Πέμπτη 6 Οκτωβρίου 2016

Παράκλησις Παναγίας ΜΑΛΕΒΗΣ.



Παράκλησις Παναγίας ΜΑΛΕΒΗΣ.
Ποίημα  Γερασίμου  Μοναχοῦ  Μικραγιαννανίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τῇ ἁγίᾳ Εἰκόνι, τῇ ἐν Moνῇ τῆς Μαλεβῆς, ἐκβλυζούσῃ μύρον εὐῶδες θεῖον καὶ οὐράνιον, δεῦτε καὶ προσπέσωμεν, πρός αὐτὴν ἐκβοῶντες· Κόρη Μυροβλύτισσα, ἐκ παθῶν ἀκαθάρτων καὶ ἐπηρείας πάσης τοῦ ἐχθροῦ, τοὺς τῇ Εἰκόνι σου σπεύδοντας λύτρωσαι.

Δόξα. Καί νῦν. Ὅμoιoν.
ς τετοκυῖα τό ζωήρρυτον μύρον, σωματωθὲν ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, μύρον ἐκβλύζειν, Δέσποινα, ηὐδόκησας, τὴν σεπτὴν Εἰκόνα Σου, τὰς ψυχὰς ἁγιάζον καὶ διῶκον ἅπασαν, τῶν παθῶν δυσωδίαν. Ἀλλ' ἐκ παντοίων ῥύου πειρασμῶν, Θεογεννῆτορ, τοὺς Σὲ μεγαλύνοντας.

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανών οὗ ἡ ἀκροστιχίς· «Σπεύδω Παρθένε σῷ θείῳ μύρῳ. Γερασίμου».

Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Σαρκός ὁμοιώματι τῆς ζωῆς, τεκοῦσα τό μύρον, Μυροβλύτισσα Μαριάμ, τῷ μύρῳ Εἰκόνος Σου τῆς θείας, τῆς τῶν παθῶν δυσωδίας με λύτρωσαι.
Πηγάζουσα μύρον ἡ Σὴ Εἰκών, τῇ Σῇ ἐπινεύσει, Θεοτόκε, ἐν Μαλεβῇ, εὐφραίνει καί τέρπει καθ' ἑκάστην, τοὺς προσιόντας αὐτῇ μετὰ πίστεως.
πίβλεψον ὄμματι ἱλαρῷ, τοὺς τῇ Σῇ Εἰκόνι παρεστῶτας πανευλαβῶς καὶ δίδου ἡμῖν, Θεογεννῆτορ, τῶν αἰτημάτων ἁπάντων τὴν πλήρωσιν.
μνοῦμεν θαυμάτων Σου τήν πληθύν καὶ πίστει βοῶμεν, Μυροβλύτισσα Μαριάμ· ἐκ πάσης ἀνάγκης τε καὶ βλάβης, ῥῦσαι ἡμᾶς μητρικῇ Σου χρηστότητι.

Ὠδὴ γ΄. Οὐρανίας ἀψίδος.
Δυσμενῶν ἀοράτων ἐπιβουλῆς λύτρωσαι καὶ ἀσθενειῶν πολυτρόπων καὶ περιστάσεων, ὦ Μυροβλύτισσα, τοὺς ἐκ τοῦ θείου Σου μύρου, εὐλαβῶς λαμβάνοντας καί Σέ δοξάζοντας.
ς καρκίνου τό πάθος, τό χαλεπόν ἔπαυσας, χρίσει τοῦ ἁγίου Σου μύρου, Παρθένε Ἄχραντε, οὕτω θεράπευσον, κ' ἀμὲ δεινῶς ἀσθενοῦντα, Κόρη Μυροβλύτισσα, ἵνα γεραίρω Σε.
Παραδόξως ὁρᾶται μύρου πηγή, Ἄχραντε, ἐν τῇ Μαλεβῇ ἡ Εἰκών Σου, πάντας ἐκπλήττουσα καὶ θεραπεύουσα, νόσους ψυχῶν καὶ σωμάτων· ὅθεν Σου τὴν ἄφθονον χάριν κηρύττομεν.
γιάσματος οἶκος, ὡς ἀληθῶς πέφηνας, ὅθεν ἁγιάζεις, Παρθένε, τῷ θείῳ μύρῳ Σου, τοὺς καταφεύγοντας ἐν Μαλεβῇ τῇ Μονῇ Σου καὶ τά μεγαλεῖα Σου, Κόρη, δοξάζοντας.

Διάσωσον, ὦ Μυροβλύτισσα Κόρη Θεογεννῆτορ, πάσης βλάβης καί ἐπηρείας τοῦ δράκοντος, τοὺς χριομένους τῷ μύρῳ Σου τῷ άγίῳ.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
  Ἱερεὺς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγὴ οἰκτιρμῶν καὶ θεϊκῆς χρηστότητος, Παρθένε Ἀγνή, μύρου πηγὴν ἀνέβλυσας, ἐκ τῆς σεπτῆς Εἰκόνος σου, ἐξ οὗ, Κόρη, πιστῶς οἱ μετέχοντες, πληροῦνται ὀσμῆς μυστικῆς καὶ χαρᾶς, τὰ θεῖά Σου θαύματα κηρύττοντες.

Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
υπωθέντας ἐκκάθαρον, Κόρη, ἐπιθέσει τοῦ πολεμήτορος, ἡμᾶς χρίσει τῇ τοῦ μύρου Σου, ἡ ζωῆς τό μύρον κόσμῳ βλύσασα.
Θαυμαστὴ ὄντως δέδεικται, ἐν τῇ Μαλεβῇ Εἰκών Σου ἡ πάντιμος˙ μύρον θεῖον γὰρ ἑκάστοτε, Κόρη, ἀναβλύζει θείῳ Πνεύματι.
κ τοῦ μύρου Σου, Δέσποινα, οἱ πιστῶς λαμβάνοντες θεραπεύονται, πάσης βλάβης καὶ κακώσεως καὶ τὰ Σὰ κηρύττουσι θαυμάσια.
Νοσημάτων ἀπάλλαξον καὶ παθῶν παντοίων ψυχῆς καὶ σώματος, Μυροβλύτισσα Παντάνασσα, τοὺς τῇ Σῇ Εἰκόνι καταφεύγοντας.

Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
πιδε ἡμῖν, Θεοτόκε Μαλεβίτισσα, τοῖς προστρέχουσι τῇ σκέπῃ Σου πιστῶς καὶ παράσχου εὐφροσύνην ταῖς ψυχαῖς ἡμῶν.
Σκέπη ἀσφαλής ἡμῖν ἔσο, Μυροβλύτισσα, καὶ ἐν πᾶσιν ἀρωγός καὶ βοηθός, τοῖς αἰτοῦσι τὴν ὀξεῖάν Σου ἀντίληψιν.
σπερ ὀφθαλμῶν, τὰς παθήσεις ἐθεράπευσας, οὕτως ἄνοιξον κ' ἀμοῦ τοὺς ὀφθαλμούς τῆς καρδίας, δυσωπῶ Σε Μυροβλύτισσα.
Θαύματα πολλά, ἐνεργοῦν τό θεῖον μύρον Σου, κατευφραίνει, Θεοτόκε, τούς πιστούς καὶ δαιμόνων ἀπελαύνει τὴν ἐπήρειαν.

Ὠδὴ στ΄. Τὴν δέησιν.
ρρύσω, ἐκ τῶν δεσμῶν ἀτεκνίας, τὰς πιστῶς Σοι προσελθούσας γυναῖκας, οὕτω κ' ἀμὲ, Μυροβλύτισσα Κόρη, ἐκ τῶν δεσμῶν τῆς κακίας ἀπάλλαξον καὶ σύνδησόν με ἀρραγῶς, τῷ δεσμῷ τῆς ἀγάπης τοῦ Κ ίστου μου.
δού Σοι, ἐν τῇ ἁγίᾳ Moνῇ Σου, πανταχόθεν Χριστωνύμων τὰ στίφη, μετ' εὐλαβείας συρρέουσι, Κόρη, καὶ ἐκ τοῦ θείου Σου μύρου λαμβάνοντες, βοῶσί Σοι ἀπὸ ψυχῆς, χαρμονῆς ἡμᾶς, Δέσποινα, πλήρωσον.
ς μύρον, τὸ τῆς ζωῆς τετοκυῖα, μυροθήκη οὐρανίων χαρίτων, τοὺς προσκυνοῦντας ἐν πίστει τελείᾳ, τήν Μυροβλύτισσαν, Κόρη, Εἰκόνα Σου, ἐκ δυσωδίας χαλεπῆς, νοσημάτων καὶ θλίψεων λύτρωσαι.
Μoνῇ Σου τῇ Μαλεβῇ προσιόντες καὶ πληρούμενοι ὀσμῆς οὐρανίου, ἐκ τοῦ ἁγίου Σου μύρου, Παρθένε, τὰ μεγαλεῖά Σου πᾶσι κηρύττομεν· καὶ ἐκβοῶμεν ἐκ ψυχῆς, δυσωδίας παθῶν ἡμᾶς λύτρωσαι.
Διάσωσον, ὦ Μυροβλύτισσα Κόρη Θεογεννῆτορ, πάσης βλάβης καὶ ἐπηρείας τοῦ δράκοντος, τοὺς χριομένους τῷ μύρῳ Σου τῷ ἁγίῳ.
χραντε, ἡ διὰ λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παρρησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
ς μυροβλύτις καὶ πλήρης χρηστότητος, Θεογεννῆτορ Παρθένε Πανάμωμε, τόν Σόν Υἱόν ἀπαύστως ἱκέτευε, ἁμαρτημάτων διδόναι συγχώρησιν, ἡμῖν τοῖς πιστῶς Σοι προστρέχουσι.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Τό πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν.
ν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σύ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καὶ ἠγαλλίασε τό πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδού γὰρ ἀπό τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός καὶ ἅγιον τό ὄνομα Αὐτοῦ. Ἔμεινε δέ Μαριὰμ σύν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.
Δόξα. Ταῖς τῆς Θεοτόκου……
Καί νῦν. Ταῖς τῆς Παναχράντου……

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλέησόν με ὁ Θεός,……
Μύρον τό ἀκένωτον, Χριστόν τόν πάντων Σωτῆρα, τέξασα, Πανύμνητε, κόσμον εὐωδίασας θείᾳ χάριτι˙ καὶ τανῦν, Δέσποινα, τῷ ἁγίῳ μύρῳ, τῷ πλουσίως ἀναβλύζοντι, ἐκ τῆς Εἰκόνος Σου, τῇ ἐπισκιάσει τῆς δόξης Σου, εὐφραίνεις τὰς ψυχὰς ἡμῶν καὶ ἀποφορὰν τὴν ψυχόλεθρον, παθῶν τε καὶ νόσων καὶ πάσης ἀθυμίας χαλεπῆς, ἀποδιώκεις ἑκάστοτε, ἐκ τῶν καρδιῶν ἡμῶν.
Ὑπό  τοῦ  Ἱερέως    λιτανευτική  ἱκεσία:
       Σῶσον    Θεός  τόν  λαόν  Σου……. 
       λέει  καί  οἰκτιρμοῖς……. 
  χορός:
μήν.

Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
πὲρ πάντα, Παρθένε, Γραφικῶς τὰ ἀρώματα ἡ τοῦ μύρου Σου, εὐφραίνει εὐωδία, καρδίας καὶ αἰσθήσεις τῶν βοώντων ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.
αντισμοῖς ἀοράτοις, Μυροβλύτισσα Κόρη, τοῦ θείου μύρου Σου, ἀπόπλυνον τόν ρύπον, ψυχῆς μου τῆς δυσώδους καὶ βοῶντά με λάμπρυνον· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.
ς λειμὼν πανευώδης, Μαλεβὴ ἡ Μονή σου πρόκειται ἅπασιν, ἐν ᾗ Θεογεννῆτορ, Εἰκών Σου ἡ ἁγία, ὥσπερ ἄνθος πανεύοσμον, εὐωδιάζει ἡμᾶς, ἐκβλύσει τῇ τοῦ μύρου.
Γνώρισόν μοι Παρθένε, ζωῆς τρίβον προσπίπτοντι τῇ Εἰκόνι Σου καὶ πάσης ὀλεθρίου ῥῦσαι με ἀνοδίας, ἵνα πίστει κραυγάζω σοι· χαῖρε πιστῶν ἡ χαρά, ὦ Κεχαριτωμένη.

Ὠδὴ η΄. Τὸν Βασιλέα.
Εἰς πάντα κόσμον, ἡ τοῦ ἁγίου Σου μύρου, ἐξελήλυθε, Θεογεννῆτορ, χάρις καὶ πιστῶν τὰ στίφη, ὑμνοῦσί Σου τὴν δόξαν.
ῦσαι, Παρθένε, ὀδυνηρῶν συμπτωμάτων, τοὺς προσπίπτοντας τῇ θείᾳ Σου Εἰκόνι καὶ ἀλειφομένους, τῷ ἱερῷ Σου μύρῳ.
πας προστρέχων, ἐν Μαλεβῇ τῇ Moνῇ Σου, ἁγιάζεται τῷ ἱερῷ Σου μύρῳ καὶ τὰ θαύματά Σου κηρύττει, Θεοτόκε.
Σωμάτων πόνων καὶ ψυχικῶν ἀλγημάτων, Μυροβλύτισσα ἀπάλλαξον Παρθένε, τοὺς ὑπερυψοῦντας, τόν ἄφραστόν Σου τόκον.

Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
άσεις πᾶσι νέμει τὸ Σόν μύρον, Κόρη,  ἀναβλύζει Εἰκών Σου πάνσεπτος, τοῖς μετὰ πίστεως τοῦτο ἀεὶ λαμβάνουσι.
Μυρίπνοον ὡς κρίνον, θείαν εὐωδίαν, ἡ μυροβλύτις Εἰκών Σου, Πανάχραντε, πνέει τοῖς πίστει προστρέχουσιν ἐν τῇ μάνδρᾳ Σου.
Ο πάθεσι καὶ νόσοις, στένοντες ἀθλίως, τῆς Θεοτόκου τῷ μύρῳ προσέλθετε, ἵνα ταχέως τὴν ἴασιν ἀπολάβητε.
πέρτερον τὸν νοῦν μου δεῖξον, Θεοτόκε, σχέσεως πάσης παθῶν τῆς φαυλότητος, τῇ θαυμαστῇ εὐωδίᾳ τοῦ θείου μύρου Σου.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Τ ἐπισκιάσει Σου τῇ σεπτῇ, μύρον ἀναβλύζει, Εἰκών σου ἱερά, οὗ τῇ λήψει, Κόρη, λυτρούμεθα κινδύνων καὶ πάσης ἀσθενείας ἀπαλλαττόμεθα.

φθη μυροβλύτις νεύσει τῇ Σῇ, ἡ Εἰκών Σου Κόρη, ἐν τῇ μάνδρᾳ τῆς Μαλεβῆς, ᾗ μετ' εὐλαβείας, Παρθένε, προσιόντες, ὀσμῆς ἐπουρανίου, πίστει πληρούμεθα.
Λύει τῆς στειρώσεως τὰ δεσμά, τό μύρον σου, Κόρη, λαμβανόμενον εὐλαβῶς˙ ὅθεν Σου τὴν χάριν, κηρύττομεν τοῖς πᾶσι καὶ τὰ πολλά Σου θαύματα μεγαλύνομεν.
ῶσιν καὶ ὑγείαν νέμει ἡμῖν, τό μύρον Σου, Κόρη, καὶ κινδύνων ἀπαλλαγήν καὶ καρκίνου πάθος, τό χαλεπόν ἰᾶται˙ διό Σε Μυροοβλύτισσα μεγαλύνομεν.
Δεῦτε προσκυνήσωμεν, ἀδελφοί, τῆς Μυροβλυτίσσης τὴν Εἰκόνα ἐν Μαλεβῇ, ἵνα πληρωθῶμεν ὀσμῆς ἐπουρανίου καὶ πάσης δυσωδίας, θᾶττον ῥυσθείημεν.
χει ἡ Μονή Σου ἐν Μαλεβῇ, προπύργιον μέγα, τὴν Είκόνα Σου τήν σεπτήν, ἐκβλύζουσαν μύρον εὐῶδες, Θεοτόκε˙ διό καὶ μεγαλύνει ἀεὶ τὴν δόξαν Σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρoμε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τρισγιον
ερεύς. Ὃτι σου ἐστιν…..

Ἀπολυτίκιον. Ἦχος α'. Τῆς ἐρήμου πολίτης. 
Τὴν σεπτήν Σου Εἰκόνα τὴν τὸ μύρον τῆς χάριτος, ἐν τῇ Μαλεβῇ, Θεοτόκε, παραδόξως βλυστάνουσαν· τιμῶμεν προσκυνοῦντες εὐλαβῶς, πληρούμενοι ὀσμῆς πνευματικῆς˙ ἁγιάζει γὰρ καὶ σώματα καὶ ψυχάς, τῶν πίστει ἐκβοώντων Σου· δόξα τοῖς μεγαλείοις Σου Ἀγνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα τῇ χάριτί Σου, Μυροβλύτισσα Δέσποινα.

 Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το δι’ εχν·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μύρον τεκοῦσα τῆς ζωῆς, τόν Δημιουργόν τῶν ἁπάντων, Παρθένε Ἄχραντε, μύρον βλύζειν εὔοσμον, Κόρη, ηὐδόκησας, τὴν ἁγίαν Εἰκόνα Σου, πιστοὺς κατευφραῖνον˙ πιστῶς προσπίπτοντες, ἁγιαζόμεθα· ὅθεν μετοχῇ τῇ τοῦ μύρου, λῦσον τῶν παθῶν τὰς ὀδύνας, ἐκ τῶν εὐλαβῶς παρακαλούντων Σε.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδαν μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

  Ἱερεύς
Διεὐχῶν Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου