Παράκλησις Παν.
ΖΩΟΔΟΧΟΥ ΠΗΓΗΣ.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἀνεξάντλητος πηγή εὐσπλαγχνίας, Θεοχαρίτωτε Ἁγνή
Θεοτόκε, βλύσον ὑμίν τό ὕδωρ τῶν χαρίτων Σου· πίστει γάρ προσπίπτομεν, τῇ ἁγία
Πηγῇ Σου, νάματα σωτήρια, πηγαζούσῃ τῷ κόσμω· ἵνα ῥυσθῶμεν νόσων ψυχικῶν καί
ἰαμάτων, τήν χάριν ἀντλήσωμεν.
Δόξα. Καί νῦν. Ὅμοιον.
Πάθη ποικίλα θεραπεύει, Παρθένε, τό θεῖον ὕδωρ τῆς
ἁγίας Πηγῆς Σου, πίστει θερμή ἐκ ταύτης λαμβανόμενον· ὅθεν τούς προστρέχοντας,
τῷ πανσέπτω ναῶ Σου, κρήνη ζωοδώρητε, Θεοτόκε Μαρία, τῶν ἐν τῷ βίῳ ῥύου
πειρασμῶν καί δίδου πάσιν, εἰρήνην καί ἴασιν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανών. Ὠδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν
διοδεύσας.
Ὑδάτων ἀΰλων ζωοποιῶν, θεόβρυτε κρήνη, Παντευλόγητε
Μαριάμ, τοῦ θείου ἐλέους Σου τά ῥεῖθρα, βλύσον ἡμῖν τοῖς πιστῶς Σέ δοξάζουσι.
Δροσίζει τό ὕδωρ τῆς Σῆς Πηγῆς καί ἄρδει, Παρθένε, καί
ἐν πίστει ζωογονεῖ, ψυχάς κεκαυμένας πλείστοις πόνοις, τῇ ἐνεργείᾳ τῆς Σῆς
ἀγαθότητος.
Ὡς ἤκουσε, Κόρη, τῆς Σῆς φωνῆς, ὁ Λέων ἐφεῦρε τήν πηγήν
Σου τήν θαυμαστήν· ἧ πίστει καί πόθῳ προσιόντες, ἁγιασμοῦ δωρεᾶς κομιζόμεθα.
Ῥυπώσάν μου κάθαρον τήν ψυχήν, τοῖς ρείθροις, Παρθένε,
τῶν πλουσίων Σου οἰκτιρμῶν καί πλῦνον τόν νοῦν μου, Θεοτόκε, τοῖς μυστικοῖς τῶν
χαρίτων Σου νάμασι.
Ὠδή γ΄. Οὐρανίας ἀψίδος.
Μέλι ὥσπερ ἐκ πέτρας κατά Δαβίδ, Ἄχραντε, ἐν τῷ Βυζαντίῳ
τό ὕδωρ πηγῆς Σου ἔβλυσεν, ὅνπερ πινόμενον, τῶν ἀγαθῶν Σου παρέχει, γλυκασμόν σωτήριον,
τοῖς σέ δοξάζουσιν.
Οἱ διψῶντες ἐφ’ ὕδωρ τό τῆς πηγῆς σπεύσατε, τῆς Ἀειπαρθένου
Μαρίας καί Θεομήτορος, ἵνα τόν καύσωνα τῆς χαλεπῆς ἁμαρτίας, σβέσητε καί λάβητε
χάριν καί ἔλεος.
Ἱλασμόν σωτηρίας, ὡς τόν Χριστόν τέξασα, ἔβλυσας τῷ κόσμω
Παρθένε· νῦν δέ τήν κρήνην Σου, τοῖς πᾶσι δέδωκας, τῆς ἀφθαρσίας τό νέκταρ, τοῖς
πιστῶς προστρέχουσιν, ἀναπηγάζουσαν.
Βροτοκτόνου κακίας νοΐ, Ἁγνή ἄφρονι, πέπωκα ἰόν κατά κόρον
καί τεθανάτωμαι· ἀλλά τῷ ὕδατι τῆς ζωηφόρου πηγῆς Σου, τήν ψυχήν μου εὔφρανον καί
ζωοποίησον.
Διάσωσον, ὡς ἀνεξάντλητος βρύσις θείου ἐλέους, Θεοτόκε,
ἐπηρειῶν τοῦ ἀλάστορος, τούς τῆς πηγῆς Σου τά θαύματα ἀνυμνοῦντας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγή ἀγαθῶν ὑπάρχεις, Ἀειπάρθενε, τεκοῦσα Χριστόν,
χρηστότητος τήν ἄβυσσον· διό τούς καταφεύγοντας, Ζωοδόχε Πηγή τῇ σῇ χάριτι, ἀπό
παντοίων λύτρωσαι παθῶν καί δίδου εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Λύσιν πάσης κακώσεως, δρέπονται οἱ σπεύδοντες τῷ Σῶ
ὕδατι· διά τοῦτο Μητροπάρθενε, τά πολλά Σου θαύματα κηρύττομεν.
Ὕδωρ θεῖον ἀθάνατον, στάξον ὡς νεφέλη ἡμῖν θεοδρόσος, τοῖς προστρέχουσι, Πανάχραντε, τῷ σεπτῷ ναῷ Σου μετά πίστεως.
Ὕδωρ θεῖον ἀθάνατον, στάξον ὡς νεφέλη ἡμῖν θεοδρόσος, τοῖς προστρέχουσι, Πανάχραντε, τῷ σεπτῷ ναῷ Σου μετά πίστεως.
Συντριβέντας τοῖς πάθεσιν, ὡς τῆς εὐσπλαγχνίας πηγή
ἀκένωτος, Θεοτόκε, ἐπανόρθωσον, τούς θερμῶς προστρέχοντας τῇ σκέπη Σου.
Οἱ δεινοῖς συνεχόμενοι, τῷ σεπτῷ ναῷ Σου σπεύδοντες,
Δέσποινα, ἀπαλλάττονται τῶν θλίψεων καί τά μεγαλεία Σου δοξάζουσι.
Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον ἡμῶν τό γεῶδες, Κόρη, φρόνημα, ἐνεργείᾳ θαυμαστῇ ζωοποιῷ, προϊούσῃ ἐκ τοῦ νάματος τῆς κρήνης Σου.
Ζώωσον, Ἁγνή, νεκρωθείσαν τήν καρδίαν μου, ἡ ζωώσασα
νεκρούς ὑπερφυῶς, τῷ ραντίσματι τοῦ ὕδατος τῆς κρήνης Σου.
Ὤφθη ἀληθῶς, ἰατρεῖον πάσης θλίψεως, Θεοτόκε, ὁ
τιμώμενος ναός, τῆς πηγῆς Σου θείᾳ κλήσει ὡς ηὐδόκησας.
Ἤρθη μυστικῶς καί διέδραμε τά πέρατα, Θεοτόκε, τῆς
ἁγίας Σου πηγῆς, ἡ ἐνέργεια καί χάρις ἡ σωτήριος.
Ὠδή στ΄. Τήν δέησιν.
Σωμάτων τάς καχεξίας ἰᾶται καί δαιμόνων ἀπελαύνει τά
σμήνη, τῆς ζωηφόρου πηγῆς Σου τό ὕδωρ, ὡς πεπλησμένον τῆς θείας Σου χάριτος·
διό θεράπευσον ἡμῶν, τάς ψυχάς καί τά σώματα, Ἄχραντε.
Πηγάζον, ἀψοφητί ἐν τῇ πόλει τῇ τοῦ Βύζαντος, πηγῆς Σου
τό ὕδωρ, καθαγιάζει πιστῶν τάς χορείας, πίστει θερμῇ λαμβανόμενον, Ἄχραντε· καί
νῦν τῷ θείῳ Σου ναῷ, τούς πιστῶς προσιόντας ἁγίασον.
Ἀνάκτων πιστῶν δυσίατον πάθος, ὡς ἰάτρευσας, Πηγή
Ζωηφόρε, οὕτω κἀμοῦ τήν νοσοῦσαν καρδίαν καί τούς τοῦ σώματος πόνους θεράπευσον
καί χαλεπῶν δυσχερειῶν, Θεοτόκε, ἀπήμαντον τήρει μέ.
Ῥημάτων τῆς κατωδύνου ψυχῆς μου, ἐνωτίζου συμπαθῶς,
Θεοτόκε, καί τήν προσοῦσαν ἐν ταύτῃ κακίαν, τῇ συνεργεῖᾳ τοῦ δράκοντος νέκρωσον
καί ἴθυνόν με πρός ζωήν, μετανοίας καί σῶσόν με δέομαι.
Διάσωσον, ὡς
ἀνεξάντλητος βρύσις θείου ἐλέους, Θεοτόκε, ἐπηρειῶν τοῦ ἀλάστορος, τούς τῆς
πηγῆς Σου τά θαύματα ἀνυμνοῦντας.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἔπ’
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ζωηφόρος πηγή θείας χάριτος, Παντοβασίλισσα Κόρη
Πανύμνητε, τό νάμα τῆς θείας χρηστότητος, βλύσον ἡμῖν εἰς πταισμάτων
συγχώρησιν· Σύ γάρ ἡμῶν μέγα προσφύγιον.
Προκείμενον.
Προκείμενον.
Ἠγίασε τό
σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.
Στίχος: Τοῦ ποταμοῦ τά ὁρμήματα εὐφραίνουσι τήν πόλιν τοῦ Θεοῦ.
Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (κέφ. α΄ 39 - 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστάσα Μαριάμ, ἐπορεύθη εἰς τήν Ὀρεινήν μετά
σπουδῆς, εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου, καί ἠσπάσατο τήν
Ἐλισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε
τό βρέφος ἐν τή κοιλία αὐτῆς· καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καί
ἀνεφώνησε φωνῇ μεγάλῃ καί εἶπεν· Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ
καρπός τῆς κοιλίας σου. Καί πόθεν μοί τοῦτο, ἵνα ἔλθη ἡ Μήτηρ τοῦ Κυρίου μου
πρός μέ; Ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτά μου, ἐσκίρτησε
τό βρέφος ἐν ἀγαλλιάσει ἐν τή κοιλία μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται
τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή
μου τόν Κύριον καί ἠγαλλίασε τό πνεῦμά μου ἐπί τῷ Θεῶ τῷ σωτήρί μου, ὅτι
ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδού γάρ, ἀπό τοῦ νῦν μακαριούσι
μέ πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοί μεγαλεία ὁ Δυνατός, καί ἅγιον τό ὄνομα
αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτή ὡσεί μήνας τρεῖς, καί ὑπέστρεψεν εἰς τόν οἶκον
αὐτῆς.
Δόξα. Ταῖς τῆς Θεοτόκου……
Καί νῦν. Ταῖς τῆς Παναχράντου……
Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ……
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κρήνην τήν ἀκένωτον, ἦν ἐφανέρωσας πάλαι, Δέσποινα τῷ
Λέοντι, τῇ ἐπισκιάσει Σου ἐθαυμάτωσας, ἐν πολλοῖς θαύμασι· καί γάρ οἱ λαβόντες
καί πιόντες μετά πίστεως, ἀπό τοῦ ὕδατος, πόνων καί παθῶν ἐλυτρώθησαν· διό Σέ
ἱκετεύομεν· Δίδου καί ἡμῖν δόσιν ἄνωθεν, θείας συμπαθείας καί στάξον γλυκασμόν
τόν νοητόν, ταῖς φαρμαχθείσαις ψυχαῖς ἡμῶν, τῇ γεύσει τοῦ χείρονος.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός:
Ἀμήν.
Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Θαυμαστῶς
ἐδοξάσθη, τῆς ἁγίας πηγῆς Σου τό ὕδωρ, Ἄχραντε· παρέχει γάρ ἰάσεις καί παύει
ἀλγηδόνας, ψυχῆς ἅμα καί σώματος· ὧν τῆς πικρᾶς συνοχῆς, ῥύσαι ἡμᾶς Παρθένε.
Εἰς τά πέρατα πάντα, τῆς πηγῆς Σου ἡ χάρις διαβεβόηται καί πίστει οἱ νοσοῦντες, ὡς φάρμακον τό ὕδωρ, ἐξ αὐτῆς κομιζόμενοι, ῥύονται πάσης φθορᾶς, Παρθένε Θεοτόκε.
Εἰς τά πέρατα πάντα, τῆς πηγῆς Σου ἡ χάρις διαβεβόηται καί πίστει οἱ νοσοῦντες, ὡς φάρμακον τό ὕδωρ, ἐξ αὐτῆς κομιζόμενοι, ῥύονται πάσης φθορᾶς, Παρθένε Θεοτόκε.
Νεκρωθέντα ἐγείρεις, Θετταλόν ἄνδρα, Κόρη, θείῳ
ῥαντίσματι, ἁγίου ὕδατός Σου· διό καμέ θανόντα, ἁμαρτίας τῷ δήγματι, διέγειρόν
με, Ἁγνή, πρός κτῆσιν μετανοίας.
Ἐν τῷ θείῳ ναῷ Σου, ὦ Πηγή ζωηφόρε, Παρθένε Ἄχραντε,
προστρέχομεν ἐν πίστει, ὡς ἄν τῶν οἰκτιρμῶν Σου, τά δωρήματα λάβωμεν· μή οὖν
στερήσης ἡμᾶς, Ἁγνή τῆς Σῆς εὐνοίας.
Ὠδή η΄. Τόν Βασιλέα.
Γέγονας Κόρη, ἁμαρτωλῶν σωτηρία, ὡς κυήσασα τόν πάντων
Βασιλέα· ὅθεν Ζωοδόχε Πηγή Σέ ἀνυμνοῦμεν.
Ἔβλυσας κόσμω, ἀθανασίας τά ρεῖθρα· καί νῦν ὄμβρησον
οἴα ζωῆς νεφέλη, ὄμβρον ἀφθαρσίας, Ὑπερευλογημένη.
Ῥῦσαι με, Κόρη, τῆς τοῦ ἐχθροῦ δυναστείας καί
κατάρδευσον διψώσαν τήν ψυχήν μου, νάμασιν ἀΰλοις, ζωῆς καί σωτηρίας.
Ἅπας προστρέχων τῇ Ζωοδόχῳ Πηγῇ Σου, πάσης θλίψεως
λυτροῦται καί ἀνάγκης· ὅθεν Σε, Παρθένε, ἀεί δοξολογοῦμεν.
Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Σαρκός μου τάς ὀδύνας παῦσον, Θεοτόκε, καί τῆς ψυχῆς
μου τά τραύματα ἴασαι, τῇ κοινωνίᾳ τοῦ ὕδατος τῆς Σῆς χάριτος.
Ἰλέω ὄμματί Σου, ἴδε τούς ἐστώτας, ὦ Ζωηφόρε Πηγή, τῇ
εἰκόνι Σου καί τά αἰτήματα τούτων πλήρου, Πανάμωμε.
Μητράνανδρε Παρθένε, Κεχαριτωμένη, δέχου
ἡμῶν τάς δεήσεις ἑκάστοτε καί τάς ψυχᾶς ἡμῶν πλῆσον φωτός τῆς χάριτος.
Ὁ οἶκος Σου πηγάζει θείαν εὐφροσύνην, ἐπισκιάσει τῆς Σῆς ἀγαθότητος, τοῖς ἀνυμνοῦσι, Παρθένε, τά μεγαλεία Σου.
Ὑπέρτερον τόν νοῦν μου δεῖξον, Θεοτόκε, χαμαιπετῶν λογισμῶν τοῦ ἀλάστορος καί πότισον ὕδατι τῆς Σῆς χάριτος.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Ὕδατι πηγῆς Σου τῆς θαυμαστῆς, κάθαρον τόν ῥύπον, τῆς ψυχῆς μου τῆς ταπεινῆς καί τήν φλόγα σβέσον, Παρθένε, τῶν παθῶν μου, ὡς ἄν ἀεί κηρύττω τά μεγαλεία Σου.
Τόν Χριστόν ὡς ὄμβρον ζωοποιόν, Κόρη, δεξαμένη, ἐν
γαστρί Σου τῇ καθαρᾷ, πηγή σωτηρίας τῷ κόσμω ἀνεδείχθης, πηγάζουσα, Παρθένε,
χάριν καί ἔλεος.
Ξήρανον τοῖς ῥείθροις τῆς Σῆς πηγῆς, βορβορῶδες ῥεῦμα,
κατακλύζον μου τήν ψυχήν, Κεχαριτωμένη, Παρθένε Θεοτόκε, καί πρός ζωῆς τό ὕδωρ
τόν νοῦν μου ἴθυνον.
Βλύζει ἐπινεύσει Σου τῇ σεπτῇ, ἐν τῷ Βυζαντίῳ, ἡ πηγή
Σου χύδην ἀεί, ἰάματα πλεῖστα, ὕδατι τῷ ἁγίω, Παρθένε Θεοτόκε, τοῖς ἀνυμνοῦσι
Σε.
Ἴασαι ψυχήν μου τήν ταπεινήν, πάθει ἀνιάτῳ τηκομένην
ὀδυνηρῶς, ὕδατι ἁγίῳ τῆς θαυμαστῆς πηγῆς Σου καί σῶσον με, Παρθένε, τόν
πεποιθότα Σοι.
Χαίρει εὐσεβούντων πάσα πληθύς προσιοῦσα, Κόρη, τῷ ναῷ
Σου τῷ ἱερῷ, τῷ ἀνακειμένῳ πηγῇ Σου τῇ ἁγίᾳ καί εὐλαβῶς δοξάζει τήν Σήν
χρηστότητα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς
τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἀπολυτίκιον τῆς Ζωοδόχου Πηγῆς.
Ἦχος γ΄. Τήν ὡραιότητα.
Τόν ὑπερούσιον ὄμβρον κυήσασα, πηγή ζωήρρυτος, Παρθένε,
πέφυκας, ἀναπηγάζουσα ἡμῖν τό νέκταρ τό ἀθάνατον, ὕδωρ τό ἀλλόμενον, εἰς ζωήν
τήν αἰώνιον, νάματα γλυκύρροα, ἐκ τῆς κρήνης Σου πάντοτε, ἐξ ὧν ἐπεντρυφῶντες
βοῶμεν· χαῖρε Πηγή ἡ Ζωηφόρος.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Κρήνη ἀληθῶς ὑπερχειλής, θείων οἰκτιρμῶν καί χαρίτων
οὖσα, Πανάχραντε, βλύσον τοῖς προστρέχουσι τῇ σῇ ἁγίᾳ πηγῇ, γλυκασμόν τόν
οὐράνιον καί ζωῆς τά ρεῖθρα, πάσαν κατακλύζοντα ἐχθροῦ ἐπήρειαν· δίδου δέ χαράν
καί εἰρήνην καί πταισμάτων ἄφεσιν αἴτει, τοῖς ἀπό ψυχῆς Σέ μεγαλύνουσι.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου καί
λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πάσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξον με ὑπό τήν σκέπην Σου.
Ὁ Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
.
Δίστιχον·
Πηγή ζωοδώρητε Ἁγνή Παρθένε,
Δίστιχον·
Πηγή ζωοδώρητε Ἁγνή Παρθένε,
Γερασίμῳ
πήγασον χάριτος ῥεῖθρον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου