Παράκλησις μ.
ΝΙΚΟΛΑΟΥ ἐν Βουνένοις.
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ἀσκητικῶς εὐαρεστήσας Κυρίῳ, ἀθλητικῶς τόν σόν ἐτέλεσας
βίον, Ὁσιομάρτυς ἅγιε Νικόλαε. Ὅθεν τούς προσπίπτοντας τῷ σεπτῷ σου Λειψάνῳ καί
ἐξαιτουμένους σου, τήν θερμήν προστασίαν, πάσης ἀνάγκης λύτρωσαι, σοφέ, καί
νοσημάτων παντοίων καί θλίψεων.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν
οἱ ἀνάξιοι· εἰ μή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων
κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ
Σοῦ· Σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανών. Ὠδή α’. Ἦχος πλ. δ’.
Ὑγράν διοδεύσας.
Νικήσας δολίου τάς μηχανάς, Νικόλαε μάκαρ, ἐκνικῆσαι τάς χαλεπάς αὐτοῦ καθ’ ἡμῶν ἐπινοήσεις, ταῖς σαῖς πρεσβείαις ἡμᾶς ἐνδυνάμωσον.
Ἰάματα βλύζει ποταμηδόν, ἡ θεία σου θήκη, ἐνεργείᾳ τῇ θεϊκῇ καί νέμει παθῶν τήν θεραπείαν, τοῖς πρός αὐτήν προσιοῦσι, Νικόλαε.
Καθάρας τό σῶμα καί τήν ψυχήν, παθῶν ἀκαθάρτων, τῇ τοῦ Πνεύματος δωρεᾶ, χαράν καί εἰρήνην καί ὑγείαν, δίδου ἡμῖν, ἀθλοφόρε Νικόλαε.
Θεοτοκίον.
Ἡ τέξασα Λόγον τόν τοῦ Θεοῦ, ἀπερινοήτωςτῇ οὐσίᾳ τῇ καθ’ ἡμᾶς. ἐκ πάσης ὑλώδους προσπαθείας, Θεογεννῆτορ, ἡμᾶς ἐλευθέρωσον.
Ὠδή γ΄. Οὐρανίας ἀψίδος.
Νοσημάτων παντοίων ῥύμην δεινήν, Ἅγιε παύεις τῶν πιστῶς προσιόντων τῇ προστασίᾳ σου· ἐξ ὦν με λύτρωσαι, Ὁσιομάρτυς Κυρίου, καί πταισμάτων αἴτει μοι, θεόθεν ἄφεσιν.
Ἡ ἁγία σου θήκη, ἁγιασμόν βλύζουσα, πάντας ἁγιάζει Ἁγίου Πνεύματος χάριτι, ᾗ καταφεύγοντες, χαρᾶς πληρούμεθα θείας καί δεινῶν ρυόμεθα πόνων, Νικόλαε.
Μέγας ὤφθης προστάτης καί ἀρωγός ἕτοιμος, τῶν εἰλικρινῶς προσιόντων τῇ ἀντιλήψει σου· διό βοῶμεν σοι, μεγάλων θλίψεων ρύου, ἅγιε Νικόλαε, ἡμᾶς ἑκάστοτε.
Ἡ ἁγία σου θήκη, ἁγιασμόν βλύζουσα, πάντας ἁγιάζει Ἁγίου Πνεύματος χάριτι, ᾗ καταφεύγοντες, χαρᾶς πληρούμεθα θείας καί δεινῶν ρυόμεθα πόνων, Νικόλαε.
Μέγας ὤφθης προστάτης καί ἀρωγός ἕτοιμος, τῶν εἰλικρινῶς προσιόντων τῇ ἀντιλήψει σου· διό βοῶμεν σοι, μεγάλων θλίψεων ρύου, ἅγιε Νικόλαε, ἡμᾶς ἑκάστοτε.
Θεοτοκίον.
Ἰησοῦν τόν Σωτῆρα καί Ποιητήν τέξασα, πλούτῳ εὐσπλαγχνίας λαβόντα, ἐκ σοῦ τόν ἄνθρωπον, Κόρη Πανάμωμε, Αὐτόν δυσώπει σωθῆναι, τούς ὡς Θεοτόκον Σε, πίστει δοξάζοντας.
Διάσωσον, ὁσιομάρτυς Νικόλαε, πάσης βλάβης, τούς ἐν πίστει τῇ προστασίᾳ σου
σπεύδοντας, ὡς δεδεγμένος θεόθεν πλουσίαν χάριν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν
χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀσκήσας καλῶς ἐν τοῖς Βουνένοις, Ἅγιε, ἐχθρόν δυσμενῆ, ἀθλητικῶς
κατέβαλες, οὗ τῆς κακίας λύτρωσαι, τούς προστρέχοντας πόθῳ τῇ σκέπῃ σου καί ἐν εἰρήνῃ
κυβέρνησον ἡμᾶς, τῷ θείῳ θελήματι, Νικόλαε.
Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Νεκρωθέντας τοῖς πάθεσι, τῇ ζωοποιῷ πρεσβείᾳ σου ἔγειρον, τούς προστρέχοντας, Νικόλαε, τῇ σῇ ἐκ Θεοῦ πλουσίᾳ χάριτι.
Νοῦν ἀλάστορα ᾔσχυνας, τοῖς ἀθλητικοῖς σου σκάμμασιν, Ἅγιε, διά τοῦτο δυσωποῦμέν σε, ἐκ φθορᾶς τόν νοῦν ἡμῶν ἀνύψωσον.
Ἰατρεῖον ἀδάπανον, τό σεπτόν σου Λείψανον ἔχοντες,
Ἅγιε, πάσης νόσου καί κακώσεως, τάχος ἐκλυτρούμεθα, Νικόλαε.
Θεοτοκίον.
Καθαρᾶς πολιτείας με, νῦν ἐπιλαβέσθαι, Κόρη, ἀξίωσον, ὡς ἄν πάσης καθαρότητος, τούς καρπούς
προσάξω
τῷ
Θεῷ ἡμῶν.
Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Ὄμβρησον ἡμῖν, ταῖς πρεσβείαις σου, Νικόλαε, οἰκτιρμῶν τῶν θεϊκῶν τόν γλυκασμόν, τοῖς παθῶν ἐν τῇ πικρίᾳ δεινῶς στένουσι.
Λέοντα δεινόν τόν ἀόρατον, Νικόλαε, ὠρυόμενον ἀπαύστως καθ’ ἡμῶν, κατασύντριψον τῇ ράβδῳ τῆς σῆς χάριτος.
Ἄστρον φαεινόν, ἐξ Ἑώας ὡς ἀνέτειλας, πρίν τά Βούνενα ἐλάμπρυνας, σοφέ, νῦν τάς Θήβας ἁγιάζεις τῷ Λειψάνῳ σου.
Θεοτοκίον.
Ἔχουσα, Ἁγνή, συμπαθείας πλοῦτον ἄπειρον, κατοικτείρησον ἡμᾶς καί συνοχῆς, συμπτωμάτων θλιβερῶν τάχος ἀπάλλαξον.
Ὠδή στ΄. Τήν δέησιν.
Δυνάμει τῇ θεϊκῇ ἀριστεύσας, δι’ ἀθλήσεως ἐν ὄρει Βουνένων, ὡς βοηθός τοῖς ἐν Θήβαις ἐπέστης διά τοῦ θείου Λειψάνου σου, Ἅγιε, ὁ ὡς θησαύρισμα σεπτόν, ἐνορία σου ταύτη κατέχουσα.
Ἱλέῳ ἴδε ἐν ὄμματι, Μάρτυς, τούς ἑστώτας τῷ σεπτῷ σου Λειψάνῳ καί δίδου τούτοις ψυχῶν καί σωμάτων, Ὁσιομάρτυς Νικόλαε, ἴασιν, ὡς εἰληφώς παρά Θεοῦ, τῶν θαυμάτων τήν θείαν ἐνέργειαν.
Δαιμόνων ἀποδιώκων τήν ρύμην, ἀσθενείας χαλεπάς ἰατρεύεις καί τόν λεπρόν ἐκ τῆς λώβης καθαίρεις καί τήν ὑγείαν παρέχεις τοῖς χρῄζουσι, Νικόλαε θαυματουργέ, τῶν ἐν Θήβαις πιστῶν αγαλλίαμα.
Θεοτοκίον.
Ὁλόφωτε τοῦ Δεσπότου καθέδρα, χρυσοστόλιστε παστάς θείας δόξης, Παρθενομῆτορ Ἁγνή Θεοτόκε, τήν σκοτισθεῖσαν ψυχήν μου τοῖς πάθεσι, ἐκκάθαρον καί φωταυγές τοῦ Υἱοῦ σου ἀνάδειξον σκήνωμα.
Διάσωσον, Ὁσιομάρτυς Νικόλαε, πάσης βλάβης, τούς ἐν
πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς δεδεγμένος θεόθεν πλουσίαν χάριν.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων
τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἐκ τῆς Ἑώας ἐκλάμψας, Νικόλαε, καταπυρσεύεις ἡμᾶς θείαις χάρισι, διό ὡς σεπτόν ἱλαστήριον, τό σόν ὑπέρτιμον Λείψανον ἔχοντες, λαμβάνομεν χάριν καί ἔλεος.
Προκείμενον.
Δικαίος ὡς φοίνιξ ἀνθήσει καί ὡσεί κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (κέφ. 21, 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλούσι γάρ ἐφ’ ὑμᾶς τάς χείρας αὐτῶν καί διώξουσι, παραδίδοντες εἰς συναγωγᾶς καί φυλακάς, ἀγομένους ἐπί βασιλεῖς καί ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δέ ὑμῖν εἰς μαρτύριον.
Θέσθε οὖν εἰς τάς καρδίας ὑμῶν, μή προμελετᾶν ἀπολογηθῆναι· ἐγώ γάρ δώσω ἡμῖν
στόμα καί σοφίαν, ἦ οὐ δυνήσονται ἀντειπεῖν, οὐδέ ἀντιστῆναι πάντες οἱ
ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δέ καί ὑπό γονέων καί ἀδελφῶν καί συγγενῶν καί
φίλων, καί θανατώσουσι ἐξ ὑμῶν· καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομά
μου· Καί θρίξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μή ἀπολῆται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτείσασθε
τάς ψυχᾶς ὑμῶν.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου……
Καί νῦν. Ταῖς τῆς Θεοτόκου……
Προσόμοιον. Ἦχος πλ.
β΄. Ὅλην ἀποθέμενοι.
Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός Σου καί
κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τό ἀνόμημά μου.
Νίκην ἦρας ἔνθεον, κατά παθῶν καί δαιμόνων, ἅγιε Νικόλαε,
πόνοις τῆς ἀσκήσεως και ἀθλήσεως· καί διπλοῦν εἴληφας στέφανον ἀξίως, διά τοῦτο
ἐκβοῶμέν σοι· ἡμᾶς ἐνίσχυσον, πάσας ἐκνικῆσαι τοῦ δράκοντος ἐπιβουλάς, μακάριε,
ῥῶσιν καί ὑγείαν καί ἴασιν ἅπασι παρέχων καί ἄφεσιν πταισμάτων ἐκ Θεοῦ, Ὁσιομάρτυς,
τοῖς σπεύδουσι ταῖς σαῖς ἀντιλήψεσι.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός:
Ἀμήν.
Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπό σοῦ ἐξ Ἑώας, ὁ νοσῶν πάλαι ἄρχων καθοδηγούμενος, ἐπέστη ἐν Βουνένοις, εὑρών δέ τό σόν σῶμα, ἐξιάθη τῆς μάστιγος· ἴασαι οὖν Ἀθλητά, κἀμέ πικρᾶς ὀδύνης.
Γνοῦς τήν σήν, Μάρτυς, χάριν, ὁ ρυσθείς ἐκ τοῦ πάθους τῇ ἀντιλήψει σου, ναόν σοι ἀνεγείρει· ναόν οὖν κἀμέ δεῖξον, θεομάκαρ Νικόλαε, τῆς ἐπινοίας Θεοῦ, θερμῇ σου ἐπισκέψει.
Ἐνεργοῦσα ἀπαύστως, ἡ σκηνοῦσα τῇ Κάρᾳ σου χάρις ἄνωθεν, ἰάματα ποικίλα τελεῖ ἐν Βυζαντίῳ καί παρέχει τοῖς χρήζουσι, Νικόλαε θαυμαστέ, τάς θεοσδότους δόσεις.
Θεοτοκίον.
Ῥυπουμένην ἀθλίως τήν καρδίαν μου, Κόρη γνώμῃ ἀγνώμονι, ἀπόπλυνον τοῦ ἄγους καί σύνεσίν μοι δίδου, τοῦ ποιεῖν τά ἐντάλματα, τοῦ Σοῦ Υἱοῦ καί Θεοῦ, ἵνα Σε μακαρίζω.
Ὠδή η΄. Τόν Βασιλέα.
Ἄνδρος ἡ νῆσος, τῇ παναγίᾳ σου Κάρᾳ ἁγιάζεται, Νικόλαε θεόφρον,
ὅθεν καί κηρύττει, τά θαύματά σου Μάρτυς.
Σωμάτων δίδου καί τῶν ψυχῶν θεραπείαν, τοῖς προστρέχουσι τῷ σῷ Σεπτῷ Λειψάνῳ ὁ ἡ θείᾳ χάρις, ἐδόξασε πλουσίως.
Ἰδέ ὑψόθεν, τούς ἐν ψυχῇ κατωδύνῳ ἐκζητοῦντάς σου τήν
θείαν προστασίαν καί τάς τούτων πλήρου, Νικόλαε, αἰτήσεις.
Θεοτοκίον.
Μῆτερ Κυρίου, Θεοχαρίτωτε Κόρη, τῶν τοῦ ὄφεως ἐκτόπων
νοημάτων, ρῦσαι τήν ψυχήν μου καί σῶσόν με, Παρθένε.
Ὠδή θ΄. Κυρίως Θεοτόκου.
Ὁ Μάρτυς ἐν Ὁσίοις, Νικόλαε μάκαρ, δυσχερειῶν τῶν τοῦ βίου ἀπάλλαξον, τούς τήν σεπτήν σου πρεσβείαν αἰτοῦντας, Ἅγιε.
Ὑσσώπῳ μετανοίας, Νικόλαε μάκαρ, τήν ρυπωθείσαν καρδίαν
μου κάθαρον καί πρός ὁδόν τήν εὐθεῖαν ἀεί ὁδήγει με.
Ὑπέρ τῶν σέ ὑμνούντων πάντοτε δυσώπει, τόν ἐλεήμονα
Κύριον. Ἅγιε, πᾶσι διδόναι ἀπαύστως τό θεῖον ἔλεος.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, χαρίτωσόν μου καί νοῦν
καί διάνοιαν, τοῖς μητρικοῖς οἰκτιρμοῖς σου ἵνα δοξάζω σε.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις τῆς Ἑώας θείος βλαστός, ὁ ἀνδραγαθήσας ἐν
Βουνένοις περιφανῶς· χαίροις, ὁ τάς Θήβας ἀπαύστως ἁγιάζων, Νικόλαε παμμμάκαρ,
τῇ θεία θήκη σου.
Δεῦτε ἐφημήσωμεν οἱ πιστοί, τόν ἐκ ταῆς Ἐώας ἐξαστράψαντα ἀθλητήν, φύλακα καί ρύστην ἐνοριτῶν ἁπάντων, Νικόλαον τόν Νέον, Χριστοῦ τόν Μάρτυρα.
Ἄνθος τῆς νεότητος παριδών καί ρέουσαν δόξαν, ἠκολούθησας τῷ Χριστῷ, ἀσκήσεως πόνοις καί ἄθλοις μαρτυρίου, Νικόλαε, ἐντεῦθεν λαμπρῶς δεδόξασαι.
Τῷ νοσοῦντι ἄρχοντι ἐποφθείς, ὑπέδειξας τούτῳ ποῦ τό σκῆνός σου τό σεπτόν, ὅ εὑρών, παμμάκαρ, τήν θεραπείαν εὗρε, κηρύττων σου τήν χάριν, Μάρτυς Νικόλαε.
Δεῦτε ἐφημήσωμεν οἱ πιστοί, τόν ἐκ ταῆς Ἐώας ἐξαστράψαντα ἀθλητήν, φύλακα καί ρύστην ἐνοριτῶν ἁπάντων, Νικόλαον τόν Νέον, Χριστοῦ τόν Μάρτυρα.
Ἄνθος τῆς νεότητος παριδών καί ρέουσαν δόξαν, ἠκολούθησας τῷ Χριστῷ, ἀσκήσεως πόνοις καί ἄθλοις μαρτυρίου, Νικόλαε, ἐντεῦθεν λαμπρῶς δεδόξασαι.
Τῷ νοσοῦντι ἄρχοντι ἐποφθείς, ὑπέδειξας τούτῳ ποῦ τό σκῆνός σου τό σεπτόν, ὅ εὑρών, παμμάκαρ, τήν θεραπείαν εὗρε, κηρύττων σου τήν χάριν, Μάρτυς Νικόλαε.
Δέδοται τῇ Ἄνδρῳ ὡς θησαυρός πολύτιμος, μάκαρ, ἡ ἁγία σου κεφαλή, ἥν
περικυκλοῦντες λαμβάνομεν ἐκ ταύτης, ἁγιασμόν καί ῥῶσιν, Μάρτυς Νικόλαε.
Χαίροις τῶν Βουνένων λύχνος λαμπρός καί τῆς Βοιωτίας, λαμπαδοῦχος ὁ φαεινός, τῆσδε ἐνορίας, Ὁσιομάρτυς, κλέος καί πρός Χριστόν μεσίτης θερμός, Νικόλαε.
Ἔχων παρρησίαν πρός τόν Χριστόν, πρέσβευε ἀπαύστως,
πάσης ρύεσθαι συμφορᾶς, τούς τήν ἄθλησίν σου, Νικόλαε, τιμῶντας καί
ἀπεκδεχομένους, τήν θείαν χάριν σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων
ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι
ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου.
Ἐξ Ἐῴας ἐκλάμψας, ἐν Βουνένοις ἠγώνισαι, Νικόλαε Παμμάκαρ, ἐναθλήσας στερρότατα. Διό καί δοξασθείς παρά Χριστοῦ, θαυμάτων ἀναβλύζεις
δωρεάς, τοῖς προστρέχουσι τῷ λειψάνῳ σου τῷ σεπτῷ, Ὁσιομάρτυς ἔνδοξε. Δόξα τῷ
δεδωκότι σοι ἰσχύν, δόξα τῷ σέ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σοῦ πᾶσιν
ἰάματα.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προσπίπτοντας πιστῶς, τῇ σῇ θαυμαστῇ προστασία καί εὐφημοῦντάς σε, ἅγιε Νικόλαε, Ὁσιομάρτυς Χριστοῦ καί τό θείον σου Λείψανον κατασπαζομένους, σκέπε καί διάσωζε, ἐκ πάσης θλίψεως, λύων συμφορῶν τόν χειμῶνα καί πικρῶν λυτρούμενος πόνων, ταῖς πρός τόν Δεσπότην ἱκεσίαις σου.
Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης
καί θλίψεως.
Ἦχος β΄.
Τήν πάσαν
ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην Σου.
Ὁ Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δίστιχον·
Νικητήν Νικόλαε παθῶν με δεῖξον,
Νικητήν Νικόλαε παθῶν με δεῖξον,
Γεράσιμον σπεύδοντα τῇ σῇ πρεσβείᾳ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου