Παράκλησις Μεγαλομ.
ΚΥΡΙΑΚΗΣ, Σεραφείμ τινος
Ποίημα Σεραφείμ τινός
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τήν ἐξανθήσασαν ἁγνείας λαμπρότητι, ὡς ἐν κοιλάσιν
εὐωδέστατον ἴον, Κυριακήν τήν ἔνδοξον, Μαρτύρων καλλονήν, πάντες ἀνυμνήσωμεν,
πρός αὐτήν ἐκβοῶντες· ῥύσαι τούς ὑμνουντάς σε τῶν δεινῶν σαῖς πρεσβείαις, ἵνα
γεραίρωμεν εὐλαβῶς τήν πανεύφημόν σου μνήμην, Ἀθληφόρε ἀξιάγαστε.
Δόξα. Καί νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν
οἱ ἀνάξιοι, εἰ μή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων
κινδύνων; τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ
Σοῦ, Σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανών, οὖ ἡ
ἀκροστοιχίς, «ΥΜΝΕΙΣΕ ΜΑΡΤΥΣ ΚΥΡΙΑΚΗ ΠΟΘΩ ΣΕΡΑΦΕΙΜ».
Ὠδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ὑμνοῦμεν σε πόθω Κυριακή, Χριστοῦ Ἀθληφόρε καί δεόμεθά
σου θερμῶς, παράσχου λιταίς σου πρός τόν Κτίστην, πᾶσι τοῖς κάμνουσι τήν
ἀνάρρωσιν.
Μαράνασα, Μάρτυς, σῶμα τό σόν, Θεοῦ δι’ ἀγάπην,
κακουχίαις τε καί δεινοῖς, διό τά τοῦ σώματός μου πάθη, δι’ ἐγκρατείας μαράναι
ἀξίωσον.
Νυκτός, Χριστοῦ Μάρτυς, καί σκοτασμοῦ, τῆς πλάνης
φυγοῦσα, ἠξιώθης θείου φωτός· καμέ φωτισθῆναι ταῖς λιταίς σου, θεοφεγγέσιν
ἀκτίσι ἀξίωσον.
Θεοτοκίον.
Ἐκένωσε, Κόρη, ὁ ποιητής, ἐν τῇ σῇ κοιλία ἑαυτόν, δέ
τούς πατρικούς κόλπους τό καθόλου μή κενώσας, διά τό σῶσαι ὡς Θεός τό
ἀνθρώπινον.
Ὠδή γ΄. Σύ εἰ τό στερέωμα.
Ἴασαι τά πάθη μου, τά τῆς ψυχῆς καί τοῦ σώματος, ταῖς
πρός Θεόν ἐνθέρμοις λιταίς σου, Κυριακή μεγαλώνυμε.
Σύνεσιν μοί δώρησαι τῷ ἀσυνέτω, πανθαύμαστε Κυριακή,
ἵνα πράττω πάντα τοῦ Θεοῦ τά προστάγματα.
Ἐκ σοῦ, παμμακάριστε Κυριακή, τήν κατάπαυσιν νόσων
δεινῶν, πόθω ἀναμένω ἀπολαῦσαι πρεσβείαις σου.
Θεοτοκίον.
Μαρία γενέσθαι μοί, τῷ μολυνθέντι τοῖς πταίσμασιν,
ἴλεων νῦν, τόν ἐκ Σοῦ τεχθέντα, ἀσιγήτως δυσώπησον.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Ὠδή δ΄. Εἰσακήκοα, Κύριε.
Ἀπαστράπτουσα θαύμασιν, ἐκ τῶν προσφευγόντων σοί,
Μάρτυς ἔνδοξε, τῶν παθῶν φρικτήν σκοτόμαιναν, ἀπελαύνεις ὄντως ταῖς πρεσβείαις
σου.
Ῥεῖθρα ὄντως, πανένδοξε, ἰαμάτων ἄφθονα ἀναβλύζουσα,
τοῖς τιμῶσι σήν πανήγυριν, ῥῶσιν ταῖς λιταίς σου νῦν χορήγησον.
Τῶν Μαρτύρων τήν εὔκλειαν, τήν Κυριακήν ἀνυμνήσωμεν οἱ
πιστοί καί ἐπαινέσωμεν, ὡς τετυχηκότες ἀπαλλαγῆς τῶν δεινῶν.
Θεοτοκίον.
Ὑφαντόν ἐκ τῆς ἄνωθεν χάριτος χιτώνα, Παρθένε, ἔνδυσον,
τόν Σόν δοῦλον ταῖς πρεσβείαις Σου καί τῇ ἀφθαρσίᾳ μέ περίβαλε.
Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Σόφισον μέ νῦν, τῆς σοφίας ταῖς ἑλλάμψεσι, ταῖς ὑπέρ
νοῦν καί ὑπέρ ἔννοιαν καί φωτί θείω, Κυριακή, μέ φωταγώγησον.
Κύμασι δεινοῖς, ἁμαρτίας βυθιζόμενον καί ταῖς
τρικυμίαις τῶν θλίψεων, Κυριακή μέ τοῦ κινδύνου ἐλευθέρωσον.
Ὕψιστον ἐκδυσώπει ὑπέρ τοῦ δούλου σου, παθῶν θλιβόντων
καί δεινῶν ἁπαλλαγῆναι μέ.
Θεοτοκίον.
Ῥύπου με παθῶν, μεσιτεία σου καθάρισον καί τήν
σκοτισθεῖσαν ψυχήν μου φώτισον, ἵνα δοξάζω καί ὑμνῶ σε, πολυΰμνητε.
Ὠδή στ΄. Ἰλάσθητι μοί.
Ἰδεῖν τήν δόξαν Θεοῦ, ἐπιποθῶν ὁ ταλαίπωρος, Κυριακή,
πρός τήν σήν προσφεύγω βοήθειαν, θερμῶς σου δεόμενος, ὅπως ταῖς λιταίς σου, ταύτης
γένωμαι νῦν μέτοχος.
Ἀγάπῃ πρός τόν Θεόν, πάντα ὡς φρούδα κατέλιπες,
Κυριακή, τά ἐν γῇ, σύ οὖν καί τόν δοῦλόν σου, παριδεῖν ἀξίωσον, πάντα τά ἠδέα
καί ἁγίως πολιτεύεσθαι.
Κρατήρα, Κυριακή, θανατηφόρον κεκέρακεν, ἡ Εὕα πάλαι
ἐμοί, σύ δέ τοῖς σοῖς αἵμασιν, οἶνον μοί ἐνστάλαξον τῆς ἀθανασίας, τήν καρδίαν
μου εὐφραίνοντα.
Θεοτοκίον.
Ἡ μόνη καταφυγή Χριστιανῶν, Σύ βοήθησον τῷ
κινδυνεύοντι νῦν καί χεῖρα μοι ὄρεξον
καί πρός τόν λιμένα με τόν τῆς σωτηρίας καθοδήγησον, Πανάχραντε.
Διάσωζε, Κυριακή ἀθληφόρε, ταῖς πρός Θεόν σου
πρεσβείαις, ἀπό ποικίλων κινδύνων τούς δούλους σου καί ἴασαι τάς δεινάς ἡμῶν
νόσους.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄.
Ἀνέτειλεν ἡμῖν λαμπρά ὥσπερ ἥλιος, ἡ μνήμη σου, σεμνή
Κυριακή ἀθληφόρε, νέφη τῶν παθῶν ἀποδιώκουσα καί φωταγωγοῦσα τούς εὐσεβῶς τῇ σῇ
εἰκόνι προσπελάζοντας καί σέ πόθῳ καί πίστει γεραίροντας.
Προκείμενον. Ἦχος δ΄.
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοί καί
εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατεύθυνε τά διαβήματά μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον (ι’ 16-22).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ἰδού ἐγώ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν
μέσω λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καί ἀκέραιοι ὡς αἱ περιστεραί.
Προσέχετε δέ ἀπό τῶν ἀνθρώπων· παραδώσουσι γάρ ὑμᾶς εἰς συνέδρια καί ἐν ταῖς
συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καί ἐπί ἡγεμόνας δέ καί βασιλεῖς ἀχθήσεσθε
ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καί τοῖς ἔθνεσιν. Ὅταν δέ παραδιδῶσιν ὑμᾶς,
μή μεριμνήσητε πῶς ἤ τί λαλήσετε, δοθήσεται γάρ ὑμῖν ἐν ἐκείνη τῇ ὥρᾳ τί
λαλήσετε· οὐ γάρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλά τό Πνεῦμα τοῦ Πατρός ὑμῶν, τό
λαλοῦν ἐν ὑμῖν. Παραδώσει δέ ἀδελφός ἀδελφόν εἰς θάνατον καί πατήρ τέκνον καί
ἐπαναστήσονται τέκνα ἐπί γονεῖς καί θανατώσουσιν αὐτούς· καί ἔσεσθε μισούμενοι
ὑπό πάντων διά τό ὄνομά μου· ὁ δέ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα. Ταῖς τῆς Ἀθληφόρου……
Καί νῦν. Ταῖς τῆς Θεοτόκου……
Στίχος.Ἐλέησόν με ὁ Θεός,……
Προσόμοιον. Ἦχος πλ. β΄.
Οὐδείς καταφεύγων ἐν τῇ σκέπῃ σου, κατησχυμένος
ἐκπορεύεται, Κυριακή ἀθληφόρε, ἀλλ’ αἰτεῖται τήν ρῶσιν καί λαμβάνει τήν ἴασιν
παρά Θεοῦ, ταῖς ἱκεσίαις σου.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός:
Ἀμήν.
Ὠδή ζ΄. Παῖδες Ἑβραίων.
Πάντων δεινῶν ἀρρωστημάτων, τά ἰάματα λαμβάνομεν
ἀφθόνως, οἱ πιστῶς τῇ θερμῇ προστρέχοντες σοί σκέπη, Κυριακή πανένδοξε, ταῖς
ἐνθέοις σου πρεσβείαις.
Ὄμβρους παρέχεις ἰαμάτων, καταπαύσουσα τό πῦρ
ἀρρωστημάτων καί πιστούς σύ ποιεῖς, ὑμνεῖν ἀδιαλείπτως· εὐλογητός εἰ Κύριε, ὁ
Θεός εἰς τούς αἰώνας.
Θέσει, ὦ Μάρτυς, θεουμένη, ὡς ἐγγίζουσα τῷ θρόνω τοῦ
Ὑψίστου, ὑπέρ πάντων ἡμῶν, τῶν σέ ἀνευφημούντων, ὑμνωδιῶν ἐν κάλλεσι, τόν Θεόν
ἀεί δυσώπει.
Θεοτοκίον.
Ὡςπέρ ὁ Ἄσωτος, Μαρία, νῦν προχέω τά δάκρυα ἀφθόνως, ὡς
Τελώνης ἀεί, ἰλάσθητι κραυγάζω, σῶσόν με τοίνυν, Δέσποινα, μητρικαίς Σου
ἱκεσίαις.
Ὠδή η΄. Τόν Βασιλέα.
Σύ τῶν αἱμάτων, τοῖς σταλαγμοῖς σου, παρθένε,
ἀποξήρανον βυθόν ἁμαρτίας καί χορηγεῖ ρῶσιν, τοῖς κάμνουσι λιταῖς σου.
Εὔχου Κυρίω, Κυριακή ἀθληφόρε, ὑπέρ πάντων τῶν σοί
προσφευγόντων καί ῥύου κινδύνων αὐτούς, σαῖς ἰκεσίαις.
Ῥύσαι σόν δοῦλον, Κυριακή ἀθληφόρε, τόν τῇ σκέπῃ τῇ σῇ
προσελθόντα, νόσων ὀλέθριων καί θλίψεων, λιταῖς σου.
Θεοτοκίον.
Ἁγνή Παρθένε, ἐκ κατωτάτου βυθοῦ με, ἀπογνώσεως ῥῦσαι
καί πρός ὅρμον, μετανοίας βίον, ἴθυνον τοῦ Σοῦ δούλου.
Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Φωτί τῷ ἀπροσίτω ἐντρυφώσα, θεόφρον, τῆς ἁμαρτίας ἀχλύν
τήν κακοζόφον, ἐκ τῶν σῶν δούλων λιταῖς σου, νῦν διασκέδασον.
Εὐφρόσυνον ἡμέραν, ἄγει νῦν ἡ κτίσις, Κυριακή, τήν σήν
μνήμην γεραίρουσα καί εἰρηναίαν ἐκ τῶν λιτῶν σου, κατάστασιν ἀναμένουσα.
Ἴασιν ταχίστην, δώρησαι λιταῖς σου, Κυριακή ἀθληφόρε,
καί φώτισον, τόν σκοτεινόν ἁμαρτίαις νοῦν μου, πανένδοξε.
Θεοτοκίον.
Μετά Θεόν, Παρθένε, ἄμαχον προστάτιν καί ἀντιλήπτορα
μέγιστον ἔχων Σε, κράζω Σοί σῶσον, τόν δοῦλόν Σου Ἄχραντε.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Ἔπιδε ἐξ ὕψους θείου, Χριστοῦ νύμφη στεφηφόρε καί ἐπίσκεψαι τούς πιστῶς, σέ ἀνευφημούντας καί θείαις σου πρεσβείαις, νόσων παντοίων ῥῦσαι καί πάσης θλίψεως.
Τόν Χριστόν ποθήσασα ἀληθῶς, ἔσπευσας τεθνάναι καί
θυσίαν προσενεγκεῖν, σεαυτήν ἁγία Κυριακή θεόφρον, Τοῦτον οὖν ἐκδυσώπει, ὑπέρ
τῶν δούλων σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς
τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Ὡς βρύσις πολυκρουνός, παρθενομάρτυς Χριστοῦ,
κατήρδευσας, πάνσοφε, τήν Ἐκκλησίαν Αὐτοῦ καί ἤθλησας ἄριστα· ἔσωσας τούς ἐν
σκότει τῆς εἰδωλομανίας, αἴγλη τῶν σῶν θαυμάτων, Κυριακή ἀθληφόρε· διό ἐν
παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
Ἕτερον. Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Καλλιέρημα ὤφθης καί θύμα ἅγιον, προσενεγκοῦσα τῷ
Πλάστη τήν καθαράν σου ψυχήν, ἦν ἐδόξασε Χριστός, ὦ καρτερόψυχε. Ὅθεν καί βρύει
διά σου, τοῖς τιμῶσι σέ πιστοῖς, τάς χάριτας ὑπέρ ψάμμον, Κυριακή ἀθληφόρε, ὡς
Ἐλεήμων καί Φιλάνθρωπος.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Κλάδος εὐκλεής, Κυριακή, ρίζης διασήμου ἐδείχθης,
Χριστόν κηρύξασα, φέρων τῆς ἀθλήσεως καρπόν σωτήριον καί ξηραίνων ἐν χάριτι,
φυτά ἀσεβείας· ὅθεν σέ δοξάζοντες, καθικετεύομεν, ῥῦσαι ταῖς πρεσβείαις σου
πάσης λύμης τῶν παθῶν ἀχλυώδους, τούς τῇ θείᾳ σκέπῃ σου προστρέχοντας.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδαν μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ
Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Ὁ Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου