Παράκλησις
Εὐαγγελιστοῦ ΛΟΥΚΑ, ἀνωνύμου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ φιλανθρώπου Ἰησοῦ καί Δεσπότου μύστης ὑπάρχων, ὦ
Λουκᾶ θεηγόρε, πιστῶν δέ τό προσφύγιον ἐν νόσοις χαλεπαῖς, τάς αἰτήσεις
πρόσδεξαι καί ἰάτρευσον τάχει, ἀσθενείας σώματος καί ψυχῆς πάντα ἄλγη, ὅπως τιμῶμεν
πάντοτε τήν σήν μνήμην καί αἶνον Κυρίω προσάγωμεν.
Δόξα. Ἀπολυτίκιον. Ἦχος α`. Τῆς
ἐρήμου πολίτης.
Λουκᾶν τόν θεηγόρον καί τοῦ Παύλου συνέκδημον καί
Εὐαγγελίου τοῦ τρίτου, συγγραφέα θεόπνευστον. Ἐν ὕμνοις τιμήσωμεν πιστοί, ὡς
ἄξιον ἐργάτην τοῦ Χριστοῦ, τῷ φωτί γάρ τοῦ Κυρίου καταυγασθείς, μετέδωκε φῶς τῷ
κόσμω, γράψας τάς θαυμαστάς παραβολάς, σύστασιν Ἐκκλησίας τέ, τῇ ἐπελεύσει τοῦ
Πνεύματος ἱστορησάμενος.
Καί νῦν. Θεοτοκίον.
Ἦχος δ`. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ἡ ἐν γαστρί Σου τόν Θεόν δεξαμένη, τόν Ἰατρόν ψυχῶν ἡμῶν καί σωμάτων, Παρθένε Παναμώμητε, ἦς πάντιμον μορφήν, πρῶτος ἀνιστόρησεν, ἰατρός καί ζωγράφος, Λουκᾶς ὁ θεσπέσιος, τάς δεήσεις προσδέχου, τῶν προσφοιτώντων τούτῳ τῷ ναῷ καί ἀσθενείας ἡμῶν λύε τάχιστα.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανών, οὖ ἡ ἀκροστοιχίς, "ΛΟΥΚΑ ΙΑΤΡΕ ΘΕΡΑΠΕΥΣΑΙ
ΗΜΩΝ ΤΑ ΑΛΓΗ", ἀνωνύμου.
Ὠδή α`. Ἦχος πλ. δ`. Ὑγράν διοδεύσας.
Λουκᾶ Χριστοφίλητε, ἰατρέ ψυχῶν καί σωμάτων, ἀκεσώδυνε πρεσβευτά, προσδέχου αἰτήσεις ἱκετῶν σου καί τῷ Κυρίω ταχέως προσάγαγε.
Ὁ Λόγος σεσάρκωται τοῦ Πατρός, ἐκ φιλανθρωπίας καί ἰάσατο τάς πληγάς, τοῦ γένους ἀνθρώπων, ὡς πανσόφως, σύ, ὦ Λουκᾶ ἰατρέ, ἐξιστόρησας.
Ὑψόθεν ἐπίβλεψον, ὦ Λουκᾶ, καί πρός ὕψος ἄρον, τάς καρδίας ἡμῶν καί νοῦν, ποικίλαις νοσούντων ἀσθενείαις καί προστρεχόντων ἐν πίστει πρεσβείᾳ σου.
Θεοτοκίον.
Κοιλία Σου γέγονεν οὐρανός, Κεχαριτωμένη, ὡς γεννήσασα
τόν Χριστόν. Ὅν πάντοτε Μῆτερ ἐξιλέου, ὑπέρ τῶν πόθῳ τήν σκέπην αἰτούντων σου.
Ὠδή γ`. Οὐρανίας ἀψίδος.
Ἀνεσίν μοι παράσχου ἐκ τῶν πολλῶν θλίψεων, αἱ πέρ μέ κατέλαβον ἄφνω καί ἐξηφάνισαν, χαράν καρδίας μου, Λουκᾶ, καί στήριξον πάσαν, κλονουμένην ὕπαρξιν, εὐχαῖς ἁγίαις σου.
Ἰασαί μου τά ἄλγη, ὡς ἰατρός ἄριστος, ἔχων ἐπιστήμης τήν γνῶσιν καί χάριν ἄνωθεν, Λουκᾶ μακάριε, καί δίδαξον με δοξάζειν, τόν οἰκονομούμενον τήν σωτηρίαν μου.
Ἀηδής μοί ὑπάρχει, ἡ νοσερά ζόφωσις, ὅθεν ἐξαιτῶ φώτισόν μου, Λουκᾶ, διάνοιαν, ὅπως τό σκόπιμον τῆς ἐπισκέψεως ταύτης, τοῦ Κυρίου δέξωμαι, πρός σωτηρίαν μου.
Θεοτοκίον.
Τί σοί δῶρον, Παρθένε, οἱ γηγενεῖς οἴσομεν, ὅτι τόν καλόν Σαμαρείτην ἐτεκνοτρόφησας, τό θεῖον ἔλαιον, πληγαῖς βαλόντα ἁπάσαις καί ληστῶν τά τραύματα ἐξαφανίσαντα.
Διάσωσον, ἀπό κινδύνων ἱκέτας σου, θεοφόρε, ὅτι πάντες Λουκᾶ πρό σέ καταφεύγομεν, αἰτούμενοι θεραπείαν ταχίστην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Διάσωσον, ἀπό κινδύνων ἱκέτας σου, θεοφόρε, ὅτι πάντες Λουκᾶ πρό σέ καταφεύγομεν, αἰτούμενοι θεραπείαν ταχίστην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β`. Τά ἄνω ζητῶν.
Φιλάνθρωπος ὧν, ἀκέστωρ πανάριστε, Λουκᾶ καί ἡμῶν, τά
ἄλγη θεράπευσον, τάς ψυχάς καί σώματα καταβάλλοντα καί ἀνάγαγε ἀπό ταλαιπωρίας
δεινῆς, τούς πόθῳ ναῷ σου καταφεύγοντας.
Ὠδή δ`. Εἰσακήκοα Κύριε.
Ῥῶσιν πάρεχε, Ἅγιε, ἐπικαλουμένοις τήν σήν βοήθειαν καί χαράν ἦνπερ εἰσήνεγκε, τῇ σαρκώσει Λόγος καί Θεός ἡμῶν.
Εὐφροσύνῃ τήν κάκωσιν καί ἡ εὐθηνίᾳ ἅπασαν στένωσιν, διαδέξοιτο σεπταῖς εὐχαῖς, σοῦ Λουκᾶ καί ῥώσις τήν ἀσθένειαν.
Θεοῦ γέγονας μίμημα, Εὐαγγελιστά Λουκᾶ μακάριε, τάς ἀκτίνας ἐπιχέων σου, τοῖς ἐξαιτουμένοις παρρησίαν σου.
Θεοτοκίον.
Ἐμεγάλυνε Κύριος, Σέ Παρθενομῆτορ ὡς προε-φήτευσας, γενεαί γάρ εὐφημοῦσι Σέ, ὅτι Ἰατρόν ψυχῶν ἐγέννησας.
Ὠδή ε`. Φώτισον ἡμᾶς.
Ῥήματα ζωῆς, ἅ συνέγραψας τῇ χάριτι, ταῖς ψυχαῖς, Λουκᾶ, κατάβαλλε, ὅπως ἄλγη ὀδυνῶν ἀποκρουώμεθα.
Ἁμαρτητικῆς διαθέσεως ἀπάλλαξον, τῆς γεννώσης θλίψιν σώματι καί καρδίας τῷ Θεῶ Λουκᾶ στερέωσον.
Παῦσον ὀδυνῶν τῶν ποικίλων, Λουκᾶ, μάστιγας, ὑπομονήν δέ ἐν ταῖς νόσοις δός ἡμῖν καί διαβλέπειν τοῦ Κυρίου θείαν πρόνοιαν.
Θεοτοκίον.
Ἔλυσας ἡμᾶς, τῇ κυήσει Σου Πανάμωμε, ἐκ τῶν δεσμῶν τοῦ πολεμήτορος καί ἐν κινδύνοις πανταχοῦ ῥύστις παρίστασαι.
Ὠδή στ`. Τήν δέησιν ἐκχεῶ.
Ὑψώσαις μου πεπτωκός τό φρόνημα καί τά νέφη διαλύσαις ψυχῆς μου, ὅτι ἰδού ἀσθενείας μέ ἄλγος καί τό μικρόψυχόν τῆς διανοίας μου, κατέβαλον θεῖε Λουκᾶ, ὅθεν κράζω σοι τάχυνον σῶσον με.
Σαββάτισον τήν ψυχήν μου, Ἅγιε, ἀπό ἔργων τῆς αἰσχρᾶς ἁμαρτίας, ἔχουσι γάρ τήν ἰσχύν συνηθείας καί τήν ὀδύνην μισθόν ἀποτίκτουσιν, ἀντί ὑλώδους ἡδονῆς, ἦν ὡς δέλεαρ καθυποβάλλουσι.
Ἀνάστησον ἀπό κλίνης ἅπαντας, ὡς Δεσπότης σου ἀνέστησε πλήθη, ὧν ἐν τῇ γῇ ἰατρέ μυστογράφε καί εὐγνωμόνως κραυγάζειν ἀξιῶσον· Φιλάνθρωπε δόξα τῇ Σῇ, πρός ἡμᾶς συμπαθεία Σου πάντοτε.
Θεοτοκίον.
Ἰάματα θαυμασίων πάντοτε, ἡ σεπτή πηγάζει, Μήτηρ, μορφή Σου, ἦν ὁ Λουκᾶς αὐτοψεῖ καθορῶν Σε, χρωματουργίᾳ σοφῶς ἀνιστόρησεν καί χάριν εἴληφεν ἐκ Σοῦ, εὐλογίᾳ τοῦ Τόκου Σου Δέσποινα.
Διάσωσον, ἀπό κινδύνων ἱκέτας σου, θεοφόρε, ὅτι πάντες Λουκᾶ πρός σέ
καταφεύγομεν, αἰτούμενοι, θεραπείαν ταχίστην.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β`. Προστασία τῶν Χριστιανῶν.
Ἐπιστήμη συζεύξας τήν χάριν τοῦ Πνεύματος, θεραπεύεις, Λουκᾶ,
τά ἄλγη τοῦ σώματος καί ταῖς ψυχαῖς ἐμβάλλεις εἰρήνην οὐράνιον· διό καί νῦν τῷ σῷ
ναῶ, συνελθόντες εὐλαβῶς, βοῶμεν σοί κράζοντες· πρόσχες ἡμῖν νοσοῦσι, πέμψον ταχύ
τήν λύσιν καί ἀγαλλίασιν φαιδράν, ἱκέταις σου δώρησαι
Προκείμενον.
Εἰς πάσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καί εἰς τά πέρατα τῆς οἰκουμένης τά ρήματα αὐτοῦ. (Δίς).
Στίχος. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δέ χειρῶν Αὐτοῦ ἀναγγέλει τό στερέωμα.
Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (κέφ. 10, 16-21).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει, καί ὁ
ἀθετῶν ὑμᾶς, ἐμέ ἀθετεῖ. Ὁ δέ ἐμέ ἀθετῶν, ἀθετεῖ τόν ἀποστείλαντα μέ.
Ὑπέστρεψαν δέ οἱ Ἑβδομήκοντα μετά χαρᾶς, λέγοντες· Κύριε καί τά δαιμόνια
ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δέ αὐτοῖς. Ἐθεώρουν τόν Σατανᾶν ὡς
ἀστραπήν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδού δίδωμι ὑμῖν τήν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω
ὄφεων καί σκορπίων καί ἐπί πάσαν τήν δύναμιν τοῦ ἐχθροῦ καί οὐδέν ὑμᾶς οὐ μή
ἀδικήση. Πλήν ἐν τούτω μή χαίρετε, ὅτι τά πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δέ
μᾶλλον, ὅτι τά ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο
τῷ πνεύματι ὁ Ἰησοῦς καί εἶπεν· ἐξομολογοῦμαι σοί, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καί
τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπό σοφῶν καί συνετῶν καί ἀπεκάλυψας αὐτά νηπίοις·
ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
Δόξα. Ταῖς τοῦ
Ἀποστόλου……
Καί νῦν. Ταῖς τῆς Θεοτόκου……
Στίχος. Ἐλέησον με
ὁ Θεός……
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἰατρέ πανάριστε καί ἱερέ μυστογράφε, κλῖνον οὐς εὐήκοον καί ἡμῶν ἐπάκουσον δεομένων σου. Ἰατρούς εὐλόγησον, νοσοκόμους στήριξον, ἀσθενούσι ῥῶσιν χάρισαι, πάντας ἁγίασον, τούς ὑπό τήν σκέπην σου τρέχοντας· καί ὡς ζωγράφος μόνιμον, ταῖς ψυχαῖς Χριστόν ἐξεικόνισον· ὅπως ἐν εἰρήνῃ, διάγωμεν τόν χρόνον τῆς ζωῆς καί σέ πρεπόντως δοξάζωμεν, Λουκᾶ ἀξιάγαστε.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός:
Ἀμήν.
Ὠδή ζ`. Παῖδες Ἑβραίων.
Σώματα ἐξησθενημένα ἐνδυνάμωσον, Λουκᾶ σεπτέ ἀκέστορ, δυνατόν γάρ ἐστι, σοί ἔχοντι τήν χάριν, τά φυσικῶς ἀδύνατα, μεταστῆσαι παραδόξως.
Ἤλγησε σφόδρα ἡ ψυχή μου, τήν τοῦ σώματος ἰδοῦσα διαρτίαν, ἀσθενοῦσαν δεινῶς· διό τῇ σῇ πρεσβεία, Λουκᾶ θεόφρον, ἅπασαν ἀνατίθημι ἐλπίδα.
Μεῖνον ψυχή μου φοβουμένη, ὦ Φιλάνθρωπε, πρεσβείᾳ
Ἀποστόλου, μήπως σκότος βαρύ αὐτήν διαχωρίση, τῆς γλυκυτάτης θέας Σου καί
ἀπόλωμαι ὁ τάλας.
Θεοτοκίον.
Ὦ τῆς πρός ἐμέ φιλανθρωπίας, Παναγία μου, καί φῶς τῶν ὀφθαλμῶν
μου, ὅτι ἔχεις ἀεί ὀξείαν τήν πρεσβείαν, εἰ καί ἐγώ οὐ παύομαι, τῷ Υἱῶ Σου ἁμαρτάνειν.
Ὠδή η`. Τόν Βασιλέα.
Νοσῶν τό σῶμα, κατακεῖμαι ἐν κλίνῃ τῆς ὀδύνης, Λουκᾶ θεραπευτά μου· ὅθεν ἔγειρόν με, σῇ θείᾳ μεσιτείᾳ.
Τόν Ἱπποκράτην ὑπερήρας τῇ γνώσει, φωτισθεῖς ἐλλάμψει
Παρακλήτου, διό κατά χάριν, Λουκᾶ, ἴασαι νόσους.
Ἄνευ φαρμάκων, νόσους πάσας διώκεις, ἐπικλήσει ὀνόματος
Κυρίου, ὡς Λουκᾶ προεῖπεν, συλλόγῳ Ἀπόστολων.
Θεοτοκίον.
Ἀνανεοῦμαι, Θεοτόκε, λαμβάνων κατά νοῦν μου πολλήν
φιλοτεκνίαν ἦ Χριστιανούς Σου, ὡς Μήτηρ περιβάλλεις.
Ὠδή θ`. Κυρίως Θεοτόκον.
Λουκᾶ θαυματοφόρε, δέχου τάς δεήσεις, τῶν ἐν Ἰδρύματι
τούτῳ τόν ἄνθρωπον, διακονούντων καί κλίνῃ ὀδύνης κείμενον.
Γινώσκεις τάς αἰτήσεις, ἔχεις θείαν χάριν, Λουκᾶ, ἦν
δεῖξον πιστοῖς αἰτουμένοις σε καί ἀσθενείας σούς δούλους, εὐθύς ἀπάλλαξον.
Ἠλάττωται ἡ
πίστις, νόσος δέ ὑψοῦται καί ἡ ψυχή μου ὡς φύλλον σαλεύεται, Λουκᾶ μακάριε, σπεῦσον
κινδύνου ῥύσαι με.
Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, Ἰατρόν ψυχῶν τε καί τῶν σωμάτων τεκοῦσα τόν Κύριον, σύν τῷ Λουκᾶ τάς δεήσεις, ἐκπλήρου δούλων Σου.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις ὁ θεόσοφος συγγραφεύς τοῦ Εὐαγγελίου, πνευματέμφορος ἑρμηνεύς, ἀληθής ἀκέστωρ τῆς ἀπιστίας νόσου, Λουκᾶ, λουτροῦ τοῦ θείου, χρίσει ἰώμενος.
Μακαρίζομέν σου τήν δεξιάν, Λουκᾶ θεηγόρε, δι’ ἦς ἔχομεν οἱ πιστοί, τάς τοῦ Θεοῦ Λόγου διττᾶς ἁγίας πλάκας καί τήν σεπτήν εἰκόνα τῆς Θεομήτορος.
Νόσους ἰατρεύων παντοδαπάς, χάριτι Κυρίου, ὦ Λουκᾶ, θαυματοπρεπῶς, πάσης ἀσθενείας ἀπάλλατε καί ἄλγους, τούς προσιόντας πόθῳ ναῷ τῷ θείῳ σου.
Σύν τῇ Πανυμνήτῳ Μητρί Θεοῦ, ἦς τόν χαρακτήρα ἐξεικόνισας πρῶτος ἐσύ, πρέσβευε Κυρίω, Λουκᾶ, ὑπέρ τῶν ὅσοι, ἐν κλίνη ἀσθενείας κεῖνται, ὡς Εὔσπλαχνος.
Ἰατρούς ἐνταύθα τούς ἀσθενεῖς, ὡς ὁ Σαμαρείτης, ἐν ἀγάπῃ πολλῇ Λουκᾶ, ζήλῳ ἐξιῶνται, εὐλόγει χάριτί σου, ἑκατονταπλασίως, ὧνπερ προσφέρουσι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Τό Ἀπολυτίκιον. Ἦχος α`. Τῆς ἐρήμου πολίτης.
Λουκᾶν τόν Θεηγόρον καί τοῦ Παύλου συνέκδημον καί
Εὐαγγελίου τοῦ τρίτου, συγγραφέα θεόπνευστον. Ἐν ὕμνοις τιμήσωμεν πιστοί, ὡς
ἄξιον ἐργάτην τοῦ Χριστοῦ, τῷ φωτί γάρ τοῦ Κυρίου καταυγασθείς, μετέδωκε φῶς τῷ
κόσμω, γράψας τάς θαυμαστάς παραβολάς, σύστασιν Ἐκκλησίας τε, τῇ ἐπελεύσει τοῦ
Πνεύματος ἱστορησάμενος.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β`. Ὅτε ἐκ τοῦ ξύλου σε.
Πάντας ἀσθενοῦντας ἀλγεινῶς, ἴασαι Λουκᾶ χάριτί σου, καί νόσους δίωκε, κλίνης ἐξανάστησον κατακειμένους καί γάρ ὁ φιλάνθρωπος Κύριος, πολλήν δέδωκε σοί, δύναμιν τοῦ Πνεύματος, ὡς οἰκονόμῳ πιστῷ· ὅθεν νῦν δεήσεις προσδέχου, πάντων ἐν ναῷ σου ἁγίῳ, τούτῳ καί ἐκπλήρου τά αἰτήματα.
Ἦχος πλ. δ`.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί
λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Ἦχος β`.
Τήν πάσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ,
φύλαξόν με ὑπό τήν σκέπην Σου.
Ὁ Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου