Πέμπτη 6 Οκτωβρίου 2016

Παράκλησις ἁγ. ΙΕΡΟΘΕΟΥ ἐπ. Ἀθηνῶν.



Παράκλησις ἁγ. ΙΕΡΟΘΕΟΥ ἐπ. Ἀθηνῶν.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου 
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
ς Ἱεράρχης τοῦ Χριστοῦ θεηγόρος καί Ἀποστόλων κοινωνός καί αὐτόπτης καί τῆς σοφίας ὄργανον θεόπνευστον, πάτερ Ἱερόθεε, τόν παρόντα νάον σου, σκέπε καί διάσωζε, ἀπό πάσης ἀνάγκης· καί τῷ Σωτήρι πρέσβευε ἀεί, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν.
Δόξα.  Καί νῦν.  Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

  Κανών, οὗ    ἀκροστοιχίς, «ΙΕΡΟΘΕΕ ΤΗΝ ΣΗΝ ΜΟΝΗΝ ΣΚΕΠΕ, ΓΕΡΑΣΙΜΟΥ».
Ὠδή α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.
λέωσαι, Πάτερ, τόν Λυτρωτήν, ταῖς σαῖς ἱκεσίαις, Ἱερόθεε ἱερέ, τοῖς πίστει καί πόθῳ προσιούσι, τῇ θαυμαστῇ σου πρεσβείᾳ ἑκάστοτε.
ν πάσῃ ἀνάγκη ὁ σός ναός, τῇ σῇ καταφεύγει προστασίᾳ καί ἐκβοᾶ· ῥύσαι μέ δεινῶν πειρατηρίων, Ἀρχιερεῦ τοῦ Χριστοῦ Ἱερόθεε.
υσθῆναι κινδύνων καί πειρασμῶν, Χριστόν ἐκδυσώπει, Ἱερόθεε ἱερέ, τούς πίστει καί πόθῳ προσκυνοῦντας, τήν ἱεράν καί σεβάσμιον κάραν σου.
Θεοτοκίον.
λόφωτον σκήνωμα τοῦ Χριστοῦ, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, λύσον τήν ὁμίχλην τῶν παθῶν μου καί μετανοίας φωτί με καταύγασον.

Ὠδή γ’. Οὐρανίας ἀψίδος.
Θείῳ φόβῳ, θεόφρον, ἡμῶν τόν νοῦν τείχισον, ὡς ἄν τοῦ ἐχθροῦ τῶν σκανδάλων, τήν ῥύμην φύγωμεν καί τήν σωτήριον, τῶν ἐντολῶν τοῦ Κυρίου, πάτερ Ἱερόθεε, τρῖβον βαδίσωμεν.
ν τῇ σῇ προστασίᾳ ὁ σός ναός γάνυται καί ὡς ἀρραγέστατον τεῖχος καί θεῖον ἔφορον, Πάτερ σέ ἔχουσα, ἀποσοβεῖ καί ἐκτρέπει, πάσαν, Ἱερόθεε, βλάβην τοῦ ὄφεως.
λλαμπόμενος αἴγλη τοῦ Παντουργοῦ Πνεύματος, δίωξον παθῶν τήν ὁμίχλην καί τήν σκοτόμαιναν, ἐκ τῶν ψυχῶν ἡμῶν, ταῖς φωτοφόροις εὐχαῖς σου, πάτερ Ἱερόθεε, ἐκδυσωποῦμεν σε.
Θεοτοκίον.
Τόν Ὑπερθεόν Λόγον σωματικῶς τέξασα, Κεχαριτωμένη Παρθένε, πλούτω χρηστότητος, παθῶν με λύτρωσαι σωματικῶν καί τόν νοῦν μου, μετανοίας σύγασον ταῖς ἐπιλάμψεσι.
Διάσωσον, Ἀρχιερεῦ Ἱερόθεε θεηγόρε, ἐκ παντοίων ἐπιφορῶν καί κακώσεων, τούς τῇ σεπτῇ προστασίᾳ σου προσιόντας.
πίβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος Β’. Πρεσβεία θερμή.
ς μύστης Χριστοῦ καί Ἱεράρχης ὅσιος καί μέγας ἡμῶν προστάτης, Ἱερόθεε, διά παντός ἱκέτευε, ἐκλυτροῦσθαι ἡμᾶς πάσης θλίψεως καί τῶν πταισμάτων διδόναι ἱλασμόν, τοῖς σπεύδουσι, Πάτερ, τῇ πρεσβείᾳ σου.

Ὠδή δ’. Εἰσακήκοα Κύριε.
πρεσβεία σου, Ἅγιε, γένοιτο τῷ ναῷ σου, Ἱερόθεε, τῷ θερμῶς ἀνακειμένῳ σοί, σκέπη καί ἀντίληψις δυσωποῦμεν σε.
Νοσημάτων ἀπάλλαξον, τούς τῇ θείᾳ κάρᾳ σου καταφεύγοντας καί παράσχου, Ἱερόθεε, τούτοις τήν ταχείαν σου βοήθειαν.
Συντριβέντας τοῖς πάθεσι, τοῖς κατά ψυχήν καί σῶμα θεράπευσον, Ἱερόθεε Πατήρ ἡμῶν, τούς θερμῶς προστρέχοντας τῇ σκέπῃ σου.
Θεοτοκίον.
Θεόν σωματώσασα, λύσαντα τῆς πάλαι ἀρᾶς τόν ἄνθρωπον, Θεοτόκε Ἀειπάρθενε, τήν ὀδύνην λύσον τῆς καρδίας μου.
Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον ἡμῶν τῆς σαρκός, Πάτερ ,τό φρόνημα καί τόν νοῦν ἡμῶν ἀγάπη θεϊκή, ἀναπτέρωσον ζωήν πρός ὑπερκόσμιον.
     
Μέγαν ἀρωγόν καί θερμόν σέ ἀντιλήπτορα, Ἱερόθεε, ὁ θεῖος σου ναός, κεκτημένος καθ’ ἑκάστην μακαρίζει σέ.
λβον ἱερόν, τήν σεπτήν σου κάραν ἔχοντες, ἐξ αὐτῆς ἁγιασμοῦ τάς δωρεᾶς, Ἱερόθεε, καρπούμεθα ὑμνοῦντες σέ.
Θεοτοκίον.
Νόμῳ τοῦ Θεοῦ, τήν ζωήν μου, Κόρη ἴθυνον, ὡς ἄν βόρβορον δεινῶν ἀνομιῶν, μετανοίας ἀποπλύνω ἐν τοῖς δάκρυσι.

Ὠδή στ’. Τήν δέησιν, ἐκχεῶ.
γίασται, ἡ σή πάντιμος κάρα, δωρεά τοῦ Παρακλήτου ἁγία· ὅθεν ἡμῶν τάς ψυχᾶς ἁγιάζει καί τῶν σωμάτων ἰᾶται τούς μώλωπας, τῶν μετά πίστεως θερμῆς, προσιόντων αὐτῇ, Ἱερόθεε.
Ναμάτων, τῶν θεοβρύτων ῥανίδας, ἡμῖν βλύσον τῇ θερμῇ σου πρεσβείᾳ, ὡς ἄν τούς ἄνθρακας σβέσωμεν, Πάτερ, τῶν ἀπελθόντων κινδύνων καί θλίψεων καί τῆς χρηστότητος Χριστοῦ, Ἱερόθεε Πάτερ, μετάσχωμεν.
Συνῆλθε Χριστιανῶν χορεία καί βοᾶ σοί ἐκ μυχίων καρδίας· τῆς κραταιᾶς προστασίας σου, Πάτερ, ἡμῖν τάς πτέρυγας ἄνωθεν ἅπλωσον καί σκέπασον ἐκ τῶν βελῶν τοῦ Βελίαρ ἡμᾶς, Ἱερόθεε.
Θεοτοκίον.
Κακίας τῆς ὀλεθρίου τοῦ πλάνου, τοῦ ἀεί κατά τοῦ δούλου Σου, Κόρη, ὠρυομένου ὡς λέοντος ὄντως, τά χαλεπώτατα σύντριψον βέλεμνα καί ἵθυνον ἡμᾶς, Ἁγνή, πρός λιμένα τοῦ θείου θελήματος.
Διάσωσον, ἀρχιερεῦ Ἱερόθεε, ἐκ παντοίων ἐπιφορῶν καί κακώσεων, τούς τῇ σεπτῇ προστασίᾳ σου προσιόντας.
χραντε, διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
ς Ἱεράρχης Χριστοῦ ἱερώτατος καί εὐσεβῶν ἀντιλήπτωρ θερμότατος, σοφέ Ἱερόθεε, πρέσβευε πάσης ἀνάγκης καί πόνων καί θλίψεων λυτροῦσθαι, τούς σέ μακαρίζοντας.
Προκείμενον.
Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος: κούσατε ταῦτα πάντα τά ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τήν οἰκουμένην.

Εὐαγγέλιον κατά Ἰωάννην.
Εἶπεν ὁ Κύριος· ἐγώ εἰμί ἡ θύρα· δι’ ἐμοῦ ἐάν τίς εἰσέλθη, σωθήσεται καί εἰσελεύσεται καί ἐξελεύσεται καί νομήν εὐρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμή ἵνα κλέψη καί θύση καί ἀπολέση· ἐγώ ἦλθον ἵνα ζωήν ἔχωσι καί περισσόν ἔχωσιν. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός· ὁ ποιμήν ὁ καλός τήν ψυχήν αὐτοῦ τίθησιν ὑπέρ τῶν προβάτων. Ὁ μισθωτός δέ καί οὐκ ὧν ποιμήν, οὐ οὐκ εἰσί τά πρόβατα ἴδια, θεωρεῖ τόν λύκον ἐρχόμενον καί ἀφίησι τά πρόβατα καί φεύγει καί ὁ λύκος ἀρπάζει αὐτά καί σκορπίζει τά πρόβατα. Ὁ δέ μισθωτός φεύγει, ὅτι μισθωτός ἐστι καί οὐ μέλει αὐτῷ περί τῶν προβάτων. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός· καί γινώσκω τά ἐμᾶ καί γινώσκομαι ὑπό τῶν ἐμῶν· καθώς γινώσκει μέ ὁ Πατήρ, καγῶ γινώσκω τόν Πατέρα· καί τήν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καί ἄλλα πρόβατα ἔχω, ἅ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κακείνα μέ δεῖ ἀγαγεῖν καί τῆς φωνῆς μου ἀκούουσι· καί γενήσεται μία ποίμνη, εἰς ποιμήν.
Δόξα.  Ταῖς τοῦ Ἱεράρχου……
Καί  νῦν. Ταῖς τῆς Θεοτόκου……
Προσόμοιον. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Στίχος.Ἐλέησον με, ὁ Θεός,……
Παύλω ὡς ἀκήκοας, Χριστῷ προσῆλθες προθύμως καί σκεῦος πολύτιμον, τοῦ Ἁγίου Πνεύματος ἐχρημάτισας  καί φωτί, Ἅγιε, τῷ τῆς ἀληθείας, καταυγάζεις τάς ψυχάς ἡμῶν, διό βοῶμεν σοι· ζόφου παθημάτων καί θλίψεων καί πάσης περιστάσεως, λύτρωσαι ἡμᾶς, Ἱερόθεε, πταισμάτων τήν λύσιν, αἰτούμενος ἡμῖν παρά Χριστοῦ, ὡς ἄν ἀμέμπτως βιώσαντες, δόξης θείας τύχομεν.
Ὑπό  τοῦ  Ἱερέως    λιτανευτική  ἱκεσία:
       Σῶσον    Θεός  τόν  λαόν  Σου……. 
       λέει  καί  οἰκτιρμοῖς……. 
  χορός: μήν.

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
κ δεινῆς ραθυμίας καί παθῶν τυραννίδος ἡμᾶς ἀπάλλαξον καί δίδου εὐθυπόρως, τήν τρῖβον βηματίζειν, ἐντολῶν τοῦ Θεοῦ ἡμῶν, ὡς ἄν τῆς ἄνω ζωῆς τύχωμεν, Ἱεράρχα.
Πύργον ἄσειστον, Πάτερ, καί ἑδραίωμα θεῖον καί καταφύγιον, τήν σήν ἐπιστασίαν, ναός σου ὁ ἅγιος, Ἱερόθεε, ἔχων, λυτροῦται πάσης ὀργῆς, ὑμνεῖ σου τήν χάριν.
κ σκανδάλων ποικίλων καί δεινῶν σοφισμάτων τοῦ πολεμήτορος, ἀπήμαντον συντήρει, τόν ἱερόν σου ναόν, ἱερέ Ἱερόθεε, ἀνακείμενον στερρῶς, τῇ σῇ ἐπιστασίᾳ.
Θεοτοκίον.
Γνώμην σώφρονα, Κόρη, καί εὐθείαν καρδίαν καί νοῦν ἀκέραιον, τοῖς πίστει ἀφορῶσι, πρός τήν Σήν θερμήν Σου σκέπην καί βοῶσι πρυτάνευε· χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.
Ὠδή η’. Τόν Βασιλέα.
ργοις ὁσίοις, τόν δέ ναόν σου κομώντα, ὥσπερ ἄμπελον εὐκληματοῦσαν δεῖξον, τῆς σῆς βοηθείας, τῇ γεωργίᾳ, Πάτερ.
ώμην ὑψόθεν δίδου ἡμῖν, Ἱεράρχα, τήν ὀλέθριον καταπατεῖν τοῦ πλάνου, δύναμιν ἐν πᾶσιν, ἡμῶν ὡς ἀντιλήπτωρ.
Αἴγλη τῆς θείας κηδεμονίας σου, Πάτερ, διασκέδασον τῶν πειρασμῶν τά νέφη, τῶν ἐπαπειλούντων φθοράν ἡμῖν καί λύπην.
Θεοτοκίον.
Σύντριψον, Κόρη, τήν καθ’ ἡμῶν δυναστείαν, τοῦ ἀλάστορος τῇ σῇ ἐπιστασίᾳ, ὀδυνῶν καί πόνων, ἡμᾶς ἐκλυτρουμένη.
Ὠδή θ΄. Κυρίως Θεοτόκον.
δού τῇ σῇ εἰκόνι, Πάτερ, τά σά τέκνα, ἐν εὐλαβείᾳ ἐστῶτες βοῶμεν σοί· δίδου ἡμῖν, Ἱεράρχα, τήν εὐλογίαν σου.
Μή παύση τόν ναόν σου τοῦτον περιέπειν, τόν ἱερῶς καυχώμενον τῇ χάριτί σου, ἐξ ἦς τοῦ Πνεύματος πρόεισι δωρεά ἄφθονος.
δόν ἡμᾶς βαδίζειν, σύνεσιν παράσχου, τῆς σωτηρίας, σοφέ Ἰερόθεε, ὡς ἄν ζωῆς τῆς ἀλήκτου, Πάτερ, μετάσχωμεν.
Θεοτοκίον.
μνοῦσι τόν Σόν τόκον, τάξεις τῶν Ἀγγέλων καί τῶν βροτῶν, Θεοτόκε, τό σύστημα· Σύ γάρ Θεόν τετοκυΐα, τά πάντα ἤνωσας.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Παύλου τῷ κηρύγματι φωτισθεῖς, ὤφθης τῶν ἀρρήτων, θεηγόρος ὑφηγητής καί τῶν Ἀθηναίων ποιμήν καί Ἱεράρχης· διο σε, Ἱερόθεε, μακαρίζομεν.
Χαίροις Ἀποστόλων ὁ μιμητής καί Εὐαγγελίου θεοφόρος μυσταγωγός· χαίροις οὐρανίου, σοφίας ὁ ἐκφάντωρ, Ἀρχιερέων κλέος, ὦ Ἱερόθεε.
λος ἱερώτατος γεγονῶς, τάς τοῦ Παρακλήτου δεδεγμένος μαρμαρυγάς, τῷ Θεῶ προσάγεις, τῷ ἱερῷ σου λόγῳ, πολλούς ἀπό τήν πλάνης, ὦ Ἱερόθεε.
Χαίροις ὑποφήτα βίου καινοῦ καί φιλοσοφίας τῆς ἐνθέου σάλπιγξ χρυσή· χαίροις ὁ ἀμέμπτως Χριστῷ ἱερατεύσας, ὡς Ἀποστόλων μύστης, ὦ Ἱερόθεε.
Δίδου τῇ πρεσβείᾳ σου πρός Χριστόν, τῷ σεπτῷ ναῷ σου, Ἱερόθεε ἱερέ, δύναμιν καί ῥῶσιν, ἀγάπην καί εἰρήνην καί πάσαν προθυμίαν, πρός βίον κρείτονα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγίοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.
Τρισγιον
ερεύς. Ὃτι σου ἐστιν…..

Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.
Πρ δ το διεχν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
χων παρρησίαν πρός Χριστόν, ὥσπερ ἰσαπόστολος μέγας καί Ἱεράρχης κλεινός, πάτερ Ἱερόθεε, μύστα τῆς χάριτος, τούς ἐν πίστει προσπίπτοντας, τῇ σῇ προστασίᾳ, πάσης περιστάσεως ἀτρώτους φύλαττε, δίδου δέ τῷ θείῳ ναῷ σου, τῆς σῆς εὐλογίας τάς δόσεις, τοῦτον ἀπαλλάττων πάσης θλίψεως.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πάσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον με ὑπό τήν σκέπην Σου.
  Ἱερεύς. Δι’ εὐχῶν Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου