Παράκλησις ἁγ.
ΝΕΚΤΑΡΙΟΥ Μητροπ. Πενταπόλεως.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Ἱεράρχῃ τοῦ Χριστοῦ Νεκταρίῳ, τῷ δοξασθέντι δωρεαῖς
οὐρανίαις, προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς˙ ἅγιε Νεκτάριε, Ὀρθοδόξων
προστάτα, πάσης ἡμᾶς λύτρωσαι, συμφορᾶς καὶ ἀνάγκης καὶ πειρασμῶν καὶ νόσων
χαλεπῶν, τούς καταφεύγοντας, Πάτερ, τῇ σκέπῃ σου.
Δόξα. Ὁ αὐτός.
Ὡς εἰληφὼς παρὰ Θεοῦ ἐξουσίαν, τοῦ θεραπεύειν τάς
δεινὰς καχεξίας, τῶν προσιόντων, Πάτερ, τοῖς λειψάνοις σου, ἴασαι δεόμεθα, τοὺς
δεινῶς θλιβομένους, νόσοις καὶ παθήμασι καὶ πικραῖς ἀλγηδόσι καὶ ἐν εἰρήνῃ
φύλαττε ἡμάς, ταῖς σαῖς πρεσβείαις, Νεκτάριε Ὅσιε.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν
οἱ ἀνάξιοι˙ εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων
κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ
Σοῦ˙ Σούς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὠδὴ α΄. Ἦχος πλ. δ΄ Ὑγρὰν διοδεύσας.
Πληγεὶς τῇ κακίᾳ τοῦ δυσμενοῦς, τῇ σῇ ἀντιλήψει,
καταφεύγω ἀναβοῶν· εἰρήνευσον, Πάτερ, τὴν ζωήν μου καὶ τὴν κατ’ ἄμφω ὑγείαν μοι
δώρησαι.
Ἁγίως ἀνύσας σου τὴν ζωήν, ἀεὶ ἁγιάζεις καὶ λυτροῦσαι
παντὸς κακοῦ, Νεκτάριε Πάτερ θεοφόρε, τοὺς προσιόντας τοῖς θείοις λειψάνοις
σου.
Θαυμάτων
δυνάμεις ὡς ἐνεργῶν, θεράπευσον, Πάτερ, ἀσθενείας ὀδυνηράς, τῶν τὴν σὴν
βοήθειαν ζητούντων, θαυματουργὲ Ἱεράρχα Νεκτάριε.
Θεοτοκίον.
Ὡς Μήτηρ φιλεύσπλαγχνος τοῦ Θεοῦ, φιλάγαθε Κόρη,
εὐσπλαγχνίσθητι ἐπ’ ἐμοί καὶ βλάβης με πάσης καὶ μανίας, τοῦ ἀοράτου ἀπάλλαξον
ὄφεως.
Ὠδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Νοσημάτων παντοίων καὶ χαλεπῶν θλίψεων καὶ ἐπηρειῶν
ὀλεθρίων καὶ ἐπιθέσεων, τοῦ ἀρχεκάκου ἐχθροῦ, ὡς συμπαθὴς Ἱεράρχης, ἀσινεῖς
διάσωζε τοὺς σὲ γεραίροντας.
Νέκταρ ἄϋλον θεῖον, τῆς θεϊκῆς χάριτος, ἧς παρὰ Θεοῦ
ἐκομίσω βλύζει ἑκάστοτε, ἡ θεία κάρα σου καὶ τῶν παθῶν τὴν πικρίαν, ἀπελαύνει,
Ἅγιε, ἐκ τῶν ψυχῶν ἡμῶν.
Ἐν ὀδύναις καὶ πόνοις καὶ θλιβεραῖς μάστιξι, Πάτερ, τὴν
ζωήν μου ἀνύων, πρὸς σὲ κατέφυγον˙ μὴ οὖν παρίδῃς με, ἀλλὰ τῇ σῇ ἐπισκέψει, ἐκ
τῶν συνεχόντων με δεινῶν ἀπάλλαξον.
Θεοτοκίον.
Καταφύγιον κόσμου καὶ ἀρραγὲς στήριγμα, Κεχαριτωμένη
Παρθένε, τοὺς καταφεύγοντας, ὑπὸ τὴν σκέπην Σου, τῶν πολυπλόκων σκανδάλων, τοῦ
δολίου δράκοντος, σκέπε καὶ φύλαττε.
Διάσωσον ἐκ πάσης βλάβης καὶ θλίψεως, Ἱεράρχα, τοὺς ἐν
πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας καὶ σὲ τιμῶντας, Νεκτάριε θεοφόρε.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγὴ δαψιλής,
ἰάσεων ἐν Πνεύματι, ἐδείχθη, σοφέ, ἡ θήκη τῶν λειψάνων σου· ἰᾶται γὰρ τοὺς
πάσχοντας καὶ ὑγείαν καὶ ῥῶσιν χαρίζεται, τοῖς προσιοῦσιν ἐν πίστει θερμῇ,
Νεκτάριε Πάτερ ἱερώτατε.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν Μονήν σου, Νεκτάριε, πάσης ἐπηρείας ἀνεπηρέαστον,
τοῦ δολίου πολεμήτορος, Πάτερ, διατήρει τῇ σῇ χάριτι.
Ἀσθενεῖς τοὺς
προστρέχοντας, Πάτερ, πανταχόθεν τῇ θείᾳ μάνδρᾳ σου, θεραπείας καταξίωσον καὶ
τὴν λύπην τούτων διασκέδασον.
Ῥῶσιν δίδου καὶ ἴασιν, τὴν κατὰ ψυχὴν καὶ σῶμα,
Νεκτάριε, καὶ πταισμάτων ἀπολύτρωσιν, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Θεοτοκίον.
Ἴθυνόν με, Πανάμωμε, πρὸς τῆς μετανοίας ὁδὸν σωτήριον
καὶ παθών μου τὰ σκιρτήματα, νέκρωσον εἰς τέλος καὶ ἀφάνισον.
Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Εὗρέ σε θερμόν ἀντιλήπτορα ἡ Αἴγινα, διὰ τοῦτο σου τῇ
χάριτι ἀεί, καταφεύγει καὶ λυτροῦται πάσης θλίψεως.
Ἤρεμον ζωήν διανύειν καὶ ἀτάραχον, ἀπὸ πάσης τοῦ ἐχθροῦ
ἐπιβουλῆς, καταξίωσον ἡμᾶς, Πάτερ Νεκτάριε.
Μέγαν σέ φρουρὸν καὶ προστάτην, πάτερ Ὅσιε, κεκτημένη ἡ
Μονή σου ἡ σεπτή, ἐγκαυχᾶται τῇ ταχείᾳ ἀντιλήψει σου.
Θεοτοκίον.
Ἄχραντε Ἁγνή, τοῦ Θεοῦ Μῆτερ ἀπείρανδρε, τοὺς
ἐλπίζοντας τῇ σκέπῃ Σου ἀεί, ἀνωτέρους πάσης βλάβης διατήρησον.
Ὠδὴ στ’. Τὴν δέησιν ἐκχεῶ.
Σωμάτων καὶ τῶν ψυχῶν τάς ὁδύνας, ἐπικούφισον, Νεκτάριε
Πάτερ, τῶν πρὸς τὴν σὴν ἀφορώντων πρεσβείαν καὶ τάς καρδίας ἡμῶν χαρᾶς πλήρωσον
καὶ ἀθυμίας χαλεπῆς, ἐξ ἡμῶν τὴν ὁμίχλην διάλυσον.
Ῥυσθῆναι πειρατηρίων παντοίων καὶ σκανδάλων τοῦ ἐχθροῦ
ὀλεθρίων καὶ ἀναγκῶν καὶ στενώσεων πλείστων, τὸν Πανοικτίρμονα Λόγον ἱκέτευε,
Νεκτάριε θαυματουργέ, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.
Ὑψόθεν ὡς συμπαθὴς ἐποπτεύων καὶ ἀπαύστως προστατεύων
μὴ παύσῃ, τῆς ἱερᾶς σου Μονῆς, θεοφόρε, τῆς κεκτημένης ὡς μέγα θησαύρισμα,
Νεκτάριε θαυματουργέ, τὴν σορὸν τῶν ἁγίων λειψάνων σου.
Θεοτοκίον.
Σωτῆρα καὶ Λυτρωτὴν τῶν ἀνθρώπων, τὸν φιλάνθρωπον
κυήσασα Λόγον, σῶσον με, Κόρη, τῇ Σῇ προστασίᾳ, τῆς πονηρᾶς τυραννίδος τοῦ
χείρονος καὶ νεύρωσόν μου τὴν ψυχήν, πρὸς ἐπίδοσιν βίου βελτίονος.
Διάσωσον, ἐκ πάσης βλάβης καὶ θλίψεως Ἱεράρχα, τοὺς ἐν
πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας καὶ σὲ τιμῶντας, Νεκτάριε θεοφόρε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Πεπτωκότων ἐπανόρθωσις γέγονας καὶ τῶν κλονουμένων,
Νεκτάριε, στήριγμα, ἐν ὑστέροις τοῖς καιροῖς παρὰ Κυρίου δοξασθεὶς˙ ἀλλὰ πάντοτε
καὶ ἡμᾶς, τῶν ἐν τῷ βίῳ πειρασμῶν ἀνωτέρους διάσωζε, ἄφεσιν τῶν πταισμάτων καὶ
ῥῶσιν καὶ σωτηρίαν, αἰτούμενος παρὰ Θεοῦ, Ἱεράρχα, ταῖς ψυχαῖς ἡμῶν.
Προκείμενον.
Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καί οἱ Ὅσιοί Σου ἀγαλιάσει ἀγαλιάσονται.
Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καί οἱ Ὅσιοί Σου ἀγαλιάσει ἀγαλιάσονται.
Στίχ. Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τῶν Ὁσίων
Αὐτοῦ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην.
Εἶπεν ὁ Κύριος. Ἐγώ εἰμί ἡ θύρα˙ δι’ ἐμοῦ ἐὰν τὶς εἰσέλθῃ σωθήσεται, καὶ
εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα
κλέψῃ, καὶ θύσῃ καὶ ἀπωλέσῃ˙ ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ
εἰμι ὁ Ποιμὴν ὁ καλὸς˙ ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν
προβάτων˙ ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσί τὰ πρόβατα ἴδια, θεωρεῖ
τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει˙ καὶ ὁ λύκος ἁρπάζει αὐτά,
καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει ὅτι μισθωτός ἐστι καὶ οὐ μέλλει
αὐτῷ περὶ τῶν προβάτων. Ἐγὼ ειμί ὁ Ποιμὴν ὁ καλὸς˙ καὶ γινώσκω τὰ ἐμά, καὶ
γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα καὶ
τήν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ
τῆς αὐλῆς ταύτης˙ κἀκεῖνα με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ
γενήσεται μία ποίμνη εἷς ποιμήν.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου……
Δόξα. Ταῖς τοῦ Ἱεράρχου……
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου……
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός,……
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νέον ἄστρον πέφηνας, τῇ τοῦ Χριστοῦ Ἐκκλησία, ἐν
ἐσχάτοις ἔτεσι, βίου καθαρότητι λάμψας, Ὅσιε· νοηταῖς λάμψεσι τῶν ἐν σοὶ
χαρίτων, καταυγάζων τάς ψυχὰς ἡμῶν καὶ τῶν ἰάσεων, ταῖς μαρμαρυγαῖς λύων
πάντοτε, δαιμόνων τὴν σκοτόμαιναν καὶ ἀρρωστημάτων τὴν ζόφωσιν· ὅθεν σοί
βοῶμεν, μὴ παύσῃ ἐκλυτρούμενος ἡμᾶς, ἐπηρειῶν τοῦ ἀλάστορος καὶ παντοίων
θλίψεων.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός:
Ἀμήν.
Ὠδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀλγηδόνων ποικίλων, πειρασμῶν καὶ κινδύνων καὶ
περιστάσεων καὶ φθόνου καὶ κακίας ἀνθρώπων κακοτρόπων, ἀσινεῖς διαφύλαττε, τοὺς
σὲ τιμῶντας ἀεί, Νεκτάριε παμμάκαρ.
Ἰατρεύων ἀπαύστως, χαλεπὰς ἀσθενείας, Πάτερ Νεκτάριε,
τῶν πίστει προσιόντων, τοῖς θείοις σοῦ λειψάνοις, ἀρωγὸς ἐτοιμότατος, ἐν τοῖς
ἐσχάτοις καιροῖς, τῶν εὐσεβούντων ὤφθης.
Γέρας ἔνθεον
ὤφθης καὶ διάδημα νέον, πάτερ Νεκτάριε, τῇ νήσῳ τῆς Αἰγίνης, ἥτις ἀεὶ προστρέχει,
τῇ πρεσβείᾳ σου, Ἅγιε, καὶ τῆς εὐνοίας τῆς σῆς, τρυγὰ τάς ἀντιλήψεις.
Θεοτοκίον.
Ἐντολῶν με πρὸς τρίβον, τοῦ ἐκ Σοῦ σαρκωθέντος, Κόρη,
ὁδήγησον, πυλῶν τῆς ἁμαρτίας ἐξαίρουσα, Παρθένε, τὴν ῥοπὴν τῆς καρδίας μου, ἵνα
ὑμνῷ Σε ἀεί, σωθεὶς τῇ χάριτί Σου.
Ὠδή η΄. Τόν Βασιλέα.
Ῥοῦν τῆς κακίας τὸν κατακλύζοντα, Πάτερ, τῆς καρδίας
μου τοὺς αὔλακας εἰς τέλος, ξήρανον δυνάμει τῶν θείων πρεσβειῶν σου.
Ἀσθενειῶν σε, θεραπευτὴν ἐγνωκότες, καταφεύγομεν τῇ
Κάρᾳ σου τῇ Θείᾳ, ἵνα λυτρωθῶμεν μαστίγων ἐπωδύνων.
Σκέπε ἀπαύστως, τὴν σὴν Μονὴν τὴν ἁγίαν καὶ πρυτάνευε
αὐτῇ τῇ σῇ πρεσβείᾳ, πάτερ Ἱεράρχα, τάς πατρικὰς σου δόσεις.
Θεοτοκίον.
Ἴασαι, Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, τῇ τοῦ ὄφεως
κακίστῃ ἐπηρείᾳ καὶ καταύγασον με, φωτὶ τῆς ἀπαθείας.
Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Μανίας ἡμᾶς ῥῦσαι, ἐχθροῦ τοῦ ἀοράτου καὶ τῶν ἐν βίῳ
δεινῶν περιστάσεων, τοὺς καταφεύγοντας, Πάτερ, ὑπὸ τὴν σκέπην σου.
Ὀδύνης ψυχικῆς με καὶ τῶν ἀλγημάτων, τῶν ἐν τῷ σώματι,
Πάτερ, ἀπάλλαξον, τῇ ἐκ Θεοῦ σοι δοθείσῃ πλουσίᾳ χάριτι.
Ὑπὲρ τῆς εὐαγοῦς σου μάνδρας ἐκδυσώπει καὶ τῆς Αἰγίνης
Χριστὸν τὸν φιλάνθρωπον καὶ τῆς Ἑλλάδος ἁπάσης, πάτερ Νεκτάριε.
Θεοτοκίον.
Ὑμνοῦμέν Σου τὴν χάριν, Κεχαριτωμένη, Σὺ γὰρ ἀπαύστως
ὡς μήτηρ φιλόστοργος, σκέπεις καὶ τρέφεις καὶ θάλπεις ἡμᾶς ἑκάστοτε.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Τὸν τῆς εὐσεβείας νέον πυρσόν καὶ τῆς Ἐκκλησίας τὸν
φωστῆρα τὸν φαεινόν· τὸν θερμὸν προστάτην καὶ ἔφορον Αἰγίνης, Νεκτάριον τὸν
θεῖον, ὕμνοις τιμήσωμεν.
Χαίρεις ὁ νεόρρυτος ποταμὸς, ὁ τὰ νεκταρώδη τῶν χαρίτων
τῶν θεϊκῶν, ρεῖθρα πελαγίζων, τῇ θείᾳ ἐπομβρίᾳ, Χριστοῦ τῇ Ἐκκλησίᾳ, πάτερ
Νεκτάριε.
Λάμψας ἐν τῷ ὕψει τῶν ἀρετῶν, ἐν ἐσχάτοις χρόνοις,
ὥσπερ λύχνος θεολαμπής, νοητῶς λαμπρύνεις πιστῶν τάς διανοίας, τῇ καθαρᾷ ζωῇ
σου, πάτερ Νεκτάριε.
Χαίρεις τῆς Αἰγίνης ὁ θησαυρός καὶ τῶν Ὀρθοδόξων,
ἀντιλήπτωρ καὶ βοηθὸς˙ χαίροις τῆς Ἑλλάδος ἀγλάϊσμα τὸ Ννέον, Νεκτάριε
παμμάκαρ, ἡμῶν τὸ στήριγμα.
Τῇ σῇ προστασίᾳ τῇ πατρικῇ, τὴν σεπτὴν Μονήν σου, διαφύλαττε ἀβλαβῆ, Νεκτάριε πάτερ, καὶ πλήρου τάς αἰτήσεις, τῶν εὐλαβῶς τελούντων, τὴν θείαν μνήμην σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τῷ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἀπολυτίκια. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Σηλυβρίας τόν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις
χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον
θεράποντα Χριστοῦ· ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπὰς, τοῖς εὐλαβῶς κραυγάζουσι·
δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ
σοῦ, πάσιν ἰάματα.
Ἕτερον. Ὁ αὐτός.
Σηλυβρίας τὸν γόνον καὶ Ἑῴας τὸ καύχημα, τῆς Ὀρθοδοξίας
τὸν στῦλον καὶ Αἰγίνης τὸ ἔρεισμα· Νεκτάριον ὑμνήσωμεν πιστοί, ὡς νέκταρ γὰρ
ἀνέβλυσεν ἡμῖν, ἐκ πηγῶν τοῦ σωτηρίου νεοφανῶς, ἀρδεῦον τοὺς κραυγάζοντας· δόξα
τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐν ἐσχάτοις τοῖς
καιροῖς, λαμπρῶς σὲ ἁγιάσαντι.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πᾶσιν ἀντιλήπτωρ καὶ φρουρός καὶ θερμὸς προστάτης καὶ
σκέπη, γενοῦ Νεκτάριε, τοῖς προσερχομένοις σοι, Πάτερ, ἐκ πίστεως καὶ τὰ θεῖα
σου λείψανα κατασπαζομένοις, ἃ Χριστὸς ἐδόξασε, θαυμάτων χάρισι, λύων πειρασμῶν
τάς ὀδύνας καὶ εἰρήνην πᾶσιν παρέχων καὶ πταισμάτων ἄνωθεν συγχώρησιν.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδαν μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ
Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Ὁ Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου