Παράκλησις ὁσ.
ΝΙΚΟΔΗΜΟΥ τοῦ Ἁγιορείτου.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Παρακλήτου δεδεγμένος τὴν χάριν, σοφίας θείας
ὑποφήτης ἐδείχθης καὶ διδαχῶν ἐνθέων θεῖον ὄργανον· ὅθεν ἡμᾶς λύτρωσαι,
σοφισμάτων τοῦ πλάνου, φωτισμὸν αἰτούμενος καὶ διόρθωσιν βίου, τοῖς προσιοῦσι,
Πάτερ, εὐλαβῶς, τῇ σῇ πρεσβείᾳ, Νικόδημε Ὅσιε.
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ
ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων
κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ·
Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ψάλλομεν τὸν Κανόνα, οὗ ἡ ἀκροστιχίς: «Φῶς μοι αἴτει, Νικόδημε Πάτερ. Γερασίμου».
Ὠδή α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.
Φωτὶ τῶν ἁγίων σου πρεσβειῶν, Νικόδημε Πάτερ, τοῦ νοός
μου τὸν σκοτασμὸν καὶ τὴν ἀθυμίαν τῆς ψυχῆς μου, ὡς συμπαθὴς διασκέδασον δέομαι.
Ὡς ἔχων τῆς
χάριτος τοῦ Θεοῦ, πλουσίως τὰ ῥεῖθρα, θεοφόρε, ἐν τῇ ψυχῇ, τοὺς ἄνθρακας σβέσον
τῶν παθῶν μου, τῇ ἐπομβρίᾳ τῶν σῶν ἀντιλήψεων.
Σοφίας ὤν ἔμπλεως θεϊκῆς, σοφῶς με βαδίζειν, ἐνταλμάτων
τῶν τοῦ Θεοῦ, τὴν τρίβον ἐνίσχυσον, παμμάκαρ, ταῖς πρὸς Θεόν σου πρεσβείαις,
Νικόδημε.
Θεοτοκίον.
Μὴ φλέξας τὴν μήτραν Σου οἷα πῦρ, ὑπάρχων ὁ Λόγος, ἐκ
Σοῦ τίκτεται ὡς βροτός· διό μου κατάφλεξον, Παρθένε, τῶν λογισμῶν τῆς κακίας
πᾶν βλάστημα.
Ὠδή γ’. Οὐρανίας ἀψίδος.
Οὐρανόθεν
ἐδέξω χάριν πολλὴν, Ὅσιε, ὅθεν Ἐκκλησίας ἐδείχθης φωστὴρ
νεόφωτος· διὸ καταύγασον, ταῖς φωτοφόροις λιταῖς σου, ἡμῶν τὴν διάνοιαν,
Πάτερ Νικόδημε.
Ἰσχὺν θείαν παρέχει βίβλος ἡ σὴ, Ὅσιε, ἡ πρὸς ἀοράτους πολέμους ἡμᾶς
ἀλείφουσα· καὶ νῦν ἐνίσχυσον, πρὸς συμπλοκὰς νοουμένας, τοὺς σὲ μακαρίζοντας,
Πάτερ Νικόδημε.
Ἀθλητῶν τοὺς
ἀγῶνας, περιφανῶς ᾔνεσας, ὅθεν ἐναθλεῖν με νομίμως ἐνθέοις σκάμμασιν καὶ νοῦν
τηρεῖν καθαρὸν, ταῖς προσβολαῖς τοῦ Βελίαρ, Πάτερ, ἐνδυνάμωσον τῇ προστασίᾳ
σου.
Θεοτοκίον.
Ἰλαστήριον θεῖον, ὡς ἀληθῶς πέφηνας, τέξασα σαρκὶ
ἀπορρήτως, τὸν πάντων Κύριον, τὸν λυτρωσάμενον ἐκ τῆς ἀρχαίας κατάρας, τοὺς Σὲ
μεγαλύνοντας, Παρθένε Ἄχραντε.
Διάσωσον, ταῖς πρὸς Θεὸν σου, Νικόδημε, ἱκεσίαις, πάσης
βλάβης καὶ ἐπηρείας τοῦ ὄφεως, τοὺς σὲ διδάσκαλον, Πάτερ, πλουτοῦντας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τὴν
χαλεπήν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη)
ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Παθῶν ψυχικῶν ἀπάλλαξον, Νικόδημε, καὶ δίδου ἡμῖν
ζηλοῦν ἀεὶ τὰ κρείττονα καὶ τὸν βίον ἐνάρετον, τοῖς ἐγκύπτουσι, Πάτερ, τοῖς
βίβλοις σου, ἐξ ὧν πηγάζει ζωῆς γλυκασμὸς, εὐφραίνων καὶ τέρπων τοὺς θεόφρονας.
Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.
Τῇ μελέτῃ τῆς Κλίμακος, ἥν Ἁγίῳ Πνεύματι, Πάτερ,
ἔπηξας, ἀναβίβασον, Νικόδημε, τὰς ψυχὰς ἡμῶν πρὸς θεῖον ἔρωτα.
Ἐξ ἐχθρῶν ἐπιθέσεως, ἀοράτων πάντας ἀτρώτους φύλαττε,
τοὺς τὰς θείας ὑποθήκας σου, ὡς ἀσπίδα θείαν Πάτερ ἔχοντα.
Ἰλασμόν ἡμῖν αἴτησαι καὶ φωτὸς ἀΰλου θείαν ἐπίλαμψιν,
τοῖς προστρέχουσι, Νικόδημε, τοῖς σοῖς φωτοφόροις λόγοις πάντοτε.
Θεοτοκίον.
Νόμῳ θείῳ ὑπόταξον, τῆς σαρκός μου, Δέσποινα τὰ
κινήματα καὶ τὸν νοῦν μου ἀναπτέρωσον, πρὸς ἀγάπην θείαν τοῦ Παντάνακτος.
Ὠδὴ ε’. Φώτισον ἡμᾶς.
Ἴθυνον ἡμᾶς οὐρανόθεν, Πάτερ Ὅσιε, πρὸς τὸν φόβον τοῦ Θεοῦ τὸν ἀληθῆ, ὡς διδάσκαλος ἡμῶν λόγοις καὶ πράξεσι.
Κύματα δεινῶν περιστάσεων κατεύνασον, ἀπειλοῦντα ἡμῖν ὄλεθρον, σοφὲ, καὶ γαλήνην τῇ ζωῇ ἡμῶν πρυτάνευσον.
Ὅλος γλυκασμὸς, ὁ σὸς λόγος πέλει, Ὅσιε· ὅθεν δίωξον πικρίαν τῶν παθῶν, κατασχοῦσαν τὴν καρδίαν μου, Νικόδημε.
Δύναμιν, Ἁγνή, τῇ ψυχῇ μου δίδου πάντοτε, τοῦ πατεῖν τὰς τοῦ δολίου προσβολάς καὶ ἀμέμπτως διανύειν τὰς ἡμέρας μου.
Ὠδὴ στ’. Τὴν δέησιν.
Ἠλίου τοῦ νοητοῦ ταῖς ἀκτῖσι, λαμπρυνόμενος τὸν νοῦν, θεηγόρε, φωτολαμπεῖς ἡμῖν ἔλιπες βίβλους, ἀπελαυνούσας παθῶν τὴν σκοτόμαιναν· ἀλλ’ ὦ Νικόδημε σοφέ, πρὸς φωτὸς ἡμᾶς ἔργα κατεύθυνον.
Μηδόλως τοῖς αἰσθητοῖς προσανέχειν, καταξίωσον ἡμῶν τὰς αἰσθήσεις, ὁ καταλλήλως ἐν τεύχει οἰκείῳ, τὴν φυλακὴν τῶν αἰσθήσεων, Ὅσιε, διδάσκων στόματι σοφῷ, θεηγόρε παμμάκαρ Νικόδημε.
Ἐνθέως τῆς ἀρετῆς διανύειν, τὰ γυμνάσματα ἐνίσχυσον, Πάτερ, τοὺς μελετῶντας τὴν θείαν σου βίβλον, ἥνπερ προσφόρως ὠνόμασας, Ὅσιε, Γυμνάσματα Πνευματικά, θεηγόρε παμμάκαρ Νικόδημε.
Θεοτοκίον.
Παθῶν με τῶν ἀκαθάρτων, Παρθένε, συνθλιβόντων τὴν ἀθλίαν
ψυχήν μου καὶ συνωθούντων πρὸς ὄλεθρον, Κόρη, τῇ ῥυπτικῇ Σου πρεσβείᾳ ἐκκάθαρον
καὶ καθαρὸν με τῷ Κριτῇ καὶ Υἱῷ Σου παράστησον δέομαι.
Διάσωσον, ταῖς πρὸς Θεὸν σου, Νικόδημε, ἱκεσίαις, πάσης
βλάβης καὶ ἐπηρείας τοῦ ὄφεως, τοὺς σὲ διδάσκαλον, Πάτερ, πλουτοῦντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ'
ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὣς ἔχουσα μητρικὴν παρρησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη)
ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀπ’ οὐρανοῦ δεδεγμένος τὸ χάρισμα, τῆς εὐσεβείας
διδάσκαλος πέφηνας· διό με συνέτισον, πάνσοφε, τῶν διδαχῶν σου τῶν θείων
συντάγμασιν, ὁσίως βιῶσαι, Νικόδημε.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ
μελέτη τῆς καρδίας μου σύνεσιν.
Εὐαγγέλιον ἐκ τοῦ
κατά Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου
καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει,
εἰμὴ ὁ Υἱὀς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ
κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγὸν μου ἐφ’ ὑμᾶς,
καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε
ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγὸς μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν
ἐστιν.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου……..
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…….
Στίχ. Ἐλέησόν με ὁ Θεὸς,……
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Νέον ἄστρον πέφηνας, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἐν Ἄθῳ, Νικόδημε, βίον βιωσάμενος τὸν ἰσάγγελον· καὶ φωτὶ, Ὅσιε, τῶν σῶν διδαγμάτων, καταυγάζεις τὰς ψυχὰς ἡμῶν, χάρις πλουσία γάρ, Πάτερ, τοῖς σοῖς χείλεσι κέχυται· διὸ ἐκδυσωποῦμεν σε, ρᾶνον ἡμῖν ἄνωθεν, Ἅγιε, ταῖς σαῖς ἱκεσίαις, τοὺς θείους οἰκτιρμοὺς παρὰ Θεοῦ, ὡς τῆς ἐνθέου χρηστότητος, μύστης ἐνθεώτατος.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός:
Ἀμήν.
Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀπαθείας πρὸς τρίβον, ἐκ παθῶν ἀνοδίας ἡμᾶς ἀνθέλκυσον,
ὁ λόγῳ ἀναπτύσσων, τῶν ἀρετῶν τὸ κάλλος, θεηγόρε Νικόδημε, τὴν ἀμορφίαν ἡμῶν ἐκ
τῶν ψυχῶν ἐξαίρων.
Τῶν Ὁσίων Πατέρων, τὰς σοφὰς ὑποθήκας, Πάτερ,
ἀνέπτυξας, ἐν ταύταις οὖν ρυθμίζειν ἡμῶν τὴν πολιτείαν, θεαρέστως ἀξίωσον, ὡς
ὑποφήτης σοφὸς, ζωῆς τῆς μακαρίας.
Ἐν φωτὶ τῷ ἀΰλῳ, μελετῶν καὶ συγγράφων ζωῆς τὰ ῥήματα,
ψυχῆς ἡμῶν τὸν πόνον, πρὸς κτῆσιν τῶν κρειττόνων διεγείρεις, Νικόδημε, καὶ
ραθυμίας δεινῆς τὴν νέκρωσιν διώκεις.
Θεοτοκίον.
Ῥώμην δίδου μοι, Κόρη, κατὰ πάσης μανίας τοῦ
παναλάστορος· καὶ ἴθυνον τὸν νοῦν μου, πρὸς φόβον τοῦ Υἱοῦ Σου, ὡς ἄν πάσας
ἐκκρούσωμαι, τὰς τῶν παθῶν προσβολὰς καὶ ζήσω ἐναρέτως.
Ὠδὴ η’. Τόν Βασιλέα.
Γλώσσῃ ἁγίᾳ νόμους ἐκθέμενος θείους, πάσης λύτρωσαι
ἡμᾶς παρανομίας, τοὺς τρυφῶντας, Πάτερ, τοῖς θείοις τεύχεσί σου.
Ἐξ ὕψους, Πάτερ, δίδου ἡμῖν ἀοράτως, φῶς καὶ σύνεσιν
κατανοεῖν καὶ πράττειν, τὰ καθοδηγοῦντα τοὺς τρίβους σωτηρίας.
Ῥήσεσι, Πάτερ, τῶν ἱερῶν σου χειλέων φωτιζόμενοι,
Νικόδημε, τῆς πλάνης καὶ τῆς ἀθυμίας, διώκομεν τὸ νέφος.
Θεοτοκίον.
Ἀνερμηνεύτως τὸν Ποιητὴν τετοκυῖα, ἐκκαλούμενον ἡμᾶς
πρὸς ἀφθαρσίαν, ῥῦσαι με, Παρθένε, φθορᾶς καὶ ἁμαρτίας.
Ὠδὴ θ’. Κυρίως Θεοτόκον.
Σοφίας ἡμᾶς
πλῆσον, Νικόδημε, τῆς θείας, ὡς τῆς σοφίας θεόφθογγον ὄργανον καὶ σοφισμάτων
ἐκλύτρωσαι τοῦ ἀλάστορος.
Ἰάματα βλυστάνει, Πάτερ, ὁ σὸς λόγος, ταῖς ἀσθενούσαις
ψυχαῖς Θείῳ Πνεύματι καὶ τοῦ νοὸς θεραπεύει πᾶσαν τὴν ἄγνοιαν.
Μυρίπνοον ὡς ρόδον, πρόκειται τοῖς πᾶσιν, ἡ παναγία σου
κάρα, Νικόδημε, ἧν προσκυνοῦντες πληρούμεθα θείας χάριτος.
Ὁ νέος ἐν Ὁσίοις, τῶν ἄνω ἐκφάντωρ, θεομακάριστε Πάτερ Νικόδημε, τὴν
ἀσθενοῦσαν ψυχήν μου λόγῳ σου ἴασαι.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, ἡ Θεὸν τεκοῦσα, τὴν ἄναγνόν μου καρδίαν
ἀπόπλυνον, τῆς μετανοίας τοῖς ρείθροις, ἵνα δοξάζω Σε.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις Ἐκκλησίας νέος φωστήρ καὶ τῶν Ὀρθοδόξων
ἐγκαλλώπισμα ἱερὸν, χαίροις τῆς Μονῆς μας θερμότατος προστάτης, Νικόδημε
παμμάκαρ, Ἄθωνος καύχημα.
Χαίροις ὁ τῆς Νάξου θεῖος βλαστὸς καὶ Ἁγίου Ὄρους
στῦλος ὄντως φωτοειδής, χαίροις μοναζόντων ὁ θεῖος ὑποφήτης, Νικόδημε
τρισμάκαρ, λόγῳ τῆς Χάριτος.
Βίον διανύσας ἀσκητικὸν καὶ τὸν νοῦν καθάρας τῆς ἰλύος
τῶν γεηρῶν, αἴγλης τρισηλίου, Νικόδημε, ἐπλήσθης καὶ βίβλους θεογράφους, Πάτερ,
συνέγραψας.
Κάλαμος ἡ γλῶσσά σου ἀληθῶς, ὀξυγράφου ὤφθη, ὡς ὁ θεῖος
λέγει Δαβίδ, ζωῆς αἰωνίου καλλιγραφοῦσα λόγους, πιστῶν εἰς σωτηρίαν, Πάτερ
Νικόδημε.
Νικῶν ἡμῖν δίδου κατὰ παθῶν, Νικόδημε Πάτερ, καὶ
διέγειρον τὰς ψυχὰς ἡμῶν, θεηγόρε, πρὸς θείας ἐπιδόσεις, ὡς ἄν τῆς αἰωνίου ζωῆς
μετάσχωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκὰς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς
τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς
ἐρήμου πολίτης.
Τὸν τοῦ Ἄθω φωστήρα καὶ τῆς Νάξου τὸ βλάστημα καὶ τῆς
Ἐκκλησίας ἁπάσης, τὸν θεόπνουν διδάσκαλον, Νικόδημον τιμήσωμεν πιστοί, ὡς
ἔμπλεων σοφίας θεϊκῆς· διδαχὰς γὰρ οὐρανίους καὶ δαψιλεῖς, βλυστάνει τοῖς
κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ
χορηγοῦντι διὰ σοῦ ἡμῖν τὰ πρόσφορα.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων τῶν τιμώντων σε πιστῶς, δέχου τὰς δεήσεις,
παμμάκαρ, καὶ καθικέτευε, ἅγιε Νικόδημε, τὸν Ζωοδότην Χριστὸν, νίκην δοῦναι καὶ
δύναμιν, κατὰ τοῦ Βελίαρ καὶ πταισμάτων ἄφεσιν καὶ θεῖον ἔλεος, πᾶσι τοῖς
ὑμνοῦσί σε, Πάτερ, καὶ τοῖς θεοσόφοις σου λόγοις, πίστει ὁμιλοῦσι καὶ
ἐγκύπτουσι.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πάσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξον με ὑπό τήν σκέπην Σου.
Ὁ Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δίστιχον·
Νικόδημε δέησιν οἰκτρὰν προσδέχου,
Γερασίμου σπεύδοντος τῇ σῇ σοφίᾳ.
Νικόδημε δέησιν οἰκτρὰν προσδέχου,
Γερασίμου σπεύδοντος τῇ σῇ σοφίᾳ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου