Πέμπτη 6 Οκτωβρίου 2016

Παράκλησις ἁγ. ΙΩΑΝΝΟΥ τοῦ Ρώσου.



Παράκλησις ἁγ. ΙΩΑΝΝΟΥ τοῦ Ρώσου.
Ποίημα Δανιὴλ Μοναχοῦ
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.  
Ἦχος δ'.  Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Ἰωάννῃ οἱ πιστοὶ νῦν προσδράμωμεν*, οἱ ἐν δεινοῖς καὶ συμφοραῖς καὶ προσπέσωμεν*, ἐν εὐσεβείᾳ κράζοντες, ἐκ βάθους ψυχῆς*· Ὅσιε, βοήθησον* ἐφ' ἡμῖν σοῖς ἱκέταις*, πρόφθασον καὶ λύτρωσαι* τῆς παρούσης ἀνάγκης*· μὴ παραβλέψῃς δέησιν οἰκτρὰν*, τῶν προσφευγόντων* τῇ σκέπῃ σου, Ἅγιε.
Δόξα. Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
κ γῆς ὁ καλέσας σε πρὸς οὐρανίους μονάς*, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον* τὸ σκῆνός σου, Ὅσιε*. Σὺ γὰρ ἐν τῇ Ἀσίᾳ*, ὡς αἰχμάλωτος ἤχθης*, ἔνθα καὶ ᾠκειώθης* τῷ Χριστῷ, Ἰωάννη*. Αὐτὸν οὖν ἱκέτευε*, σωθῆναι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἦχος δ'.  Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οὐ σιωπήσομεν, ποτέ, Θεοτόκε*, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι*· εἰ μὴ γὰρ Σὺ προίστασο πρεσβεύουσα*, τίς ἡμᾶς ἐρρύσατο*, ἐκ τοσούτων κινδύνων*; Τίς δὲ διεφύλαξεν*, ἕως νῦν ἐλευθέρους*; Οὐκ ἀποστῶμεν, Δέσποινα , ἐκ Σοῦ*, Σοὺς γὰρ δούλους σῴζεις ἀεί*, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καί    Κανών. Ὠδὴ α'. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας.
Δειναῖς πιεζόμενος συμφοραῖς*, πρὸς σὲ ἐπιρρίπτω* καὶ τὸ σῶμα καὶ τὴν ψυχήν*, δεόμενος σοῦ, ὅσιε Πάτερ*, ἐκ λυπηρῶν καὶ δεινῶν με λυτρώσασθαι.
Σαρκός με τοῦ κλύδωνος προσβολή*, μάκαρ Ἰωάννη*, ἐκταράττει διηνεκῶς*, εἰρήνευσον, Πάτερ, τῇ γαλήνῃ*, ταῖς πρός Θεόν συμπαθέσι πρεσβείαις σου.
Δαιμόνων τὰ στίφη τὰ πονηρά*, καταπολεμοῦσι* τὸν σὸν δοῦλον ἀνηλεῶς*, κατάλυσον τούτους τῇ δυνάμει* τῇ τοῦ Σταυροῦ, φιλανθρώποις πρεσβείαις σου.
Θεοτοκίον.
Παρθένε, ἡ πύλη ἡ τοῦ Θεοῦ*, ἄνοιξόν μοι πύλην εὐσπλαχνίας καὶ ἐκ πυλῶν τῆς θανατηφόρου ἁμαρτίας, τῇ μητρικῇ παρρησίᾳ Σου ῥῦσαί με.

Ὠδὴ γ '. Οὐρανίας ἀψῖδος.
Πονηρίας ἀνθρώπων* ὀδυνηρῶν πάντοτε*, ἀπειλὰς πνεόντων δυσφήμως*, σύ με διάσωσον*· τὴν θηριώδη αὐτῶν* μανίαν διασκεδάσας*, εὐσεβῶν τὸ στήριγμα*, Πάτερ πανένδοξε.
Εὐτρεπίσας πανσόφως* τὸ τῆς ψυχῆς οἴκημα* καὶ διαφερόντως κοσμήσας*, Θεομακάριστε*, χάριν τοῦ Πνεύματος* εἰσδεδεγμένος ὡράθης* καὶ φωτὸς πληρέστατος*, ὡς στῦλος πύρινος.
Θεοτοκίον.
Καθαράς παρθενίας* ἀποπεσών, Πάναγνε*, ὅλως ἐμολύνθην τῷ πάθει* τῆς ἀσωτίας μου*· ἡ τετοκυῖα Κριτήν* ἁμαρτανόντων ἀνθρώπων*, πάσης κατακρίσεως*, Παρθένε, σῶσόν με.
Διάσωσον* ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοφόρε*, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς Σὲ καταφεύγοντας*, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
πίβλέψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε*, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
 Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς* καὶ πύργος ἀπροσμάχητος* ἐδείχθης, Σοφέ*, τοῖς πίστει ἐκβοῶσί σοι* καὶ σεπτῶς κραυγάζουσι*, θεοφόρε Ἰωάννη πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς*, ἀεὶ τῇ Τριάδι παριστάμενος.

Ὠδὴ δ'. Εἰσακήκοα Κύριε.
αμάτων χαρίσματα*, τῷ σεπτῷ τεμένει σου οἱ προσφεύγοντες*, ἀρυόμεθα εὐφρόσυνα* καὶ δοξάζομέν σε, Θαυματόβρυτε.
       Καππαδόκων συστήματα* καὶ τῶν Προκοπέων πλήθη τὰ εὐλαβῆ*, ἀντιλήπτορα γινώσκουσι* καὶ προστάτην πάντες εὐφημοῦσί σε.
Διαβὰς ἀνδρικότατα* νέφος τῆς σαρκός σου διὰ τῆς πράξεως*, ἔσω γέγονας, Ἀοίδιμε*, τοῦ φωτὸς τοῦ θείου, ὡς ἐπόθησας.
Θεοτοκίον.
Οἶκος γέγονας, Ἄχραντε*, τοῦ Θεοῦ τῶν ὅλων, ὡς Ἀειπάρθενος*, οἶκον ὅθεν με ἀνάδειξον* ἀρετῶν ἐνθέων, θείᾳ χάριτι.
Ὠδή ε'. Φώτισον ἡμᾶς.
       Φρούρησον ἡμᾶς* ταῖς πρεσβείαις σου, Μακάριε*, καὶ τῷ βραχίονί σου τῷ κραταιῷ*, πικροὺς δαίμονας κατάβαλε, Ὑπερθαύμαστε.
Δώρησαι ἡμῖν*, τὴν ὑγείαν δεομένοις σου* καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀεί* καὶ τὴν μυρίπνοον ῥῶσιν, Πάτερ πανόλβιε.
ασαι λαὸν* προσδραμόντα σοι, Θαυμάσιε*, καὶ λοιμικῆς νόσου καὶ πυρετῶν* καὶ ἀλγηδόνων παντοίων ὅλως διάσωσον.
Θεοτοκίον.
Χαίρει ἐπὶ Σοί*, Θεοτόκε, κτίσις ἅπασα*, τῶν Ἀγγέλων τὰ συστήματα* καὶ τῶν ἀνθρώπων γλῶσσαι πᾶσαι δοξάζουσι.

Ὠδὴ στ'. Τὴν δέησιν ἐκχεῶ.
Θαυμάτων σε* θησαυρὸν ἐπίσταμαι* καὶ πηγὴν τῶν ἀγαθῶν, Ἰωάννη*, ἀρρωστιῶν ἰατρεύοντα πάθη* καὶ ἐνεργείας δαιμόνων ἐλαύνοντα*· καὶ δέομαι σωθῆναι νῦν*, ἐκ φθορᾶς με κακῶν, Χαριτώνυμε.
Προστάτιν σε* τῶν πτωχῶν κηρύττομεν* καὶ φρουρὸν Καππαδοκίας ἁπάσης*, τῶν πειρασμῶν διαλύοντα ὄχλον* καὶ δυσσεβῶν ἐπηρείας διώκοντα* καὶ πάντας νῦν τοὺς εὐσεβεῖς*, τῶν δεινῶν λυτρωθῆναι δεόμεθα.
Λιμένα σε* ἐν κινδύνοις ἔχομεν* καὶ ἐν θλίψεσι προστάτην, Παμμάκαρ*, καὶ παντελῆ συμφορῶν σωτηρίαν* καὶ ποταμὸν δωρεῶν ἀνεξάντλητον* καὶ βρύσιν εὐεργεσιῶν* καὶ πηγὴν ἰαμάτων ἀέναον.
Θεοτοκίον.
γκάλαις σου* καὶ μαστοῖς, ὦ Δέσποινα*, τῷ Υἱῷ Σου μεσιτεύουσι δεῖξον*, Σοῖς τέκνοις τὰ Ἐκείνου, Παρθένε*, σταυρὸν καὶ λόγχην καὶ σπόγγον καὶ κάλαμον*· οὕτως δ' ἱλέωσον Αὐτόν*, ἐφ' ἡμῖν τοῖς πολλὰ ἁμαρτήσασι.
Διάσωσον* ἀπὸ κινδύνων τοὺς δούλους Σου, Θεοφόρε*, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς Σὲ καταφεύγοντας*, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
χραντε*, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως*, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον*, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β΄.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε*, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε*, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς*, ἀλλὰ πρόφθασον ὡς ἀγαθή*, εἰς τὴν βοήθειαν ἡμῶν* τῶν πιστῶς κραυγαζόντων Σοι*· τάχυνον εἰς πρεσβείαν* καὶ σπεῦσον εἰς ἱκεσίαν*, ἡ προστατεύουσα ἀεί*, Θεοτόκε, τῶν τιμώντων Σε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν.
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ, ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος· οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πταισμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ἔλεγεν· Μακάριοι οἱ πτωχοὶ, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα. Ταῖς του Σοῦ Ὁσίου……
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου……

Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχος.Ἐλέησόν με ὁ  Θεός,……
Μὴ ἀποστερήσῃς με*, τῆς σῆς θερμῆς προστασίας*, Ἰωάννη ὅσιε*, ἀλλὰ θραῦσον δέομαι* τῇ ἰσχύΐ σου*, θράση τὰ ἀνίσχυρα* καὶ τὰ τοξεύματα* τῶν δαιμόνων τὰ ἀνέλπιστα*, νόσων ἀπάλλαξον* καὶ πειρατηρίων καὶ θλίψεων* καὶ πάντας ἐλευθέρωσον* τῶν σατανικῶν ἐπιθέσεων*· ἵνα σὲ γεραίρω* καὶ πόθῳ ἀνυμνῶ καὶ προσκυνῶ* καὶ μεγαλύνω σου, Ἅγιε*, ἔργα τὰ θεάρεστα.
Ὑπό  τοῦ  Ἱερέως    λιτανευτική  ἱκεσία:
       Σῶσον    Θεός  τόν  λαόν  Σου……. 
       λέει  καί  οἰκτιρμοῖς……. 

  χορός:
μήν.

Ὠδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.
       Τὴν ψυχὴν θυμηδίας* καὶ χαρᾶς ἁπάσης ἀνάδειξον ἔμπλεων*, θέοφρον Ἰωάννη*, τῶν σὲ θερμῶς ὑμνούντων* καὶ βοᾷν ἀεὶ δίδαξον*· ὁ τῶν Πατέρων ἡμῶν*, Θεὸς εὐλογητὸς εἶ.
Λαμπρυνθεὶς τῷ σῷ πάθει*, σκοτισθέντα με ἁμαρτήμασι λάμπρυνον*, τὸν πόθῳ προσιόντα* τῷ σῷ σεπτῷ λειψάνῳ* καὶ κραυγάζειν ἀξίωσον*· ὁ τῶν Πατέρων ἡμῶν*, Θεὸς εὐλογητὸς εἶ.
Πειρασμῶν καὶ κινδύνων* καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον*· καὶ βλάβης τῶν δαιμόνων*, τοὺς σῇ σκέπῃ θαρροῦντας* καὶ ἐν πίστει κραυγάζοντας*· ὁ τῶν Πατέρων ἡμῶν*, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Τῶν ἀνθρώπων ὁ Πλάστης*, ἐν γαστρί Σου σκηνώσας, Θεοχαρίτωτε*, ἁπάντων προστασίαν*, τῶν ζάλαις κλονουμένων* καὶ βοώντων Σε  ἔδειξε*· ὁ τῶν Πατέρων ἡμῶν*, Θεὸς εὐλογητὸς εἶ.

δὴ η'. Τὸν Βασιλέα.
Τοῖς ποντουμένοις* βιοτικαῖς τρικυμίαις*, χεῖρα δίδου, Παμμάκαρ, ὑμνοῦσι* καὶ ὑπερυψοῦσι* Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν σῶν λειψάνων* τῶν εὐαγῶν ἁπτομένους*, εὐωδίας πλήρωσον θείας*, Κύριον ὑμνοῦντες* πιστῶς εἰς τοὺς αἰῶνας.
Τοὺς δεομένους* ἐκτενῶς, Θεοφόρε*, καὶ τὴν χάριν αἰτοῦντας προσδέχου*, τούς δοξολογούντας* Θεὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τῶν μολυσμάτων μου* τὴν καρδίαν, Παρθένε*, μετανοίας καθάρισον νίπτροις*, ἵνα Σὲ δοξάζω* εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ'. Κυρίως Θεοτόκον.
       στέρα, Ἰωάννη*, σὲ σημειοφόρον* ὁμολογοῦμεν, ἡμῖν φῶς αὐγάζοντα*, οἱ εὐσεβεῖς ὀρθοδόξως Χριστῷ λατρεύοντες.
ν σάλῳ, Θεοφόρε*, τοῖς κυματουμένοις* πολλῶν κακῶν, σοῖς ἱκέταις βοήθησον*, διασκεδάζων τὰ βέλη τοῦ πολεμήτορος.
Τὴν δέησίν μου δέξαι* τοῦ ταπεινωθέντος* καὶ χαλεπῶν, Θεοφόρε, κακώσεων* καὶ τῆς  δεινῆς  ἁμαρτίας με λύτρωσαι.
Θεοτοκίον.
λπίδα σωτηρίας* τῶν ἐκπεπτωκότων*, αἱ γενεαί, Θεοτόκε, γινώσκουσαι*, διὰ παντὸς ὁμοφρόνως Σὲ μακαρίζουσι.
ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Τοὺς συναθροισθέντας τῷ σῷ ναῷ*, ἀοράτων πάντας*, ὁρατῶν τε ἐπιβουλῆς*, ἡμᾶς τυραννούντων, δεόμεθα ῥυσθῆναι*, ὑπὸ τὴν σὴν αἰγίδα, θερμῶς προσφεύγοντας.
Τὰ πεπυρωμένα βέλη ἐχθροῦ* βροτοκτόνου, Πάτερ*, ἀπομάκρυνον ἀφ΄ἡμῶν*, ταῖς πρὸς τὴν Τριάδα θερμαῖς σου ἱκεσίαις*, ὅπως ῥυσθέντες τούτων, σὲ μεγαλύνωμεν.
Τὸν ἀστέρα πάντες τὸν φαεινόν*, τὸν ἐκ Προκοπίου* ἀπαστράψαντα νοητῶς*, Ὁσίων τὸ κλέος καὶ Καππαδόκων δόξαν*, τὸν θεῖον Ἰωάννην, ὕμνοις τιμήσωμεν.
Αἴτησαι εἰρήνην παρὰ Θεοῦ*, πνευμάτων γαλήνην*, μέχρι τέλους ὑπομονήν*, ψυχῶν σωτηρίαν ἡμῖν τοῖς σοῖς ἱκέταις*, τοῖς εὐφημοῦσι πόθῳ τὰ σὰ θαυμάσια.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί*, Πρόδρομε Κυρίου*, Ἀποστόλων ἡ Δωδεκάς*, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου*, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμάς.
Τρισγιον
ερεύς. Ὃτι σου ἐστιν…..

Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.
Πρ δ το διεχν·
Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου Σέ  νεκρόν.
Δεῦτε προσκυνήσωμεν πιστοί* καὶ μετ' εὐλαβείας καὶ πόθου* κατασπαζόμενοι*, λείψανον περίσεπτον καὶ πανυπέρτιμον*, Ἰωάννου θεόφρονος*, ἁγνίσωμεν χείλη*, ὄμματα καὶ μέτωπα καὶ ἱκετεύσωμεν*, ὅπως καὶ ἡμᾶς ἀξιώσῃ*, τέλους σωτηρίου καὶ θείου*, ταῖς αὐτοῦ πρὸς Κύριον δεήσεσιν.
νω τῶν Ἀγγέλων τοῖς χοροῖς* καὶ τῶν Ἀθλοφόρων τοῖς δήμοις*, ἡ σὴ ἁγία ψυχή* τέρπεται, Μακάριε*, καὶ συναγάλλεται*· καὶ Ὁσίων τοῖς πλήθεσι*, χοροῖς Προφητῶν τε* καὶ Ἱεραρχῶν ὁμοῦ τοῖς θείοις τάγμασι*· κάτω δὲ τὸ πάνσεπτον σῶμα*, ὕμνοις καὶ ᾠδαῖς ἐπαξίως*, ὑφ' ἡμῶν τιμώμενον δοξάζεται.
Δέσποινα πρόσδεξαι*, τάς δεήσεις τῶν δούλων Σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου*, εἰς Σὲ ἀνατίθημι*, Μῆτερ τοῦ Θεοῦ*, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

  Ἱερεύς
Διεὐχῶν Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου