Παράκλησις ΤΙΜΙΟΥ
ΣΤΑΥΡΟΥ.
Ποίημα Νικηφόρου Ἱερομονάχου τοῦ Κρητός
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ ζωηφόρῳ νῦν Σταυρῷ προσπελάσωμεν, οἱ μακρυνθέντες
τοῖς κακοῖς καὶ προσψαύσωμεν, ἐν ἐπιστρόφῳ λέγοντες καρδίᾳ πιστῶς· πρόφθασον,
βοήθησον, ὁ Σταυρός τοῦ Κυρίου, φάνηθι λυτρούμενος ἐκ παντοίων κίνδυνων· μὴ
ἐποφθῶμεν ἄπρακτα ζητεῖν· τὴν σὴν γὰρ σκέπην βεβαίαν ἐλπίζομεν.
Δόξα καὶ νῦν.
Οὐ δυνησόμεθα Σταυρὲ τοῦ Κυρίου, τὰ σὰ θαυμάσια ὑμνεῖν
οἱ κατάκριτοι. Εἰ μὴ γὰρ σοὶ παρεῖχες τὰ δωρήματα, τῖς ἡμῖν τὴν ἴασιν τῶν τοῦ
σώματος νόσων; τὶς δὲ καὶ τὴν κάθαρσιν τῶν ψυχῶν ἄν ἐδίδου; Οὔκ ἀπόμακρυνθῶμεν
πώποτε ἐκ σοῦ· σὺ γὰρ σκέπεις πάντας θνητοὺς ἐκ παντοίων κακῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών.
Ὠδὴ α'. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας.
Σταυρὲ σκῆπτρον ἅγιον καὶ σεπτόν, τοὺς ἐν εὐλαβείᾳ
προσκυνοῦντας τὴν ἱεράν σκέπην σου, ἀτρώτους ἀπὸ βλάβης καὶ πειρασμῶν καὶ
κινδύνων διάσωσον.
Σταυρὲ σκῆπτρον ἅγιον τοῦ Χριστοῦ, τοὺς σὲ
προσκυνοῦντας καταξίωσον ἐσαεί, τῷ Κτίστει Θεῷ καθυπακούειν καὶ ὑπ’ Αὐτοῦ
βασιλεύεσθαι ποίησον.
Σταυρὲ ἡ βοήθεια τῶν πιστῶν, δίδου βοηθείας τοῖς
ὑμνοῦσι τὸ ἱερόν κράτος σου καὶ αἴρειν τὰ βραβεῖα, κατὰ παθῶν ψυχοφθόρων
ἐνίσχυσον.
Θεοτοκίον.
Σταυρόν καθορῶσα, Ἁγνή ἀμνάς, τοῦ ἁγνῶς τεχθέντος ἐξ
αὐτῆς, οὗτος νῦν ἐστί, πιστῶν σωτηρία ἀνεβόα καὶ κραταιὰ προστασία καὶ
στήριγμα.
Ὠδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ὁ Σταυρός τοῦ Δεσπότου, χαῖρε νεκρῶν ἔγερσις,
χαῖρε ἀσθενούντων ἡ ρῶσις, χαῖρε ἀντίληψις· τοὺς προσκυνοῦντάς σε, φύλαττε
φρούρει καὶ σκέπε, ἐκ τῶν δρωμένων τε καὶ ἀοράτων ἐχθρῶν.
Ὁ Σταυρός τοῦ Κυρίου, χαῖρε πιστῶν καύχημα, χαῖρε
κραταιὰ προστασία, χαῖρε παράκλησις· τοὺς προσκυνοῦντας σε, ἐκ περιστάσεως
ρῦσαι καὶ δεινῆς κακώσεως καὶ πάσης θλίψεως.
Ὁ Σταυρὸς τοῦ Κυρίου, χαῖρε στερρὸν ἔρρεισμα,
χαῖρε τῶν ὑμνούντων σε φύλαξ, χαῖρε προπύργιον· τοὺς προσκυνοῦντάς σε ἐκ τῶν
τοῦ βίου σκανδάλων, ρῦσαι καὶ διάσωσον θείᾳ δυνάμει σου.
Θεοτοκίον.
Ὁ Σταυρὸς τοῦ Υἰοῦ Σου, παρθενικὸν καύχημα, πᾶσί
Σου τὸν Τόκον ὑμνοῦσι, δύναμις πέφυκεν, οὗ ἡ προσκύνησις καὶ τὸ πρὸς Σὲ
καταφεύγειν, πάθη θεραπεύουσι ψυχῆς καὶ σώματος.
Ὠδή δ'. Εἰσακήκοα Κύριε.
Ὁ Σταυρὸς ὁ Πανάγιος, πᾶσι τοῖς ὑμνοῦσιν αὐτὸν
τὴν ἴασιν καὶ πταισμάτων ἀπολύτρωσιν, ἐμφανῶς ὁρᾶται χαριζόμενος.
Τῶν ἀμέτρων πταισμάτων μου, ῥοῦν τὸν θολερώτατον ἀποξήρανον,
ὁ βαστάσας τὸν ξηράναντα, ἀθεΐας ὕλην, Σταυρέ Τίμιε.
Ἁμαρτίαις συμπέφυρμαι καὶ ἐκ τούτων ἦλθον εἰς
ἀλλεπάλληλον ἀρρωστίαν· ὅθεν κράζω σοι, ἄμφω τὰς ἰάσεις, Σταυρέ δώρησαι.
Θεοτοκίον.
Οἱ Σταυρόν καὶ τὴν Ἄχραντον, ἔχοντες ἐλπίδα οὐκ
αἰσχυνθήσονται· ἡ πρεσβεία γὰρ καὶ δύναμις, τῆς Μητρός καὶ σκήπτρου σφόδρα
δύνανται.
Ὠδή ε'. Φώτισον ἡμᾶς.
Γλύκανον ἡμῶν, τὴν πικρίαν τῶν θλίψεων, Σταυρέ Κυρίου,
ὁ πάλαι τῆς μερρᾶς, πικρῶν ὑδάτων τὴν πικρίαν ἰασάμενος.
Σκέπασον ἡμᾶς τῇ δυνάμει σου, Πανάγιε Σταυρέ Κυρίου, ἐν
σοὶ γὰρ τοῦ Πατρός, ἰσχὺς ἐπῆρθη, τὸ σὸν κράτος ἐνισχύουσα.
Κούφισον ἡμῶν, ἅπαν ἄλγος τε καὶ κάκωσιν καὶ
σκυθρωπότητα ἐκ τῶν καρδιῶν, Σταύρε Κυρίου· δέδοταί σοι γὰρ τὸ δύνασθαι.
Θεοτοκίον.
Ἔχομεν πιστοί προστασίαν πρὸς τὸν Κύριον, τὴν Παναγίαν
Παρθένον καὶ τὸν Σταυρόν, ὧν καταπλήττει καὶ τοὺς δαίμονας ἡ δύναμις.
Ὠδή στ'.
Τὴν δέησιν ἐκχεῶ.
Τὸ ὅπλον τῶν Βασιλέων ὑμνῶ σε, τὴν στολὴν τῶν Ἱερέων
ὑψῶ σε, Χριστιανῶν τὴν ἐλπίδα ἁπάντων, ὑμνολογῶ σε Σταυρέ παμμακάριστε, τὸ
καύχημα κἀμοῦ ὅν σε, ὅπλον ὡς μέγα ἀμπέχομαι.
Σὲ σκέπην Χριστιανοί γινώσκομεν καὶ καυχώμεθα ἐν σοὶ
Ξύλον θεῖον· εἰς πάντα γὰρ σὲ εὑρίσκομεν κράτος καὶ παντελῆ σωτηρίαν καὶ
σύμμαχον· τὴν χάριν ὅθεν καὶ ἡμῖν, τοῖς ὑμνοῦσί σε πόθῳ κατάπεμψον.
Ὁ Κύριος ἱσχυρὸν ἡμῖν τεῖχος καὶ προστάτην καὶ
φρουρόν σε παρέσχε καὶ γὰρ ἐν σοὶ ἐναντίαι δυνάμεις, ἐξηφανίσθησαν σθένει τοῦ
κράτους σου. Ὡς ἔχεις οὖν πᾶσαν ἰσχύν, ἀσθενοῦντας ἡμᾶς ἰσχύν ἔνδυσον.
Θεοτοκίον.
Σωτῆράς μου ἐπιγράφομαι πόθῳ, τοὺς τὸν Κτίστην μου
σαρκί δεξαμένους, τὴν μὲν Ἁγνήν, ὡς ζωὴν ἀφθαρτοῦσαν, τὸ δὲ Σταυρόν, ὡς νεκρῶν
ζωοπάροχον. Νεκρώσει οὖν ζωοποιῷ, ὁ Σταυρός καὶ ἡ Κόρη ζωώσατε.
Διάσωσον, Σταυρέ Κυρίου τὴν ποίμνην σου ἀπὸ βλάβης, ὅτι
πάντες ἐν σοὶ καυχώμεθα καὶ γινώσκομεν τὴν σκέπην σου, σωτηρίαν καὶ κράτος.
Ἐπίσκεψαι, τῇ σῇ δυνάμει τοὺς πίστει σε προσκυνοῦντας,
Τίμιε Σταυρέ, ἐξ ἐχθρῶν παντοίας κακώσεως καὶ δίωξον τάς αὐτῶν περιστάσεις.
Κοντάκιον. Ἦχος β'.
Τό ξύλον τῆς ζωῆς καὶ δύναμις ὑπέροπλος, ἐλπὶς τῶν
πιστῶν καὶ σκέπη καὶ κραταίωμα, ἐκ ψυχῆς βοῶμέν σοι, Σταυρέ Κυρίου φύλαξ φάνηθι
καὶ ἐκ σκανδάλων τῶν τοῦ πονηροῦ, προφθάσας ρῦσαι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.
Προκείμενον. Ἦχος δ'.
Ὑψοῦτε Κύριον τὸν Θεόν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ
τῶν ποδῶν αὐτοῦ, ὅτι Ἅγιος ἐστί.
Στίχος. Ὁ Κύριος
ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην.
Εἶπεν ὁ Κύριος. Οὐδεὶς
ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ
ἀνθρώπου, ὁ ὤν ἐν τῷ οὐρανῷ. Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὔτως
ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται,
ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ
τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν
αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν
κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.
Δόξα. Τῇ τοῦ θείου Σταυροῦ σου
δυνάμει, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν
ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με ὁ Θεός,……
Προσόμοιον. Ἦχος πλ. β'. Ὅλην
ἀποθέμενοι.
Σταυρὲ πανσεβάσμιε, ὅν περιέπουσι τάξεις, Ἀγγέλων
γηθόμεναι σήμερον ὁρώμενος θείῳ Πνεύματι, δικαιοῖς ἅπαντας, τοὺς κλοπῇ βρώσεως,
ἀπωσθέντας καὶ εἰς θάνατον, καθυποκύψαντας· ὅθεν σε καρδίᾳ καὶ χείλεσι, πιστῶς
περιπτυσσόμενοι, τὸν ἁγιασμὸν ἀρυόμεθα· ὑμνεῖτε, βοῶντες, Χριστόν τὸν
Ὑπεράγαθον Θεόν καὶ τὸ Αὐτοῦ προσκυνήσωμεν θεῖον ὑποπόδιον.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός: Ἀμήν.
Ὠδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὸ κράτος τοῦ θανάτου τεθανάτωται πάλαι, τῆς
κρεμασθείσης ζωῆς θανάτῳ ζωηφόρῳ, Σταυρέ ἐν σοι, διὸ σε, ἱκετεύω κραυγάζων σοι·
τῶν θανατούντων παθῶν, ῥῦσαι με νῦν καὶ σῶσον.
Τὴν βροτῶν σωτηρίαν, ὁ Σωτὴρ ἠβουλήθη ἐναπεργάσασθαι,
ἐν ξύλῳ ζωηφόρῳ, διδοὺς τοῖς σωζομένοις, μελωδεῖν τὰ σωτήρια· χαῖρε Σταυρὲ τοῦ
Χριστοῦ, πιστῶν ἁπάντων σώστα.
Τοῦ ξύλου τῆς κατάρας, οἱ τρυφήσαντες εὖρον τάς
ἀφεσίμους ἐν σοί, ἐκτάσει εὐλογίας χειρῶν τῶν τοῦ Δεσπότου, διό πάντες σοὶ κράζομεν·
τὴν εὐλογίαν, Σταυρέ, δίδου τοῖς σὲ τιμῶσι.
Θεοτοκίον.
Καυχῶμαι τὴν δυάδα, προβαλλόμενος πρέσβεις πρὸς τὸν
Σωτῆρα Χριστόν, Μητέρα καὶ τὸ σκὴπτρον· ἰσχύει γὰρ ἡ Μήτηρ καὶ τὸ σκῆπτρον
κρατύνει με· χαῖρε τὸ σκῆπτρον Χριστοῦ, χαῖρε ἡ Μήτηρ Τούτου.
Ὠδὴ η'. Τὸν Βασιλέα.
Τοὺς προσκυνοῦντάς σε, ὦ Σταυρὲ, διατηρεῖ πειρασμῶν καὶ
κινδύνων ἀτρώτους· ἔχεις γὰρ σὴν σκέπην φρουροῦσαν πιστούς πάντας.
Τὰς ἀρρωστίας τὰς τῆς σαρκός ἰατρεύεις καὶ σπιλάδας
ψυχῶν ἐκκαθαίρεις· ὅθεν σὲ ὑμνοῦμεν, Σταυρόν τὸν τοῦ Κυρίου.
Τοὺς τῷ σημείῳ σου ἑαυτούς σημειοῦντας, τῶν παγίδων
λυτροῦσαι τοῦ σκότους, Σταυρέ τοῦ Κυρίου, διὰ τοῦ σοῦ σημείου.
Θεοτοκίον.
Τοῦ Βασιλέως τῶν Οὐρανῶν τὴν Μητέρα καὶ Σταυρόν τοῦ
Σωτῆρος ἐν πίστει, πάντες προσκυνοῦμεν, ὥσπερ κοινούς προστάτας.
Ὠδή θ'. Κυρίως Θεοτόκον.
Ἥν φέρω σοι ἐκ πόθου, δέησιν Κυρίου, δέξαι Σταυρέ καὶ
τὴν χάριν παράσχου πιστῶς, σὲ προσκυνούντι ἐν πίστει καὶ μεγαλύνοντι.
Σημεῖον νικηφόρον, πάντες οἴδασί σε, οἱ διὰ σοῦ βραβεῖα
καὶ νικάς αὐτῶν, σὺν εὐλαβείᾳ λαβόντες καὶ μεγαλύνουσι.
Τὸ χαῖρε τοῦτο τέλος, τοῦ μικροῦ μου ὕμνου, τοῦ διὰ σοῦ
νικηφόρου ὀφθέντος Σταυροῦ, δέξαι Χριστέ μου τὸ χαῖρε καὶ δίδου μοι τὰ
χαρμόσυνα.
Θεοτοκίον.
Οὐ θέλω σιωπῆσαι τὰ τῆς Θεοτόκου καὶ τὸν Σταυρόν μὴ
κηρύττειν, ὅς σκέπει πιστούς οὐ σιωπῶ, ἀλλὰ λέγω, εἰ καὶ ἐσίγησα.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Τὸν Σταυρὸν τὸν τίμιον τοῦ Χριστοῦ, σήμερον ἐκ πόθου προσκυνήσωμεν εὐλαβῶς καί ἐν κατανύξει βοήσωμεν συμφώνως, Σταυρέ ζωῆς τὸ ξύλον πιστούς στερέωσον.
Πάντες προσκυνοῦμεν πανευλαβῶς καί φόβῳ καὶ πόθῳ, σὺν
ἀγάπῃ τε καὶ χαρᾷ, τιμῶντες ὑμνοῦμεν τὸ πανάγιον Ξύλον, χείλεσιν ἀναξίοις
κατασπαζόμενοι.
Σκῆπτρον ἁγιότατον τοῦ Χριστοῦ, ζωηφόρον ξύλον, Ἱερέων
ἡ καλλονή, Βασιλέων νῖκος, στήριγμα Ὀρθοδόξων, πάντας τοὺς σέ τιμῶντας, Σταυρέ
διάσωσον.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων τὸν
Σταυρόν τὸν ζωοποιόν, τὸν ἁγιασθέντα Αἵματι τῷ πανσέπτῳ, Χριστοῦ τοῦ Ζωοδότου,
Ὅν μεγαλύνομεν.
Ὥσπερ τὴν ψάμμον τῶν θαλασσῶν, ὑπὲρ ἀριθμόν τε τῶν
ἀστέρων τοῦ οὐρανοῦ, μόνος ἁμαρτήσας καὶ μόνος κατεκρίθην, ὦ Δέσποινα τοῦ
Κόσμου, Σύ με διάσωσον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων
ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι
ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Τροπάριον, Ἦχος α'.
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν
κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατά βαρβάρων δωρούμενος καὶ τὸ σὸν
φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος γ'. Ὅτε ἐκ τοῦ ξύλου Σε νεκρόν.
Λάμψον φῶς ἀπρόσιτον ἡμῖν, ἔργον γὰρ ἐσμὲν τῶν χειρῶν
Σου πάντες, Χριστέ Βασιλεῦ· νίκη δὲ στεφάνωσον, τοὺς σὲ ὑμνοῦντας πιστῶς, κατ’
ἐχθρῶν ἀοράτων τε καὶ ὁρατῶν ἅμα, τεῖχος καὶ ὀχύρωμα, ἰσχὺν καὶ ἄσυλον, ὄλβον
τὸν Σταυρὸν σου πλουτοῦντας, Σῶτερ, ὁ τὴν ἄφθορον μήτραν, ὑποδὺς ἀρρήτως τῆς
Θεόπαιδος.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου καί
λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πάσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξον με ὑπό τήν σκέπην Σου.
Ὁ
Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου