Πέμπτη 6 Οκτωβρίου 2016

Παράκλησις μ. ΕΥΣΤΡΑΤΙΟΥ, ΑΥΞΕΝΤΙΟΥ κ.λ.π.



Παράκλησις μ. ΕΥΣΤΡΑΤΙΟΥ, ΑΥΞΕΝΤΙΟΥ κ.λ.π.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς καταφεύγοντας ὑμῶν τῇ πρεσβείᾳ καὶ ἐκζητοῦντας τὴν ὑμῶν προστασίαν, πάσης ἀνάγκης ῥύσασθε καὶ θλίψεως, ἔνδοξε Εὐστράτιε καὶ Αὐξέντιε μάκαρ, Εὐγένιε, Μαρδάριε καὶ Ὀρέστα θέοφρον· καὶ ἐξαιτεῖσθε πάντοτε ἡμῖν, λύσιν πταισμάτων καὶ χάριν καὶ ἔλεος.
Δόξα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Πεντάριθμον φάλαγγα τῶν Ἀθλοφόρων Χριστοῦ, ὑμνήσωμεν ᾄσμασι σὺν φιλεόρτοις πιστοὶ, Εὐστράτιον πάνσοφον, ἔνδοξόν τε Ὀρέστην καὶ Μαρδάριον θεῖον, ἅμα σὺν Εὐγενίῳ καὶ Αὐξέντιον θύτην· αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς· «Μαρτύρων σῷζε Λόγε λιταῖς μέ. Γερασίμου».
δὴ α'. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας.
Μαρτύρων χορεία ἡ ἐκλεκτή, Εὐστράτιε μάκαρ καὶ Αὐξέντιε ἱερέ, Εὐγένιε ἅμα καὶ Ὀρέστα, σὺν Μαρδαρίῳ, τὸν ὕμνον μου δέξασθε.
θλήσει νεκρώσαντες τὸν ἐχθρόν, τῆς τούτου κακίας, διασώσατε ἀσινεῖς, πεντάριθμοι Μάρτυρες Κυρίου, τοὺς προσιόντας ὑμῖν μετὰ πίστεως.
υσθῆναί με πάσης ἐπιβουλῆς καὶ πάσης ἀνάγκης, κατὰ σῶμά τε καὶ ψυχήν, τῷ Κτίστῃ πρεσβεύσατε τῶν ὅλων, θαυματουργοὶ Ἀθλοφόροι πεντάριθμοι.
Θεοτοκίον.
Τὸν πάντων Δεσπότην καὶ Ποιητήν, λυτρούμενον κόσμον, παραβάσεως χαλεπῆς, ἀφράστως τεκοῦσα, Θεοτόκε, τῆς τῶν παθῶν δεσποτείας με λύτρωσαι.
δὴ γ'. Οὐρανίας ἀψίδος.
περήφανον ὄφιν, τὸν καθ' ἡμῶν πάντοτε, τρόποις ἐφορμῶντα ποικίλοις κατασυντρίψατε, Ἅγιοι Μάρτυρες, καὶ ἐν εἰρήνῃ τελείᾳ, τὴν ζωὴν τηρήσατε, ἡμῶν δεόμεθα.
έει ἄφθονος χάρις, οἷα πηγὴ ἄϋλος, ἡ σορὸς ὑμῶν τῶν λειψάνων, Ἅγιοι Μάρτυρες, καὶ κατευφραίνει ἀεί καὶ ἁγιάζει καὶ σῴζει, δωρεᾷ τῇ κρείττονι, ἡμᾶς ἑκάστοτε.
ς Χριστοῦ στρατιῶται, πάσης φθορᾶς ῥύσασθε, ἔνδοξε Εὐστράτιε Μάρτυς, θεῖε Αὐξέντιε, σὺν Εὐγενίῳ ὁμοῦ καὶ Μαρδαρίῳ Ὀρέστα, τοὺς θερμῶς προστρέχοντας, ὑμῶν τῇ χάριτι.
Θεοτοκίον.
Νεκρωθεὶς τῇ κακίᾳ, γέλως ἐχθρῷ πρόκειμαι· ἀλλ' ὡς τὴν ζωὴν τῶν ἁπάντων σαρκὶ κυήσασα, ζώωσον Ἄχραντε, τὴν νεκρωθεῖσαν ψυχήν μου καὶ ζωῆς τῆς κρείττονος, μέτοχον δεῖξόν με.
Διάσωσον, ἡ πενταυγὴς τῶν Ἁγίων Μαρτύρων φάλαγξ, πάσης βλάβης καὶ ἐπηρείας καὶ θλίψεως, τοὺς αἰτουμένους τὴν θείαν ἡμῶν προστασίαν.
πίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα.Ἦχος β'. Πρεσβεία θερμὴ.
Προστάται θερμοί καὶ θεῖοι ἀντιλήπτορες καὶ πρέσβεις ἡμῶν, πρὸς Κύριον ὑπάρχοντες, Εὐστράτιε, Αὐξέντιε καὶ Ὀρέστα ὁμοῦ καὶ Μαρδάριε, σὺν Εὐγενίῳ τῷ κλεινῷ, παντοίων κινδύνων ἡμᾶς ῥύσασθε.

δὴ δ'. Εἰσακήκοα Κύριε.
Συνοδεία πεντάριθμε, Ἅγιοι Κυρίου Μεγαλομάρτυρες, τῇ δοθείσῃ ὑμῖν χάριτι, τάς ἡμῶν ἐννοίας χαριτώσατε.
ς πηγὴ ἁγιάσματος, ἡμῶν τῶν λειψάνων ἡ θήκη, Ἅγιοι, ἰαμάτων βλύζει νάματα καὶ καθαγιάζει τοὺς προστρέχοντας.
Ζωτικαῖς ἐπισκέψεσι, τῆς ζωῆς τὰς τρίβους ἡμῶν εὐθύνατε, πρὸς Θεοῦ τὸ θεῖον θέλημα, Ἀθληταὶ Κυρίου ἀξιάγαστοι.
Θεοτοκίον.
πηρείας τοῦ δράκοντος, τῆς ἐκπιεζούσης καὶ τυραννούσης με, ταῖς ῥοπαῖς ταῖς πρὸς τὰ χείρονα, ῥῦσαί με, Παρθένε, ὡς φιλάγαθος.

δὴ ε'. Φώτισον ἡμᾶς.
Λύχνοι φαεινοί Ἐκκλησίας, θεῖοι Μάρτυρες, τῷ φωτὶ τῆς ἀντιλήψεως ἡμῶν, νοσημάτων ἐξ ἡμῶν τὸ σκότος λύσατε.
μιλε στερρέ, στρατιῶται Χριστοῦ ἄριστοι, πρὸς ἀρίστους ἐπιδόσεις ἀρετῶν, κατευθύνατε ἡμῶν τὰ διαβήματα.
Γένοιτο ἡμῖν, ἡ πρεσβεία ὑμῶν Μάρτυρες, ἐν κινδύνοις προστασία ἀσφαλής, πειρασμῶν ἀποσοβοῦσα ἐπανάστασιν.
Θεοτοκίον.
ργοις τῷ ἐχθρῷ, συνηθείᾳ εἴκω πάντοτε· ἀλλὰ τούτου τῆς ἀπάτης καὶ φθορᾶς, θείῳ φόβῳ με ἀπάλλαξον, Πανάμωμε.

δὴ στ'. Τὴν δέησιν ἐκχεῶ.
Λαπτῆρες τῆς τοῦ Κυρίου ἀγάπης, ὦ Εὐστράτιε θεόσοφε Μάρτυς, σὺν Αὐξεντίῳ, Εὐγένιε μάκα καὶ σὺν Ὀρέστῃ, θεόφρον Μαρδάριε, ἐν ὁμονοίᾳ ἀσφαλεῖ καὶ ἀγάπῃ ἡμᾶς συντηρήσατε.
άσασθε τῶν ψυχῶν τὰς ὀδύνας καὶ τοῦ σώματος δεινὰς καχεξίας, τῶν προσιόντων ὑμῶν τοῖς λειψάνοις, ἐν εὐλαβείᾳ καὶ πίστει ἑκάστοτε, Εὐστράτιε θαυματουργέ, μετὰ τῶν συμμαρτύρων σου, Ἅγιε.
Τὸν πάντων Δημιουργὸν καὶ Δεσπότην, ἱλεώσασθε ἡμῖν ἀθλοφόροι, ἵνα ῥυσθῶμεν παθῶν καὶ κινδύνων καὶ τῆς μελλούσης φρικτῆς ἀποφάσεως, Εὐστράτιε θαυματουργέ, μετὰ τῶν συμμαρτύρων σου, ἔνδοξε.
Θεοτοκίον.
γγέλων ὑψηλότερα ὑπάρχεις, πολλῷ πλεῖον ὡς Θεὸν τετοκυῖα, Εὐλογημένη Ἁγνὴ Θεοτόκε· ὅθεν τὸν νοῦν μου ἀνύψωσον δέομαι, ἀπὸ κοπρίας τῶν παθῶν, πρὸς ὑψώσεις ζωῆς τῆς βελτίονος.
Διάσωσον ἡ πενταυγὴς τῶν Ἁγίων Μαρτύρων φάλαγξ, πάσης βλάβης καὶ ἐπηρείας καὶ θλίψεως, τοὺς αἰτουμένους τὴν θείαν ὑμῶν προστασίαν.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Κοντάκιον. Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου.
Μαρτυρικὴ διαπρέποντες χάριτι, τῶν ἐν ἀνάγκαις προΐστασθε Μάρτυρες, τῶν πόνων τὰ βάρη κουφίζοντες καὶ τὴν ὑγείαν τοῖς πάσχουσι νέμοντες, Εὐστράτιε, μετὰ τῶν συνάθλων σου.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων ἐπιβαλοῦσι γὰρ ἐφ' ὑμᾶς τάς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ἡμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τάς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι, πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν, καὶ συγγενῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τάς ψυχὰς ὑμῶν.
Δόξα. Ταῖς τῶν ἀθλοφόρων……
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου……
Στίχ. Ἐλέησόν με ὁ Θεός,……
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Μάρτυρες πεντάριθμοι, τῶν Ἀθλοφόρων ἡ δόξα, εὐσεβῶν οἱ πρόμαχοι, Ἐκκλησίας θέμεθλοι ἀρραγέστατοι, πειρασμῶν ῥύσασθε καὶ παντοίων πόνων, τοὺς θερμῶς ὑμῖν προστρέχοντας, ἡμῖν αἰτούμενοι, ἄφεσιν πταισμάτων καὶ ἴασιν, πάσης πληγῆς καὶ μάστιγος καὶ βιοτικῆς περιστάσεως, Εὐστράτιε παμμάκαρ, Αὐξέντιε, Ὀρέστα οἱ κλεινοί, σὺν Εὐγενίῳ, Μαρδάριε, Ἀσωμάτων σύσκηνοι.
Ὑπό  τοῦ  Ἱερέως    λιτανευτική  ἱκεσία:
       Σῶσον    Θεός  τόν  λαόν  Σου……. 
       λέει  καί  οἰκτιρμοῖς……. 
  χορός: μήν.

δὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.
αμάτων τὰ ῥεῖθρα, ἀναβλύζοντες κόσμῳ, Ἅγιοι Μάρτυρες, δεινῶν ἀρρωστημάτων καὶ πόνων βαρυτάτων, πῦρ τὸ ἄσπετον σβέσατε· καὶ εὐρωστίαν ἡμῖν καὶ εὐφροσύνην δότε.
Συνοδεία ἀρίστη, τῶν Ἁγίων Μαρτύρων ἡ θεοσύλλεκτος, Εὐστράτιε παμμάκαρ, Αὐξέντιε, Ὀρέστα καὶ θέοφρον Μαρδάριε, σὺν Εὐγενίῳ ὁμοῦ, ἡμᾶς περιφρουρεῖτε.
Μαρτυρίου τὴν τρίβον, διανύσαντες σθένει τοῦ θείου Πνεύματος, σθενώσατε τὸν νοῦν μου, πρὸς τρίβον μαρτυρίου, τοῦ Θεοῦ ἀεὶ βαίνειν με, ταῖς ἱκεσίαις ὑμῶν, πεντάριθμοι ὁπλῖται.
Θεοτοκίον.
μακρύνθην, Παρθένε, τῆς ὁδοῦ τῆς ἀγούσης πρὸς τὰ οὐράνια καὶ ἄγομαι ἀβούλως, τρίβους ἀπωλείας, ἀλλὰ Σύ με ἀνθέλκυσον, πρὸς ἐνταλμάτων Χριστοῦ, πορείαν τὴν ἁγίαν.

δὴ η'. Τὸν Βασιλέα.
Γαλήνην θείαν καὶ εὐπραγίαν ἐν βίῳ, χορηγήσατε ὑμῶν τῇ προστασίᾳ, τοῖς ὑμᾶς τιμῶσι, Μάρτυρες τοῦ Σωτῆρος.
ἐκ τῶν ἁγίων ἡμῶν λειψάνων πηγάζει, χάρις ἄφθονος, Μάρτυρες Ἀθλοφόροι, καὶ καθαγιάζει ὑμῶν τάς διανοίας.
ῦσαι Οἰκτίρμον, πάσης ἀνάγκης καὶ βλάβης, ταῖς δεήσεσι τῶν θείων Σου Μαρτύρων, τοὺς ἐν μετανοίᾳ προσπίπτοντάς Σοι Λόγε.
Θεοτοκίον.
νευ ὠδίνων, τὸν Θεὸν Λόγον τεκοῦσα, τῆς καρδίας μου τάς χαλεπὰς ὀδύνας, ἴασαι, Παρθένε, καὶ λάμπρυνον τὸν νοῦν μου.

δὴ θ'. Κυρίως Θεοτόκον.
Συνόντες τοῖς Ἀγγέλοις, σὺν αὐτοῖς αἰτεῖσθε, ὑπὲρ ἡμῶν, Ἀθλοφόροι, τὸν Κύριον, ἵνα ῥυσθῶμεν κινδύνων καὶ περιστάσεων.
λύος ἁμαρτίας, ταῖς ὑμῶν πρεσβείαις καὶ νοσημάτων καὶ θλίψεων ῥύσασθε, τοὺς προσιόντας τῇ σκέπῃ ὑμῶν, μακάριοι.
Μαρτύρων συναυλία, Εὐστράτιε θέοφρον, σὺν τοῖς Ἁγίοις συνάθλοις σου πάντοτε, ὑπὲρ ἡμῶν τῇ Τριάδι θερμῶς πρεσβεύσατε.
λόφωτον παστάδα, νῦν περιπολοῦντες, δεδοξασμένοι πεντάριθμοι Μάρτυρες, ἐκ σκοτασμοῦ παθημάτων ἡμᾶς λυτρώσασθε.
Θεοτοκίον.
πέρτερον τὸν νοῦν μου δεῖξον, Θεοτόκε, τῆς χαμαιζήλου ῥοπῆς τε καὶ σχέσεως, ἵνα τὴν δόξαν θεάσωμαι τῆς Σῆς χάριτος.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις τῶν Μαρτύρων φάλαγξ σεπτή, Εὐστράτιε μάκαρ καὶ Αὐξέντιε ἱερέ, σὺν τῷ Εὐγενίῳ, Μαρδάριε, Ὀρέστα, τῆς Ἐκκλησίας στῦλοι οἱ ἀρραγέστατοι.
Σοφίᾳ καὶ χάριτι θεϊκῇ καὶ λόγῳ ἐκλάμπων, ἠγωνίσω μαρτυρικῶς, Εὐστράτιε μάκαρ καὶ μιμητάς σου ἔσχες, τοὺς μετὰ σοῦ ἀθλήσαντας καρτερώτατα.
Πεντάριθμε δῆμε τῶν ἀθλητῶν, Εὐστράτιε μάκαρ καὶ Αὐξέντιε ἱερέ, Μαρδάριε, Ὀρέστα, σύν θείῳ  Εὐγενίῳ, ἡμῶν τάς ἱκεσίους δεήσεις δέξασθε.
Χαίρετε ὁπλῖται Χριστοῦ στερροί· χαίρετε προστάται, εὐσεβούντων καὶ ἀρωγοὶ· χαίρετε οἱ πάντων, πληροῦντες τὰς αἰτήσεις, πεντάριθμοι Κυρίου Μεγαλομάρτυρες.
Οἷα πολυτίμητον θησαυρόν, ὑμῶν τῶν λειψάνων, θησαυρίσαντες τὴν σορόν, ἐξ αὐτῶν ὑγείαν καρπούμεθα καὶ ῥῶσιν, γενναῖοι Ἀθλοφόροι Χριστοῦ πεντάριθμοι.
Πάσης δυσπραγίας, πάσης πληγῆς, δεινῶν νοσημάτων καὶ κινδύνων καὶ συμφορῶν, ἀσινῆ τηρεῖτε, ἡμῶν ἀεὶ τὸν βίον, πεντάριθμοι ὁπλῖται Χριστοῦ δεόμεθα.
       Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τρισγιον
ερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.
Πρ δ το διεχν·
Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυρες Χριστοῦ πανευκλεεῖς, ἔνδοξε Εὐστράτιε μάκαρ, θεῖε Αὐξέντιε, ἅγιε Εὐγένιε, σεπτὲ Μαρδάριε καὶ Ὀρέστα μακάριε, ἡμῶν τάς δεήσεις, εὐμενῶς προσδέξασθε καὶ πᾶσι δίδοσθε, λύσιν πειρασμῶν τῶν ἐν βίῳ καὶ πολυειδῶν συμπτωμάτων καὶ παρὰ Θεοῦ πταισμάτων ἄφεσιν.
       Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
      Τήν πάσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

  Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.


Δίστιχον·
Πεντάριθμοι Μάρτυρες τῇ παρακλήσει
Γερασίμου νεύσατε, ἣν ὑμῖν φέρει.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου