Παράκλησις Ὁσιομ.
ΕΦΡΑΙΜ Ὄρους Ἀμώμων.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῖς προσιοῦσι τοῖς σεπτοῖς σου λειψάνοις καὶ ἑξαιτοῦσι
τὴν θερμήν σου πρεσβείαν, δίδου ἀεὶ τὴν θείαν σου ἀντίληψιν, τούτους ἐκλυτρούμενος
πειρασμῶν καὶ κινδύνων καὶ παντοίων θλίψεων καὶ δεινῶν νοσημάτων, ὁσιομάρτυς Ἅγιε
Ἐφραίμ, ὡς τοῦ Σωτῆρος θεράπων θερμότατος.
Δόξα. Ὅμοιον.
Τῇ ἀνευρέσει τῶν σεπτῶν σου λειψάνων, χαρᾶς ἐπλήρωσας
πιστῶν τάς καρδίας καὶ τὴν Μονήν σου ταύτην πλεῖον εὔφρανας, ἥτις καταφεύγουσα
τῇ σῇ χάριτι κράζει· σύ μου εἶ προσφύγιον καὶ θερμὸς ἀντιλήπτωρ, ὁσιομάρτυς Ἅγιε
Ἐφραίμ· διό με ῥύου, δεινῶν περιστάσεων.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ
ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων
κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ·
Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·«Εὔφρανον Πάτερ ἡμᾶς σῇ δόξῃ. Γερασίμου».
Ὠδὴ α'.Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας.
Ἐκ γῆς ὥσπερ κρίνα ἐαρινά ἐφάνησαν, Πάτερ, τὰ σὰ
λείψανα τὰ σεπτά, ὀσμῇ οὐρανίῳ τὸ δυσῶδες τῶν παθημάτων, Ἐφραὶμ, ἀπελαύνοντα.
Ὑψόθεν ὑπάρχων ἐπισκοπῶν, τὴνδε τὴν Μονήν σου, τὴν τιμῶσάν σε εὐλαβῶς καὶ
δίδου αὐτῇ, Ἐφραὶμ παμμάκαρ, τῆς εὐλογίας τῆς σῆς χάριν τὴν ἄφθονον.
Φωτὶ τῶν ἁγίων σου πρεσβειῶν, παθῶν τὴν ὁμίχλη καὶ τὴν
νύκτα τῶν πειρασμῶν διάλυσον, Πάτερ, ἐκ τῶν πίστει προσφευγόντων τοῖς θείοις
λειψάνοις σου.
Θεοτοκίον.
Ῥυσθῆναί με πάσης ἐπιβουλῆς, ἐχθροῦ τοῦ ἀσάρκου, τῇ
πρεσβείᾳ Σου τῇ σεπτῇ, ἐνίσχυσόν με μόνη Θεοτόκε, ἵνα ὑμνῶ Σου τὴν δόξαν τὴν ἄρρητον.
Ὠδὴ γ'. Οὐρανίας ἁψίδος.
Ἀνατείλας ἐσχάτως, ὥσπερ ἀστὴρ πάμφωτος, τῇ ἀποκαλύψει
τῶν θείων, Πάτερ, λειψάνων σου, θαῦμα λάμψεσι φωταγωγεῖς τάς καρδίας, τῶν αἰτούντων,
Ἅγιε, τὴν σὴν βοήθειαν.
Νοσημάτων παντοίων καὶ χαλεπῶν θλίψεων, δρόσῳ τῆς σεπτῆς
σου πρεσβείας, σβεννύεις καύσωνα· διὸ βοῶμέν σοι, σβέσον ἡμῶν τάς ὀδύνας, ἐπομβρίᾳ,
Ἅγιε, τοῦ θείου Πνεύματος.
Οἱ τῇ θείᾳ σορῷ σου, μετὰ σπουδῆς σπεύδοντες, ἴασιν
κομίζονται, Πάτερ, καὶ ἀπολύτρωσιν πάσης κακώσεως· σὺ γὰρ τοῖς πᾶσι παρέχεις, οἷα
συμπαθέστατος, χάριν καὶ ἔλεος.
Θεοτοκίον.
Νοητὸς ὤφθης θρόνος καὶ χρυσαυγὲς σκήνωμα, τοῦ
Παμβασιλέως τῆς δόξης καὶ Παντοκράτορος, Παρθένε Ἄχραντε· διὸ κἀμὲ δεῖξον οἶκον,
ἔργοις καθαρότητος τῆς θείας χάριτος.
Διάσωσον, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ, πάσης
βλάβης καὶ νοσημάτων καὶ θλίψεων, ὁσιομάρτυς Κυρίου Ἐφραὶμ θέοφρον.
Ἐπίβλεψον, ἐν εὐμένειᾳ...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη)
ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β'. Πρεσβεία θερμή.
Προστάτης θερμός ἀρτίως ὤφθης, Ἅγιε, ἐκφάνσει ἡμῖν, τῶν
ἱερῶν λειψάνων σου, τοῖς πὸθῳ καταφεύγουσι, θεομάκαρ Ἐφραὶμ, τῇ πρεσβείᾳ σου·
διὰ τοῦτο βοῶμέν σοι πιστῶς· Χριστῷ ὑπὲρ πάντων, Πάτερ, πρέσβευε.
Ὠδὴ δ'. Εἰσακήκοα Κύριε.
Πλείστοις τρόποις, μακάριε, φαίνῃ τοῖς καλοῦσι τὴν
θείαν κλῆσίν σου καὶ παρέχεις τὰ αἰτήματα, τὰ πρὸς σωτηρίαν, Ἐφραὶμ Ὅσιε.
Ἀσθενοῦσι τὴν ἴασιν καὶ τοῖς θλιβομένοις χαρὰν τὴν
κρείττονα, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, δὶδου οὐρανόθεν, Ἐφραὶμ Ἅγιε.
Τὴν Μονήν σου ἀπήμαντον, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος
διατήρει, Ἐφραὶμ Ἅγιε, τὴν ἐγκαυχομένην τοῖς λειψάνοις σου.
Θεοτοκίον.
Ἐκ γαστρὸς ἀνέτειλε, τῆς δικαιοσύνης, Ἁγνὴ, ὁ ἥλιος, Οὗ
ταῖς αἴγλαις καταλάμπρυνον, τὴν ἐσκοτισμένην μου διάνοιαν.
Ὠδὴ ε'. Φώτισον ἡμᾶς.
Ῥάβδῳ ἰσχυρᾷ τῆς πρεσβείας σου ἐκδίωξον, τὸν ἀόρατον τὸν
καθ' ἡμῶν, ὠρυόμενον, Ἐφραὶμ, καθάπερ λέοντα.
Ἤθλησας καλῶς καὶ ἀρτίως ἡμῖν ἔγνωσαι, τῇ ἐκφάνσει τῶν ἁγίων
σου ὀστῶν, ἁγιάζων τάς ψυχὰς ἡμῶν, μακάριε.
Μέγας ἀρωγός τῆς Μονῆς ὤφθης, Ἅγιε, τῆς πλουτούσης ὥσπερ
θεῖον θησαυρόν, τὰ μυρίπνοα καὶ ἅγιά σου λείψανα.
Θεοτοκίον.
Ἄχραντε Ἁγνή, Θεοτόκε Ἀειπάρθενε, τὴν νοσοῦσάν μου τοῖς
πάθεσι ψυχήν, θεραπείας τῇ Σῇ χάριτι ἀξίωσον.
Ὠδὴ ς'. Τὴν δέησιν ἐκχεῶ.
Σωμάτων καὶ ψυχῶν ἰατῆρα, ἡ τοῦ Πνεύματος χάρις, ἐν ταῖς
ἐσχάταις ἡμέραις, παμμάκαρ, ἐκ γῆς λαγόνων τὰ θεῖά σου λείψανα, ἀνακαλὺψασα ἡμῖν
μετὰ χρόνιον, Πάτερ, κατάκρυψιν.
Συσφίγξας τοῦ παραλύτου τὰ μέλη, ὑγιῆ τοῦτον ἀπέδειξας,
Πάτερ, καταφυγόντα τῇ θείᾳ σορῷ σου καὶ τοῦ Κυρίου τῷ φόβῳ συνέτισας. Ὅθεν ἀπῆλθεν
ἐν χαρᾷ, μεγαλύνων τὸ σὸν θαυματούργημα.
Ἡνίκα, τῇ ἡγουμένῃ ὡράθης, ἐμφανῆ τὰ σὰ κατέστησας ταύτῃ·
ἀλλὰ καὶ νῦν ποθοῦσὶ σε, Πάτερ, τὸ σὸν ἐπίφανον ἅγιον πρόσωπον καὶ πλήρωσον ἡμᾶς
χαρᾶς οὐρανίου, Ἐφραὶμ θεοδόξαστε.
Θεοτοκίον.
Δοχεῖον περιφανὲς τοῦ Ὑψίστου καὶ ναὸς φωτοειδὴς
καθωράθης, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, Παρθένε, προαγαγοῦσα τῷ κόσμῳ ὡς ἄνθρωπον·
Αὐτῷ δι’ ἔλεος πολύ, ἱκέτευσον, Μῆτερ Ἀπείρανδρε.
Διάσωσον, τοὺς προσιόντας...
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη)
ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον.Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου.
Τῇ φανερώσει τῶν θείων Λειψάνων σου, τὴν σὴν ἐγνώρισας
πᾶσι λαμπρότητα· ἰάσεις γὰρ βρύεις ἑκάστοτε καὶ ἀπαλλάττεις δεινῶν περιστάσεων,
Ἐφραὶμ, τοὺς φωνοῦντας τὴν κλῆσίν σου.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις Αὐτοῦ τοῖς ἐν τῇ γῇ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου·
καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει,
εἰμη ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες
καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατὲ τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, κα! μάθετε
ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς
ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου……
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου……
Στίχ. Ἐλέησόν με ὁ Θεὸς……
Προσόμοιον. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Ἤνεγκας στερρότατα, ἐπιδρομῆς τῶν βαρβάρων καὶ Μάρτυς ἀήττητος, ὤφθης τοῦ Παντάνακτος, Ἐφραὶμ Ἅγιε· καὶ χαρὰν κρείττονα, τοῖς πιστοῖς παρέσχες, τῇ εὑρέσει τῶν Λειψάνων σου, δι’ ὧν διώκεται, πᾶσα τοῦ Βελίαρ ἐπήρεια καὶ νόσοι θεραπεύονται καὶ ψυχῶν ἰῶνται τὰ τραύματα. Ὅθεν σοι βοῶμεν, μὴ παύσῃ ἱκετεύων
τὸν Χριστόν, πᾶσι δοθῆναι συγχώρησιν καὶ ζωὴν γαλήνιον.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός: Ἀμήν.
Ὠδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐρανόθεν, θέοφρον, ἀφικόμενος ὧδε τῇ θείᾳ μάνδρᾳ σου, ὁρᾶσαι
παραδόξως, ποικίλαις ἐμφανείαις καὶ πληροῖς τὰ αἰτήματα, Ὁσιομάρτυς Ἐφραὶμ , τῶν
σὲ ὑμνολογούντων.
Ξενοτρόπως κατ’ ὄναρ καὶ καθ’ ὕπαρ, παμμάκαρ, ἐμφανιζόμενος,
χαρὰν καὶ εὐφροσύνην καὶ πᾶσαν ἄλλην δόσιν ἀγαθὴν δίδως, Ἅγιε, τοῖς εὐφημοῦσιν,
Ἐφραὶμ, τὴν ἱερὰν ζωήν σου.
Ἡ ἁγία Μονή σου, ὡς ἁγίασμα θεῖον καὶ δῶρον ἅγιον, τὰ θεῖα Λείψανά σου, Ἐφραὶμ,
καταπλουτοῦσα, ἁγιάζει σῇ χάριτι, τοὺς πανταχόθεν αὐτῇ πιστῶς προσερχομένους.
Θεοτοκίον.
Γεωργίᾳ ἀΰλῳ, τῆς σεπτῆς Σου πρεσβείας, θεοχαρίτωτε,
βλαστάνειν τὴν ψυχήν μου, καρποὺς τῆς μετανοίας, Θεοτόκε, ἀξίωσον, ὡς ἂν τῆς ἄνω
ζωῆς, μετὰ τὸ τέλος τύχω.
Ὠδὴ η'. Τὸν Βασιλέα.
Εὔφρανον, Πάτερ, εὐφραντικῇ ἀρωγῇ σου, τοὺς στενάζοντας
ἐν λύπαις καὶ ἀνάγκαις, τούτους ἀπαλλάτων, Ἐφραὶμ, πάσης πικρίας.
Ῥανίσι θείαις σῶν πρεσβειῶν, θεὸφρον, παφλάζουσαν ὀδύνην
τῆς ψυχῆς μου, σβέσον καὶ παράσχου, ἀναψυχήν μοι θείαν.
Ἁγίων δήμοις συναυλιζόμενος, Πάτερ, καθικέτευε σὺν
τούτοις, θεοφόρε, ὑπὲρ τῶν τιμώντων τὰ θεῖα Λείψανά σου.
Θεοτοκίον.
Σῶσόν με, Κόρη, τῆς τοῦ ἐχθροῦ δυναστείας καὶ ἀπόπλυνον
τὸν ῥυπωθέντα νοῦν μου, ταῖς τῆς ἁμαρτίας ἐννοίαις τε καὶ ἔργοις.
Ὠδή θ'. Κυρίως Θεοτόκον.
Ἰάτρευσον, παμμάκαρ, πάσης καχεξίας, τοὺς προσιόντας τοῖς
θείοις λειψάνοις σου, Ὁσιομάρτυς Κυρίου Ἐφραὶμ μακάριε.
Μονήν σου τὴν ἁγίαν, φύλαττε ἀπαύστως, ταῖς θαυμασταῖς
προστασίαις σου, Ἅγιε, ἐπινοιῶν τοῦ Βελίαρ καὶ πάσης θλίψεως.
Ὁ νέος ἐν Ἁγίοις, ὡς φανεὶς ἀρτίως, θαυματοφόρε Ἐφραὶμ ἀξιάγαστε, ῥύου κἀμὲ τῆς
μανίας τοῦ πολεμήτορος.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου δεῖξον, Θεοτόκε, ἐκ λογισμῶν
χαμαιζὴλων χείρονος καὶ τὴν καρδίαν θείας ἐλλάμψεως.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις ὁ ἀθλήσας πάλαι στερρῶς καὶ γνωσθεὶς ἀρτίως, Ἐκκλησίᾳ
τῇ τοῦ Χριστοῦ, τῇ ἀνακαλύψει τῶν θείων σου Λειψάνων, Ἐφραὶμ Ὁσιομάρτυς ἀξιοθαύμαστε.
Ὤφθης καὶ ἐδήλωσας ἐμφανῶς, τὴν κλῆσίν σου, Πάτερ, καὶ
τὸ τέλος σου τὸ σεπτὸν· ὅθεν προσκυνοῦντες, τὰ θεῖα Λείψανά σου, Ἐφραὶμ Ὁσιομάρτυς,
χάριν λαμβάνομεν.
Ἄγνωστος ἐτέλεις χρόνοις πολλοῖς καὶ τῇ φανερώσει, τῶν
Λειψάνων σου τῶν σεπτῶν, ἔδειξας τῷ κόσμῳ τὴν σὴν πλουσίαν χάριν, θαυμάτων ἐνεργείας,
Ἐφραὶμ μακάριε.
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, χαίροις τῶν Μαρτύρων ὁ
ζηλώσας τὴν ἀρετήν· χαίροις ὁ ἐν ὄρει Ἀμώμων διαπρέψας, Ἐφραὶμ Ὁσιομάρτυς,
διπλοῖς ἐν σκάμμασι.
Χάριν ἀναβλύζεις θείᾳ ῥοπῇ καὶ τοὺς ἀσθενοῦντας,
θεραπεύει ἡ σὴ σορὸς· ὅθεν οἱ τῇ θείᾳ Μονῇ σου προσιόντες, καρποῦνται τὴν ὑγείαν,
ψυχῆς καὶ σώματος.
Ἔχων παρρησίαν πρὸς τὸν Χριστὸν, Ἐφραὶμ θεοφόρε,
καθικέτευε ἐκτενῶς, ὑπὲρ τῆς Μονῆς σου, τῇ σοὶ ἀνακειμένῃ καὶ πάντων τῶν
ζητούντων, τὴν σὴν ἀντίληψιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων
ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι
ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τοῖς σοῖς μυριπνόοις
Λειψάνοις, Ἐφραὶμ μακάριε, σκέπε καὶ διάσῳζε ἐκ πάσης θλίψεως καὶ πταισμάτων τὴν
ἄφεσιν καὶ νόσων παντοίων, αἴτησαι τὴν ἴασιν παρὰ Χριστοῦ τοῦ Θεοῦ· δίδου δὲ τὴν
σὴν εὐλογίαν, τῇ σεπτῇ Μονῇ σου, θεόφρον, τῇ ἀνακειμένῃ τῇ πρεσβείᾳ σου.
Δέσποινα
πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί
θλίψεως.
Τήν πάσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξον με ὑπό τήν σκέπην Σου.
Ὁ Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δίστιχον.
Εὔφρανον Ἐφραὶμ
τῇ θερμῇ σου ἀντιλήψει,
Γεράσιμον
δέησιν τήνδε σοι θέντα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου