παΐσιε, πάντας  σοῦ    βίος βροτούς  ἐξέπληξε  καί  οὐράνια  στρατεύματα, σοῖς  ἀγῶσι, Πάτερ, ὑπερηΰφρανας.
Τούς  θορύβους  τοῦ  βίου  μου, Ὅσιε, κόπασον  ταῖς  πρεσβείαις  σου  καί  τόν  κλύδωνα  κατεύνασον  τῶν  παθῶν, ψυχῆς  καί  τοῦ  σαρκίου μου.
Τῶν Κεφαλληνέων  ἀγλάϊσμα, δόξα  οἰκουμένης, Ληξουραίων καύχημα ἀνεδείχθης, ὦ Παΐσιε, Ἐκκλησίας  κλέος  δέ  καί  ἑδραίωμα.
Θεοτοκίον.
δυνῶν  ἐλευθέρωσον, τῶν  κατά  ψυχήν  καί  σῶμα, Πανάμωμε, πάντων  ἡμῶν, θεῖα  Διώτισσα, τούς  τά  μεγαλεῖα  Σου  δοξάζοντας.

Ὠδή ε’. Ἵνα  τί  μέ  ἀπώσω.
ν  νυκτί  καί  ἡμέρᾳ, σέ  ἐπικαλοῦμαι τόν  μέγαν  προστάτην  μου, ἐν  παντί  με  τόπῳ  καί  καιρῷ  διαφύλαξον  ἄτρωτον, ἀπό  πάσης βλάβης  καί  ἐπηρείας  ἐναντίων, τόν  εἰς  σέ  τήν  ἐλπίδαν  μου  θέμενον.
ναιμάκτους  θυσίας  λειτουργῶν  προσέφερες Θεῷ, τρισόλβιε, Ἱερεύς  ὑπάρχων  τοῦ  Ὑψίστου, Παΐσιε  ἀοίδημε· ἀλλά  Τοῦτον, Πάτερ, ἐκδυσωπῶν  μή  διαλείπῃς, ὑπέρ  τῶν  πίστει  τιμώντων  σε.
ς  τό  βάρος  βαστάσας  τῆς  ἡμέρας, οἶα  ἐργάτης  δόκιμος  καί  τό  δεδομένον  τάλαντον  αὐξήσας  ἀκήκοας, τῆς  φωνῆς  τῆς  θείας, δεῦρο  δή, ὦ  πιστέ  μου  δοῦλε, εἴσελθε  εἰς  τήν χαράν  τοῦ  Κυρίου  σου.
Θεοτοκίον.
Κόσμου  οὖσα  προστάτης, Μῆτερ  Διώτισσα  ἀειπάρθενε, Σύ  μέ  κυβέρνησον, ὁδήγησόν  με  εἰς  εὐθεῖαν  ὁδόν  καί  κατεύθυνον, πρός  δικαιοσύνης  τρίβους  ὀρθάς  τόν  λογισμόν  μου, τῆς  ψυχῆς  τάς  πορείας ἰθύνουσα.

Ὠδή  στ’. Τήν  δέησιν  ἐκχεῶ.
Θανάτου  φθοροποιοῦ ἀπάλλαξον  τήν  ψυχήν  μου, ὦ Παΐσιε  πάτερ, τῷ  τῷ  τάφῳ  σου  ἐν  πίστει προσφεύγοντι  καί ῥῦσαι  πρεσβείαις  σου, ἐκ  πάσης  νόσου  χαλεπῆς  καί  δεινῶν  συνεχῶν  περιστάσεων.
ς  ἄλλον  Σαμουήλ    Κύριος, ἐγνωκώς  τό  εὐγενές  τῆς  ψυχῆς  σου, ἱερουργόν, ὦ  τρισμάκαρ, προκρίνει  τῆς  Ἐκκλησίας  Ληξουραίων, Παΐσιε, ἧν  ὧσπερ  πάγκαλος  ποιμήν, πρός  νομάς  Παραδείσου  ὡδήγησας.
ς  τεῖχος  καταφυγῆς  κεκτήμεθα  καί  ψυχῶν  ἀσφαλῆ  σωτηρίαν  καί  γλυκασμόν  ἐν  ταῖς  θλίψεσι, μάκαρ, καί  τῇ  μορφῇ  σου  ἀεί  ἐγκαυχώμεθα, Παΐσιε, καί  νῦν  ἡμᾶς, ἐκ  παντοίων  κινδύνων  διάσωσον.
Θεοτοκίον.
άτρευσον  τήν  ψυχήν  μου  νοσοῦσαν, δραστικῷ Σου, Θεοτόκε, φαρμάκῳ  καί  τόν  Υἱόν  καί  Θεόν  Σου  δυσώπει, μετά  σεπτοῦ  Παϊσίου, ῥυσθῆναι  με γεέννης  ἐκείνης  τοῦ  πυρός  καί  τυχεῖν  οὐρανοῦ  ἀπολαύσεως.
Διάσωσον, ἀπό  κινδύνων  τούς  δούλους  σου, θεοφόρε, ὧν  ἐκ  Θεοῦ προστάτης γεγένησαι  καί  φύλαξ  καί  ῥύστης  τούτων, Παΐσιε.
 πάκουσον, Διώτισσα  Κόρη Θεογεννῆτορ, τάς  ἱκεσίας, Παρθένε, τῶν  δούλων  Σου  καί  λύτρωσαι  ἡμᾶς  ἐκ  παντοίων  κινδύνων.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β’. Τοῖς  τῶν  αἱμάτων  σου.
Τῇ προστασίᾳ  σου  σπεύδοντες, Ἅγιε, τῶν  πατρικῶν  δωρεῶν  σου  πληρούμεθα, Χριστόν  μεγαλύνοντες, Ὅσιε,  τόν  σέ προστάτην ἡμῖν  ἀναδείξαντα, Παΐσιε Ληξουρίου  ἀγλαϊσμα.

Τό α’ Ἀντίφωνον  τοῦ  δ’ Ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Εὐαγγέλιον ἐκ  τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμη ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατὲ τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, κα! μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου……
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου……
Στίχ. Ἐλέησόν με ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός Σου  καί  κατά  τό  πλῆθος  τῶν  οἰκτιρμῶν  Σου, ἐξάλειψον  τό  ἀνόμημά  μου.
Προσόμοιον. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
λην  ἀποθέμενος  ἐν  οὐρανοῖς  τήν  ἐλπίδα, τό  θεῖον  μελέτημα  ταμιεύσας  ἔνδοθεν,  ἐχαλίνωσας  τόν  δεινόν  δράκοντα, τόν  πολλούς  τρώσαντα  καί  Σταυροῦ  δυνάμει, Ὅσιε, νέκρωσας,  τέλειον  βίον  ἐβιώσω  ἰσάγγελον, Πατέρων  τε  γενόμενος  πάντων  ἀκροθίνιον ἔξοχον· ὅθεν  ἐντυγχάνων  μεγίστης  παρρησίας  προς  Χριστόν, ὑπέρ  ἡμῶν  καθικέτευε, μέγιστε  Παΐσιε.
Ὑπό  τοῦ  Ἱερέως    λιτανευτική  ἱκεσία:
       Σῶσον    Θεός  τόν  λαόν  Σου……. 
       λέει  καί  οἰκτιρμοῖς……. 
  χορός: μήν.

Ὠδή ζ’. Οἱ  ἐκ  τῆς  Ἰουδαίας.
Διανοίᾳ  εὐθείᾳ  καί  ἀγάπῃ  τελείᾳ  καί  σεμνοῖς  ἤθεσι  καί  πᾶσι  ἐπιδόσει, ἀμέμπτου  πολιτείας,  ζῆν  ἡμᾶς  καταξίωσον, τῇ σῇ πρεσβείᾳ  πρός  Χριστόν, Παΐσιε, πρεσβείᾳ.
Πειρασμῶν  καί  κινδύνων  καί  ἀνάγκης  καί  θλίψεως  ἐλευθέρωσον·  καί βλάβης  τῶν  δαιμόνων, τούς  θαρροῦντας τῇ  σκέπῃ  σου  καί  ἐν  πίστει  κραυγάζοντας· ὁ  τῶν  Πατέρων  ἡμῶν, Θεός  εὐλογητός  εἶ.
Τῶν  Ἀγγέλων  ὑπάρχων  ἰσοστάσιος  ὄντως, Πάτερ τρισόλβιε, Παΐσιε  θεόφρον, ἐκλύτρωσαι  κινδύνων, τούς  ἐν  πίστει  κραυγάζοντας· ὁ  τῶν  Πατέρων  ἡμῶν, Θεός  εὐλογητός  εἶ.
Θεοτοκίον.
Μητρός  Σου  ἱκεσίαις, ἀνεξίκακε  Λόγε, κινδύνων  ῥῦσαι  ἡμᾶς, τούς  πόθῳ  Σέ  τιμῶντας, ὁμοῦ  ταῖς  τοῦ  Παϊσίου  ἰσχυραῖς  παρακλήσεσιν· ὁ  τῶν  Πατέρων  ἡμῶν, Θεός  εὐλογητός  εἶ.

Ὠδή η’. Τόν  Βασιλέα  τῶν  οὐρανῶν.
Τούς  ἐν  πίστει  καί  πόθῳ  προσιόντας, πρός  ἴασιν  τῷ  σῷ  τάφῳ, θεόφρον, φύλαττε  καί  σκέπε  εἰς  πάντας  τούς  αἰῶνας.
γίων  βίον, ἐν  ταῖς  ἐσχάταις  ἡμέραις, μιμησάμενος, Παΐσιε  παμμάκαρ, βλύζεις  τοῖς  σοῖς  δούλοις ἁγιασμόν  καί  χάριν.
Τούς  δεομένους  ἐκτενῶς, θεοφόρε,  καί  τήν  σήν χάριν  αἰτοῦντας  προσδέχου,  τούς  δοξολογοῦντας  Θεόν  εἰς  τούς  αἰῶνας.
Θεοτοκίον.
Ταῖς  ἱκεσίαις, Χριστέ  Σωτήρ, τῆς  Μητρός  Σου  καί  πατρός Παϊσίου,  σῶσον  πάντας  τούς  ὑπερυψοῦντας  Σόν  κράτος  εἰς  αἰῶνας.

Ὠδή θ’. Κυρίως  Θεοτόκον.
Βοᾷ σοι  εὐχαρίστως, Παΐσιε, ἡ  σή  πόλις  τῶν  Ληξουραίων, χαριστηρίους  ὠδάς, ἐν  σοί ἐγκαυχωμένη, ὡς  σωζομένη  κινδύνων  ταῖς  ἱκεσίαις  σου καί  θλίψεων.
Μονῆς  τῆς  Θεοτόκου, τῆς  Κορωνιωτίσσης, θεοπρεπές  ἀγαλλίαμα  πέφηνας  και  ἰσχυρόν  ἡμῶν καταφύγιον· ὅθεν  ἡμᾶς  πάσης  λύπης  ῥῦσαι, Παΐσιε.
Λυτρούμενος  ὡς  ὤφθης  πρότερον, Παΐσιε, τοῖς  ἐν  Ληξουρίῳ  καί  Κεφαλληνίᾳ  πιστῶς  σοι  προστρέξαντας· οὕτω  καί  νῦν  πάσης  ῥῦσαί  με  περιστάσεως.
Χαρᾶς  μου  τήν  καρδίαν  πλήρωσον, τρισμάκαρ, τῷ τῇ    εἰκόνι  σου  τῇ θείᾳ προστρέχοντι  καί  τόν  Δεσπότην  Χριστόν διά σοῦ  μεγαλύνοντι.
Θεοτοκίον.
  πάναγνός  Σου  Μήτηρ, σύν  θείῳ  Παϊσίῳ, ἐκδυσωπεῖ  Σέ  τόν  Μόνον  μακρόθυμον, ὅπως  κινδύνων  σώσεις  τούς  Σέ  μεγαλύνοντας.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Πρόφθασον  καί  σῶσον  πάντας  ἡμᾶς, δεινῆς  καταιγίδος  τῆς  ἀπειλούσης  Παΐσιε, τούς  εἰς  σέ  καταφεύγοντας  καί  τήν  μνήμην  σου  τήν  θείαν  γεραίροντας.
Τόν  φωστῆρα  πάντες  τόν  παμφαῆ, τόν  ἐκ  Ληξουρίου ἀπαστράψαντα  φαεινῶς, τῶν  Ὁσίων  δόξαν  καί  Ἱερέων  κλέος, Παΐσιον  τόν θεῖον  πάντες  ὑμνήσωμεν.
Χαίροις  Κεφαλλήνων  θεῖος  φωστήρ  καί  τῶν  δεομένων  ἀπροσμάχητος  βοηθός, χαῖροις  Ἐκκλησίας,  Παΐσιε,  τό  κλέος· διό  καί  σοί  βοῶμεν, σκέπε  τούς  δούλους  σου.
Δεῦτε  εὐφημήσωμεν  οἱ  πιστοί, Παΐσιον  τόν  θεῖον, Ἱερέα  τε  τοῦ  Χριστοῦ· οὗτος  ἡμᾶς  σώζει  τούς  νῦν  ἀπειλουμένους, ὑπό  δεινῆς  τε  νόσου  καί  βλάβης ἅπαντας.
ψωσον  τάς  χεῖρας  σου  πρός  Θεόν, ὑπέρ  τῶν  σῶν  τέκνων, ὦ  Παΐσιε ἱερέ·  καί  Τοῦτον  δυσώπει πολλῶν  ἀμπλακημάτων ῥυσθῆναι καί  μελούσης  ὀργῆς  καί  θλίψεως.
Χαίροις  Ληξουρίου  θεῖος  βλαστός  καί  Κεφαλληνίας  ἀντιλήπτωρ  καί  ἀρωγός·  χαῖροις  μοναζόντων, Παΐσιε, τό  κλέος  καί  πάντων  τῶν  Ὁσίων    ἰσοστάσιος.
Φύλαττε  τά  τέκνα  σου  ἐν  παντί, κλήσει  σου  ἁγίᾳ, τούς  ζητοῦντας  σέ  βοηθόν, ἐν  τε  τῷ  παρόντι καί  μέλλοντι  αἰῶνι, ταῖς  πρός  Θεόν  λιταῖς  σου, θεῖε  Παΐσιε.
Τόν  ἀστέρα  πάντες  τόν  φαεινόν, τόν  ἐκ  Ληξουρίου  ἀπαστράψαντα  νοητῶς, Ὁσίων  τό  κλέος, Κεφαλληνίας  δόξαν, Παΐσιον  τόν  θεῖον ὕμνοις  τιμήσωμεν.
Δεῦτε  εὐφημήσωμεν  ἀδελφοί, τούς  δύο  μεγάλους  καί ἁγίους  θαυματουργούς, Παΐσιον  θεῖον  ὁμοῦ  τῷ Γερασίμῳ, τούς  τῆς  Κεφαλληνίας  ἐφόρους  πέλοντας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.
Τρισγιον
ερεύς. Ὃτι σου ἐστιν…..

Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το διεχν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε  προσκυνήσωμεν  πιστοί  καί  μετ’ εὐλαβείας  καί  πόθου  κατασπασώμεθα, τάφον  τόν  περίπυστον  καί  πανυπέρτιμον, Παϊσίου  θεόφρονος  καί  ἡγιασμένου·  αὐτῷ  θερμῶς  προσπίπτοντες  ἡμᾶς  ἵνα  ἀξιώση, τέλους  σωτηρίου  καί  θείου, ταῖς  αὐτοῦ  πρός  Κύριον  δεήσεσιν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

  Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δέησις·
Δέχου, Ἱερεῦ  τοῦ Ὑψίστου  Παΐσιε  Μπασιᾶ, τήν  δέησίν  μου  ταύτην, ὡς  φόρον  εὐλαβείας. Βοήθει  τούς  συμπολίτας  μου  Κεφαλληνίους. Βοήθει, Ἅγιε,  τούς  τιμῶντάς  σε  ἀδελφούς  καί  πάντα  τόν  λαόν. Πρέσβευε  τῷ  Οὐρανίῳ  Βασιλεῖ, διά  τῆς  Παναγίας  Μητρός  Του  Διωτίσσης, ὑπέρ  τοῦ  Ἔθνους  καί  τοῦ  Στρατοῦ  καί  πάντων  τῶν  Ὀρθοδόξων.
Γαβριήλ  Ἱερομόναχος.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου