Πέμπτη 6 Οκτωβρίου 2016

Παράκλησις μ. ΝΕΣΤΟΡΟΣ ἐν Θεσσαλονίκῃ.

Παράκλησις μ. ΝΕΣΤΟΡΟΣ ἐν Θεσσαλονίκῃ.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Καταπαλαίσας τὸν ἀρχέκακον ὄφιν, ἀθλητικῶς παρὰ Χριστοῦ ἐδοξάσθης, Ἀθλοφόρε Νέστωρ παναοίδιμε, ὅθεν καθικέτευε πάσης ῥύεσθαι βλάβης καὶ παθῶν καὶ θλίψεων καὶ παντοίων κινδύνων καὶ χαλεπῶν ἐν βίῳ πειρασμῶν, τοὺς καταφεύγοντας, Μάρτυς, τῇ σκέπῃ σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ο σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν, Δέσποινα, ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.

Ν´  Ψαλμός.
λέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ  ἀκροστοιχίς: «ΤΗΝ ΣΗΝ ΧΑΡΙΝ ΗΜΙΝ ΔΙΔΟΥ ΝΕΣΤΟΡ. ΓΕΡΑΣΙΜΟΥ».
Ὠδὴ α΄. Ὑγρὰν διοδεύσας.
Τὸν δρόμον τὸν θεῖον τετελεκώς, ἐνίσχυσον, Νέστωρ, ὡς ἀήττητος Ἀθλητής, ἡμᾶς διανύειν ἀπροσκόπτως, τῆς εὐσεβείας ὁδὸν τὴν σωτήριον.
νίκα ἐπέλθῃ ἐπιφορά δεινῶν ἀδοκήτων, τοῖς οἰκέταις σου, Ἀθλητά, τότε ἡμῖν φάνηθι ὑψόθεν καὶ τῶν παθῶν λῦσον, Νέστωρ, τὸν τάραχον.
Νεκρώσας Λυαῖον τὸν δυσμενῆ, Χριστοῦ τῇ δυνάμει ἀπονέκρωσον, Ἀθλητά, τῇ σῇ ζωτικῇ ἐπιστασίᾳ, τὴν καθ’ ἡμῶν τοῦ Βελίαρ ἐπήρειαν.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσα καὶ Λυτρωτήν, Χριστὸν τὸν Δεσπότην, κόσμον σώσαντα ἐκ φθορᾶς, ῥῦσαί με, ἁγνὴ Θεογεννῆτωρ, φθοροποιῶν παθημάτων καὶ θλίψεων.

Ὠδὴ γ΄. Οὐρανίας ἀψίδος.
σὴ ἄθλησις, Μάρτυς, τὸν δυσμενῆ ἤσχυνεν, ὅθεν τῆς αὐτοῦ πανουργίας καὶ δολιότητος, ἡμᾶς ἀπάλλαξον, Νέστωρ Χριστοῦ Ἀθλοφόρε, ταῖς πρὸς τὸν Οἰκτίρμονα Θεὸν πρεσβείαις σου.
Νεανίας ὡραῖος καὶ εὐπρεπὴς πέφηνας, σῶμα καὶ ψυχὴν προσενέγκας τῷ Παντοκράτορι· ὅθεν ὡράϊσον τὸ εἰδεχθὲς τῆς ψυχῆς μου, Νέστωρ, τῇ δοθείσῃ σοι θεόθεν χάριτι.
Χαρισμάτων πλουσίων παρὰ Θεοῦ ἔτυχες, οἷα Ἀθλητὴς τοῦ Σωτῆρος, Νέστωρ, περίδοξος· ὅθεν χαρίτωσον καὶ χαρᾶς πλήρωσον θείας, Μάρτυς, τοὺς παλαίοντας βίου ταῖς θλίψεσι.
Θεοτοκίον.
πειράνδρως τεκοῦσα τὸν τοῦ παντὸς Κύριον, Κεχαριτωμένη Παρθένε Θεοχαρίτωτε, δύναμιν δίδου μοι, τῶν τοῦ ἐχθροῦ κυριεύειν, προσβολῶν ἑκάστοτε καὶ ἐπιθέσεων.
Διάσωσον, τῇ σῇ πρεσβείᾳ, ὦ Νέστωρ Μάρτυς Κυρίου, τῶν ἐν τῷ βίῳ πειρατηρίων καὶ θλίψεων, τοὺς προσφοιτῶντας τῇ θείᾳ σου ἀντιλήψει.
πίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύειν Χριστῷ, τῷ πάντων βασιλεύοντι, διδόναι ἡμῖν πταισμάτων ἀπολύτρωσιν καὶ βίου ἐπανόρθωσιν καὶ χρηστότητος θεία δωρήματα, μὴ ἐλλείπῃς, ὦ Νέστωρ Ἀθλητά, τοῖς πίστει τιμῶσί σου τὴν ἄθλησιν.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
αντισμοῖς τῶν αἱματων σου, τῶν ὑπὲρ Χριστοῦ χυθέντων, μακάριε, δρόσον θείας παρακλήσεως, δίδου τοῖς πιστῶς σοι καταφεύγουσι.
λασμὸν ἡμῖν αἴτησαι καὶ παραπτωμάτων, Μάρτυς, συγχώρησιν καὶ εἰρήνην ἀστασίαστον, παρὰ τοῦ Κυρίου, Νέστωρ Ἅγιε.
Νεκρωθεὶς διὰ Κύριον, νέκρωσον τὴν ζῶσαν κακίαν, ἔνδοξε, ζωηφόροις ἱκεσίαις σου, τὴν ἀπονεκροῦσαν τὴν καρδίαν μου.
πρεσβεία σου, Ἅγιε, πάντων τὰς αἰτήσεις πληροῖ ἑκάστοτε, διὰ τοῦτο πρὸς σὲ σπεύδομεν καὶ χάριν καὶ ἔλεος λαμβάνομεν.
Θεοτοκίον.
Μὴ λιπῶν τά οὐράνια, ὅλως ἐν νηδύϊ Σου κατεσκήνωσεν, ὁ Ὑπέρθεος δι’ ἔλεος, Κόρη, καὶ τὸν κόσμον ἀνεκτήσατο.

Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
δε συμπαθῶς, τοὺς ἐστῶτας μετὰ πίστεως, τῇ Εἰκόνι σου, ὦ Νέστωρ Ἀθλητά, καὶ παράσχου πᾶσι, Μάρτυς, τὰ αἰτήματα.
Νόσων καὶ παθῶν καὶ ποικίλων περιστάσεων, ἀνωτέρους διαφύλαττε ἀεί, τοὺς προστρέχοντας τῇ χάριτί σου, ἔνδοξε.
Δύναμιν ἡμῖν, κατ’ ἐχθροῦ τοῦ πολεμήτορος, τοῦ ἀεὶ ὠρυομένου καθ’ ἡμῶν, δίδου, Ἅγιε, τῇ θείᾳ ἀντιλήψει σου.
Θεοτοκίον.
να τῆς φθορᾶς, τὸν Ἀδὰμ ἀνακαλέσηται, νέος ὤφθη ἐκ Σοῦ Ἄχραντε Ἀδάμ, δι’ ἀγάπην ὁ Θεὸς ὁ προαιώνιος.

Ὠδὴ στ΄. Τὴν δέησιν.
Δυνάμει, τῇ τοῦ Χριστοῦ ἀριστεύσας, ἐνδυνάμωσον ἡμᾶς, Ἀθλοφόρε, καρτερικῶς ὑπομένειν τὰς θλίψεις, ὡς ἂν Χριστὸν τὸν Οἰκτίρμονα Κύριον, εὐΐλατον καὶ συμπαθῆ, ἐν ἡμέρᾳ τῆς Κρίσεως εὕρωμεν.
πλήξας καὶ καθελὼν τὸν Λυαῖον, ἀπτοήτως τῷ τῆς πίστεως ὅπλῳ, τὴν καθ’ ἡμῶν τοῦ Βελίαρ μανίαν καὶ τὰ πυρίμορφα βέλη ἀφάνισον, δι’ ὧν ἀπαύστως ἀπειλεῖ, ψυχικὸν ἡμῖν ὅλεθρον, Ἅγιε.
ψόθεν ἐπιφανεὶς ἀοράτως, Ἀθλοφόρε παναοίδιμε Νέστωρ, τοῖς προσιοῦσι τῇ σῇ προστασίᾳ, τούτοις παράσχου πλουσίως τὴν χάριν σου, ἵνα ῥυσθῶσι δι’ αὐτῆς, τῶν πολλῶν πειρασμῶν τε καὶ θλίψεων.
Θεοτοκίον.
Ναμάτων ζωοποιῶν, Θεοτόκε, ἀνεξάντλητος ὑπάρχουσα κρήνη, βλῦσον ἐμοῖ οἰκτιρμῶν Σου τὰ ῥεῖθρα, τὸν μολυσμὸν τῆς ψυχῆς μου καθαίροντα καὶ νέμοντα πᾶσιν, Ἁγνή, εὐφροσύνην καὶ χάριν καὶ ἔλεος.
Διάσωσον, τῇ σῇ πρεσβείᾳ, ὦ Νέστωρ Μάρτυς Κυρίου, τῶν ἐν τῷ βίῳ πειρατηρίων καὶ θλίψεων, τοὺς προσφοιτῶντας τῇ θείᾳ σου ἀντιλήψει.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
θλητικῇ παῤῥησίᾳ σου, Ἅγιε, πρὸς τὸν Οἰκτίρμονα Λόγον καὶ Κύριον, δυσώπει ἀπαύστως δεόμεθα, θείας τυχεῖν ἡμᾶς, Μάρτυς, χρηστότητος, ὦ Νέστωρ, ἡμῶν ἀγαλλίαμα.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν:
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες, οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων· καὶ θανατώ-σουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπολήται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου……
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου……

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχος: Ἐλέησόν με ὁ Θεός……
θλήσας στεῤῥότατα, ὑπὲρ τῆς δόξης Κυρίου, τόν ἐχθρὸν κατήσχυνας, τῇ στεῤῥᾷ ἐνστάσει σου, Νέστωρ ἔνδοξε· ἀλλὰ νῦν πρέσβευε, Χριστῷ τῷ Σωτῆρι, κατοικτεῖραι τοὺς οἰκέτας σου καὶ δοῦναι ἅπασιν, τῶν πλημμελημάτων τὴν ἄφεσιν καὶ θλιβερῶν τὴν λύτρωσιν καὶ χαρὰν ἐν βίῳ τὴν κρείττονα· τοῖς ἐπιτελοῦσι, προθύμως τὴν σεπτήν σου ἑορτήν καὶ μεγαλύνουσιν, Ἅγιε, τὸν σέ στεφανώσαντα.
Ὑπό  τοῦ  Ἱερέως    λιτανευτική  ἱκεσία:
       Σῶσον    Θεός  τόν  λαόν  Σου……. 
       λέει  καί  οἰκτιρμοῖς……. 
  χορός:
μήν.

Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
ναθλήσας νομίμως, ὡς γενναῖος ὁπλίτης Χριστοῦ, μακάριε, ἐκ πάσης ἀνόμιας καὶ χαλεπῆς πικρίας καὶ δεινῆς περιστάσεως, λύτρωσαι, Νέστωρ, ἡμᾶς τῇ σῇ ἐπιστασίᾳ.
Σωτηρίαν ἐξαίτει καὶ σκανδάλων ποικίλων τὴν ἀπολύτρωσιν καὶ πᾶσαν εὐπραγίαν καὶ θείαν εὐλογίαν, τοῖς θερμῶς καταφεύγουσι, τῇ προστασίᾳ τῇ σῇ, Νέστωρ Χριστομάρτυς.
Τῶν παθῶν ἡμῶν σβέσον, τὴν ἀκάθεκτον φλόγα τὴν ἀναλίσκουσαν, ψυχὴν ἡμῶν καὶ σῶμα, ἐχθροῦ τῇ συνεργίᾳ καὶ τὴν ὕπαρξιν ἅπασαν, τῶν πρεσβειῶν σου, σοφέ, πλουσίᾳ ἐπομβρίᾳ.
λοτρόπως ὑπήχθην, τοῦ ἐχθροῦ τῇ ἀπάτῃ νοΐ ἀγνώμονι, ἀλλὰ τῶν πρεσβειῶν σου, χάρις προφθασάτω καὶ ῥυσάσθω με τάχιστα, τῆς κακουργίας αὐτοῦ, Νέστωρ Ἀθλοφόρε.
Θεοτοκίον.
ῶσιν δίδου μοι, Κόρη, καὶ ψυχῇ καὶ καρδίᾳ καὶ νῷ καὶ σήματι, ὡς ἂν ποιῶ καὶ πράττω, τὸ θέλημα Κυρίου, τὸ σωτήριον πάντοτε καὶ κληρονόμος Αὐτοῦ, γένωμαι μετὰ τέλους.
Ὠδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Γεγαυρωμένον καταβαλὼν τὸν Λυαῖον, πύργος ἄσειστος καὶ τεῖχος ἀσφαλείας, δέδοσαι ἀθλήσας, τῇ σῇ πατρίδι, Νέστωρ.
χων, παμμάκαρ, πρὸς τὸν Χριστὸν παῤῥησίαν, καθικέτευε ἐκ πάσης δυσπραγίας, ῥύεσθαι, Νέστωρ, τοὺς σὲ ὑμνολογοῦντας.
ῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, τοῖς στενάζουσι τοῦ βίου ταῖς ἀνάγκαις καὶ τοῖς θλιβομένοις, παράκλησιν ἁγίαν.
Θεοτοκίον.
γίασον μου, τὴν μολυσθεῖσαν καρδίαν, Πανυπέραγνε, πάθεσιν ἁμαρτίας, ἵνα Σε δοξάζω, Ὑπερδεδοξασμένη.

Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Στεφάνῳ ἀφθαρσίας κατηγλαϊσμένος, φθοροποιῶν παθημάτων ἀπάλλαξον, τοὺς σὲ γεραίροντας, Νέστωρ Μάρτυς ἀήττητε.
λύος ἁμαρτίας πλῦνον, Ἀθλοφόρε, τῇ ῥυπτικῇ σου πρεσβείᾳ καὶ χάριτι, τὰς διανοίας, Νέστωρ, ἡμῶν δεόμεθα.
Μεθέξει ζωηφόρῳ, ὣν τεθεωμένος, ἐπουρανίου φωτὸς, Νέστωρ, ἔμπλησον, φωτιστικαῖς σου πρεσβείαις, τοὺς σὲ γεραίροντας.
ρῶν αὐτοπροσώπως, τοῦ Χριστοῦ τὴν δόξαν, σὺν Δημητρίῳ τῷ θείῳ ἐν Μάρτυσι, σὺν αὐτῷ, Νέστωρ, ἐξαίτει ἡμῖν τὰ κρείττονα.
Θεοτοκίον.
πὲρ τῶν οἰκετῶν Σου, Κεχαριτωμένη, τὸν Σὸν Υἱὸν καὶ Δεσπότην ἱκέτευε, δοῦναι ἡμῖν, Θεοτόκε, πταισμάτων ἄφεσιν.
ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις Ἀθλοφόρε Χριστοῦ στεῤῥέ, κατανικήσας τὸν Λυῖον τὸν δυσμενῆ, χαίροις αἰσχύνας τὸν δόλιον Βελίαρ, τῇ σῇ στεῤῥᾷ ἀθλήσει, Νέστωρ μακάριε.
Νέος μὲν τῷ σώματι κομιδῇ πέλων, Ἀθλοφόρε, καὶ ἀήττητος τῇ ψυχῇ, ἔλυσας τῆς πλάνης τὸ κράτος καὶ τὸ θράσος, Σταυροῦ τῇ πανοπλίᾳ, Νέστωρ πανόλβιε.
δραμες, Νέστωρ, πίστει θερμῇ, τῷ ἐγκεκλεισμένῳ Δημητρίῳ ἐν τῇ φρουρᾷ καὶ τὴν εὐλογίαν αὐτοῦ λαβὼν πλουσίαν, καθεῖλες τὸν Λυαῖον καὶ χαίρων ἤθλησας.
Χαίροις εὐσεβείας ἄνθος σεπτόν καὶ Θεσσαλονίκης ἐγκαλλώπισμα εὐκλεές, χαίροις Δημητρίου τοῦ θείου Μυροβλύτου, οἰκεῖος καὶ συνήθης, Νέστωρ ἀήττητε.
Ξίφει ἐκτημθείς σοῦ τὴν κεφαλήν, ὑπὲρ τῆς ἀγάπης τοῦ Σωτῆρος τῆς κραταιᾶς, Τούτῳ προσηνέχθης, ὡς θεῖον ἱερεῖον καὶ παρΑὐτοῦ ἀξίως, Νέστωρ, δεδόξασθαι.
Σὺν τῷ Δημητρίῳ τῷ θαυμαστῷ, πρέσβευε ἀπαύστως, τῷ Παντάνακτι καὶ Θεῷ, Νέστωρ Ἀθλοφόρε, πάσης ῥυσθῆναι βλάβης, τοὺς εὐλαβῶς τελοῦντας, τὴν θείαν μνήμην σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τρισγιον
ερεύς. Ὃτι σου ἐστιν…..

Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.
Πρ δ το διεχν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Νέστωρ, Ἀθλοφόρε τοῦ Χριστοῦ, ἔχων πρὸς Αὐτὸν παῤῥησίαν, ὡς δι’ ἀγάπην Αὐτοῦ, αἷμά σου τὸ τίμιον ἐκχέας, Ἅγιε, καθικέτευε πάντοτε, θερμῇ ἱκεσίᾳ, ὑπὲρ τῶν ἐκ πίστεως παρακαλούντων σε· ὅπως ἀναγκῶν καὶ κινδύνων καὶ πολυειδῶν ἄλλων πόνων, ἀσινεῖς ἐν βίῳ διαμένωμεν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

  Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου