Παράκλησις Ἱερομ.
ΑΛΕΞΑΝΔΡΟΥ ἀρχιεπ. Ἱεροσολύμων.
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων
αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ’. Ὁ ὑψωθείς.
Καππαδοκίας τῆς κλεινῆς τόν προστάτην, δεῦτε φιλέορτοι
τά νῦν συνελθόντες, πνευματικοῖς τοῖς
ἄσμασιν ὑμνήσωμεν φαιδρῶς· Ἀλέξανδρον τόν
Μάρτυρα, ἅμα σεπτόν Ἀρχιθύτην, παρ’ αὐτοῦ αἰτούμενοι
ὀφλημάτων τήν λύσιν· τῶν
τιμῶντων τοῦτον εὐλαβῶς καί
τήν θερμήν αὐτοῦ
αἰτουμένων ἀντίληψιν.
Δόξα. Ἀπολυτίκιον.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Σιωνίτιδος θρόνου
Ἀρχιθύτην καί Μάρτυρα
καί τόν τῶν Γραμμάτων προστάτην,
θεοφόρον Ἀλέξανδρον, τιμήσωμεν ἐν ὕμνοις
οἱ πιστοί· αὐτός
γάρ τῆς Τριάδος
ἐραστής, ἀνεδείχθη ἀγῶσι πνευματικοῖς, διό καί ἐν
σταδίῳ ἐκομίσατο τά βραβεῖα· δόξα, οὗν, ἐκβοήσωμεν αὐτῷ, δόξα
τῷ ἀναδείξαντι, δόξα τῷ
ἐν Ἁγίοις θαυμαστῷ, Χριστῷ τῷ
Θεῷ ἡμῶν.
Καί νῦν. Θεοτοκίον. Ἦχος δ’.
Οὐ σιωπήσομέν
ποτε Θεοτόκε, τάς
δυναστείας Σου λαλεῖν
οἱ ἀνάξιοι· εἰμή γάρ
Σύ προΐστασο πρεσβεύουσα,
τίς ἡμᾶς ἐρρύσατο ἐκ
τοσούτων κινδύνων; Τίς δέ
διεφύλαξεν ἕως νῦν
ἐλευθέρους; Οὐκ ἀποστῶμεν,
Δέσποινα, ἐκ Σοῦ, Σούς γάρ
δούλους σώζεις ἀεί, ἐκ
παντοίων δεινῶν.
Ὁ Ν´
Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανόνας οὗ ἡ ἀκροστιχίς,
«ΑΛΕΞΑΝΔΡΟΝ ΣΙΩΝΙΤΗΝ ΑΝΥΜΝΩ. ΑΝΤΩΝΙΟΣ».
Ὠδή α’. Ἦχος πλ. δ’.
Ὁ Εἱρμός. Ὑγράν διοδεύσας.
Ἄνεσιν καί ὑγείαν
δίδου ἡμῖν, Ἀλέξανδρε μάκαρ, Ὀρθοδόξων ὁ βοηθός· τῇ
σκέπῃ γάρ τῶν
εὐχῶν Σου, πάντες προσφεύγωμεν
ἐν περιστάσεσι.
Λύτρωσιν δώρησαι
τῶν ψυχῶν, ἅμα καί σωμάτων, ὁ
Καισαρείας γόνος λαμπρός
καί Καππαδοκίας ὁ
προστάτης καί πάσης
πλάνης διώκτης, Ἀλέξανδρε.
Ἑλλάδος τῷ γόνῳ
καί τῆς Σίων τῷ
θείῳ ποιμένι νῦν προσπίπτομεν οἱ
πιστοί· αἰτούμενοι θείας βοηθείας
παρά Κυρίου, αὐτοῦ ταῖς
δεήσεσι.
Θεοτοκίον.
Ξενίζει ὁ τόκος
Σου, Μαριάμ, Ὅν ὁ Ἱεράρχης
διά βίου ἀκολουθῶν, τούς κατακλυσμῷ
τῆς ἁμαρτίας, Εὐαγγελίου
τῷ ἀγκίστρῳ ἀνήλκησεν.
Ὠδή γ’. Ὁ Εἱρμός. Οὐρανίας ἀψίδος.
Ἀξίωσον πάντας ἰδεῖν τοῦ Πνεύματος, Ὅσιε, ἐφ’ ἡμᾶς
ἐξ οὐρανῶν εὐλογίαν
καί τήν στερέωσιν, ἐν
τῇ ἀγάπῃ Χριστοῦ, ὑπέρ
ἡμῶν τοῦ παθόντος, Σαῖς θερμαῖς
δεήσεσι, θεῖοις τε
ἐντεύξεσι.
Νεύσει θείου ἐλέους καθικετεύομεν, Ἅγιε, πᾶσι αὐγασθῆναι
τοῖς πόθῳ Σοί καταφεύγουσι καί
τοῖς τιμῶσι τήν
Σήν μνήμην καί θείαν εἰκόνα·
καί λαβεῖν τήν
ἴασιν, ταῖς Σαῖς
δεήσεσι.
Δεῦρο, Πάτερ, τοῖς
πόθῳ ὑπό τήν
σκέπην Σου σπεύδοντας
καί γονυκλινῶς αἰτουμένους
τήν Σήν ἀντίληψιν· μή
ἐπιλάθου, φωστήρ Καππαδοκίας Σῶν
τέκνων καί τῆς Σιωνίτιδος μητρός, Ἀλέξανδρε.
Θεοτοκίον.
Ῥῦσαι πάντας, Παρθένε, τούς Σά θαυμάσια
ψάλλοντας· χαῖρε τῶν παρθένων
ἡ δόξα, ἡμῶν τό
στήριγμα· τῇ ἱκεσίᾳ, Σεμνῆ,
σεπτοῦ Πατρός Ἀλεξάνδρου, πάντας
περιφρούρησον, Βηλθεεμίτισσα.
Διάσωσον
τοῦ Ἱεράρχου πρεσβείαις Παντελεήμων, ὅτι πάντες
κατόπιν Σοῦ αὐτῷ
καταφεύγομεν, ὡς ἔχοντα τήν
πρός Σέ παρρησίαν.
Ἐπίβλεψον
ἐπικαμπτόμενος Θεοτόκου καί
Ἀλεξάνδρου ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς
ἀσθενεῖς καί λύτρωσαι
τόν λαόν Σου.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β’. Τά ἄνω ζητῶν.
Ἀλεξάνδρου
τῇ πρεσβείᾳ νῦν
προσπίπτωμεν, οἱ ἐν πόνοις
ψυχῆς καί θλίψεσι
ὑπάρχοντες καί δι’ αὐτοῦ
αἰτούμεθα τό τοῦ
Κυρίου ἄμετρον ἔλεος καί
τήν ταχεῖαν Τούτου
συνδρομήν καί τήν
βεβαίαν Αὐτοῦ ἀντίληψιν.
Ὠδή δ’. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.
Ὀρθοδόξων προστάτην, Καππαδοκίας γόνον τόν
ἐνδοξώτατον, ἀνυμνήσωμεν
θεόφρονες, τόν οὐρανοβάμονα Ἀλέξανδρον.
Ναοῦ τοῦ θείου
Κυρίου πιστός θεράπων
Ἀλέξανδρος, οὗ τῇ εἰκόνι
νῦν προσπίπτοντες, ταύτην μετά
πόθου ἀσπαζόμεθα.
Σῶσαι, Πάτερ,
τούς τῇ θείᾳ τά
νῦν μνήμῃ Σου σπεύδοντας καί
δυνάμει τῇ τοῦ
Πνεύματος, ῥῦσαι ἐνεργειῶν τῶν
τοῦ ἀλάστορος.
Θεοτοκίον.
Ἴδε, Κόρη, τούς
δούλους Σου καί
τῇ μητρικῇ Σου
ἀγκάλῃ ἄνοιξον, τήν βεβαίαν Σου παρέχουσα καί
ἀναγκαῖαν ἡμῖν ἀντίληψιν.
Ὠδή ε’. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς.
Ὦ τῆς πρός ἡμᾶς τοῖς προσπίπτουσι
Σῇ χάριτι, ἐπομβρίας
τοῦ οὐρανίου ἱλασμοῦ, τοῖς
ἱκέταις Σου, Ἀλέξανδρε θεόληπτε.
Νίκην ἐκ Θεοῦ ταῖς
εὐχαῖς Σου ἡμῖν
δώρησαι, τοῦ Βελίαρ καταργῶν
τάς προσβολάς, ὡς τοῦ
Κυρίου ἀρχιθύτης, Πάτερ Ἅγιε.
Ἴασαι ἡμῶν τάς
πληγάς θείαις πρεσβείαις Σου,
τοῖς προστρέχουσι Σῇ σκέπῃ
τῇ σεπτῇ καί
ἀντιλήψει Σου τῇ θείᾳ, Πάτερ Ὅσιε.
Θεοτοκίον.
Τήν ὑπέρ ἡμῶν
μεσιτείαν Σου αἰτούμεθα, ἐπικάμψει Ἀλεξάνδρου
ταῖς λιταῖς, πρός τόν
Κύριον Ὅν ἔτεκες, Πανύμνητε.
Ὠδή στ’. Ὁ Εἱρμός. Τήν
δέησιν.
Ἦρθη ἀφ’
ἡμῶν τῆς
ψυχῆς πᾶσα σκοτόμαινα, τῇ πρεσβείᾳ
τοῦ σεμνοῦ Ἀρχιθύτου· τοῦ τῶν πιστῶν ἱλαροῦ ποδηγέτου· τῶν ἐν
ἀνάγκαις προθύμου ἀντιλήπτορος·
τῶν προσπιπτόντων ἐπ’ αὐτῷ
καί ἐκζητούντων αὐτοῦ
τήν βοήθειαν.
Νενίκηται ἡ ἐν
ἡμῖν ἐσχάτη ἔκπτωσις, τοῦ Κυρίου
σεπτέ Ἱεράρχα· ὡς
εἰληφός γάρ πλουσίαν τήν
χάριν, τοῦ θεραπεύειν τά
πάθη καί τραύματα
καί τάς ὀδύνας
τῆς ψυχῆς, ἡμῶν διώκεις
τήν σκοτόμαιναν, Ἔνδοξε.
Ἆρον τόν κλοιόν
πειρασμῶν, πάτερ Ἀλέξανδρε,
Σαῖς ἐμπύροις πρός
τόν Κύριον πρεσβείαις·
θαυματουργεῖν γάρ ἐκομίσω
τήν χάριν καί δωρεάν τήν
τοῦ Πνεύματος, Ὅσιε· διό ὡς προστάτης
ἀληθῶς, Καππαδοκίας ἁπάσης
τεμίμησαι.
Θεοτοκίον.
Ναῷ Σου θείῳ
προσφεύγομεν, Κόρη, καί μετά πίστεως
οἱ δούλοι Σου
βοῶμεν· Χριστόν δυσώπει Σοῦ δεόμεθα, Μῆτερ, τοῦ ἐλεῆσαι
ἡμᾶς τούς προστρέχοντας, ὑπό τήν
σκέπην τήν σεπτήν
Σοῦ τῆς Μητρός
Του, Μαρία Θεόνυμφε.
Διάσωσον
τοῦ Ἱεράρχου πρεσβείαις Παντελεήμων, ὅτι πάντες
κατόπιν Σοῦ αὐτῷ
καταφεύγομεν, ὡς ἔχοντα τήν
πρός Σέ παρρησίαν.
Ἐπίβλεψον ἐπικαμπτόμενος Θεοτόκου
καί Ἀλεξάνδρου ταῖς λιταῖς
Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς
καί λύτρωσαι τόν
λαόν Σου.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β’. Προστασία
τῶν Χριστιανῶν.
Μεσιτείᾳ τῆς Μητρός
Σου, Πολυέλεε, ἱκεσίαις
Ἀλεξάνδρου καί δεήσεσι, τῷ
Σῷ λαῷ ἐπίβλεψον
καί σῶσον ἡμᾶς· ἡμάρτομέν Σοι, Ἀγαθέ, καί παροργίζομεν
ἀεί, τήν Σήν ἀγαθότητα· δέχου τήν
μεσιτείαν τῆς ἀχράντου
Μητρός Σου, ἐπικαμπτόμενος,
Σωτήρ, Αὐτῆς ταῖς δεήσεσι.
Καί εὐθύς τό Προκείμενον.
Τίμιος
ἐναντίον Κυρίου ὁ
θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στίχ. Μακάριος ἀνήρ
ὁ φοβούμενος τόν Κύριον.
Ὁ Ἱερεύς:
κατά
Ματθαῖον ἁγίου Εὐαγγελίου.
Εἶπεν ὁ Κύριος
τοῖς ἑαυτοῦ μαθηταῖς. Πάντα μοι
παρεδόθη ὑπό τοῦ
Πατρός μου καί
οὐδείς ἐπιγινώσκει τόν
Υἱόν, εἰμή ὁ Πατήρ. Οὐδέ
τόν Πατέρα τις
ἐπιγινώσκει, εἰμή ὁ Υἱός
καί ὧ ἐάν
βούληται ὁ Υἱός
ἀποκαλύψαι. Δεῦτε πρός με
πάντες οἱ κοπιῶντες
καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω
ὑμᾶς. Ἄρατε τόν ζυγόν
μου ἐφ ὑμᾶς
καί μάθετε ἀπ’ ἐμοῦ,
ὅτι πρᾶος εἰμί
καί ταπεινός τῇ καρδίᾳ,
εὑρήσετε ἀνάπαυσιν ταῖς
ψυχαῖς ὑμῶν. Ὁ γάρ
ζυγός μου χρηστός
καί τό φορτίον
μου ἐλαφρόν ἐστι.
Δόξα.
Ταῖς τοῦ
Ἱεράρχου πρεσβείαις, λιταῖς τε,
Ἐλεῆμον, ἐξάλειψον τά πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς
Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά
πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.
Στίχ.Ἐλέησόν
με ὁ Θεός…….
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Δεῦτε τόν Ἀλέξανδρον, τόν τῆς
Σιών Ἀρχιθύτην, ἐν
ὕμνοις τιμήσωμεν, οἱ αὐτῷ προσπίπτοντες μετά
πίστεως. Τῷ Θεῶ
οὗτος γάρ, ὑπέρ λαοῦ
ἅπαντος, μετά ζέσεως προσδέεται, ἐπικαλούμενος ἐφ’ ἡμᾶς
Κυρίου τό ἔλεος·
καί Τούτου τήν
σωτήριον ἐπί τοῖς
δεομένοις βοήθειαν· χαῖρε βοῶντες, δοχεῖον τοῦ
Κυρίου ἐκλεκτόν καί
τῆς Αὐτοῦ παρατάξεως
Μάρτυς τιμιώτατε.
Ὑπό τοῦ Ἱερέως
ἡ λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ χορός:
Ἀμήν.
Καί ἀποπληροῦμεν τάς λοιπάς ὠδάς τοῦ Κανόνος.
Ὠδή ζ’. Οἱ
ἐκ τῆς Ἰουδαίας.
Ὕμνος ἡ
Σή ἐφάνη βιοτή Κυρίῳ
τῷ Θεῷ Σου,
διό Ἀλέξανδρε, Σιών πέλεις τό κλέος, ἧ
καί ψάλλει κραυγάζουσα·
ὁ Πατέρων ἡμῶν
Θεός εὐλογητός εἶ.
Μέγιστα ἠργάσω
ἐν μέσῳ τοῦ σταδίου ἀγωνισάμενος, πάτερ Ἀλέξανδρε, ὅτε τοῖς
θηρίοις ἐπερρίφθης καί
ἐκραύγαζες· ὁ Πατέρων
ἡμῶν Θεός εὐλογητός
εἶ.
Δόξα.
Νόσων καί κινδύνων ἰατρός ἐδόθης, Πάτερ, τῷ
κόσμῳ, διό τά πάθη θεράπευσον,
πληγάς τε ἀοράτους
ἡμῶν, τῶν πίστει βοώντων Σύ· ὁ
Πατέρων ἡμῶν Θεός
εὐλογητός εἶ.
Καί
νῦν. Θεοτοκίον.
Ὦ Μῆτερ Θεοτόκε, ἐπαίρουσα μή
παύῃς χεῖρας Υἱῷ
Σου καί Θεῷ·
ἀνάψυξον, Παρθένε, ψυχάς
πεπυρωμένας, τῶν μετά πόθου
ψαλλόντων Σοι· χαῖρε οὐράνιε
λιμήν, πάντων τῶν
σωζομένων.
Ὠδή η’. Τόν
Βασιλέα τῶν οὐρανῶν.
Ἁγίων, Πάτερ, ἐμιμήσω τόν
βίον, διό χαρίτων πλησθείς πολλῶν παρά Κυρίου,
προστάτης πάντων ἡμῶν
καί ἔφορος νῦν πέλεις.
Δόξα.
Ναός καί Κάρα τοῦ θείου Ἀλεξάνδρου, ἱατρεῖον ἱερόν πρόκεινται τοῖς πᾶσι, τοῖς τιμῶσι αὐτοῦ τήν θειωτάτην μνήμην.
Καί
νῦν. Θεοτοκίον.
Τήν τῆς ψυχῆς
μου δεινήν ἀορασίαν,
φωταγώγησον Σύ, φωτός ἀκτίστου
Μῆτερ, τοῦ δεομένου τυχεῖν
τοῦ Σοῦ ἐλέους.
Αἰνοῦμεν, εὐλογοῦμεν καί
προσκυνοῦμεν τόν Κύριον.
Ὠδήν πληροῦντες
τοῦ θείου Ἀλεξάνδρου,
ἐλπίζομεν τυχεῖν αὐτοῦ
σεπταῖς πρεσβείαις, ἐν μετανοίᾳ
τοῦ μακαρίου τέλους.
Ὠδή θ’. Κυρίως Θεοτόκον.
Νικῆσαι διαβόλου,
δόκανα καί παγίδας, τῇ Σῇ
πρεσβείᾳ αἰτούμεθα, Ἀλέξανδρε· οἱ
σπεύδοντες ἐπί τήν
Σῆν σκέπην τήν
θείαν, Μαρτύρων ὁμόσκηνε.
Ἴδε μου
τήν πτωχείαν, τοῦ ταῦτα
στιχουργοῦντος καί Σαῖς
πρεσβείαις πρός Κύριον, Ἅγιε,
πλούτισον τήν ἐμῆν
ψυχήν, τῶν δωρεῶν καί
χαρίτων τοῦ Πνεύματος.
Δόξα.
Ὁδόν τῆς
μετανοίας ἀξίωσον βαδῖσαι
καί τό χειρόγραφον, μάκαρ, διάρρηξον τῆς
ἁμαρτίας, τοῦ τήν Σήν
ἁγίαν μνήμην τοῖς πᾶσι
κηρύττοντος.
Καί
νῦν. Θεοτοκίον.
Σωτῆραν ἡ
τεκοῦσα, Παρθένε Θεοτόκε,
σύν Ἀλεξάνδρῳ Κυρίῳ
πρεσβεύσατε, ἵνα δωρήσῃ πᾶσιν
ὡς Θεός, ἁμαρτημάτων τήν
λύσιν καί ἄφεσιν.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Δεῦτε νῦν
τιμήσωμεν οἱ πιστοί,
Ἀλέξανδρον θεῖον, τόν τῆς Πίστεως
ὁδηγόν, τόν ἐν τῷ σταδίῳ Κύριον τόν
Σωτῆρα κηρύξαντα ἐν
μέσῳ, Θεόν σαρκούμενον.
Χαίροις
Πάτερ ἅγιε θαυμαστέ, μύστα τῆς
Παιδείας, τῶν Γραμμάτων προνοητά·
χαίροις Καισαρείας ὁ
γόνος τε καί
Μάρτυς καί Ἱεροσολύμων
ποιμήν ὁ ἔνδοξος.
Ἐν
Ἀλεξανδρείᾳ ὁ τῆς
Σχολῆς τάς τρίβους
ἰθύνας πρός τῆς
Πίστεως τάς πηγάς, ὁδήγησον, μάκαρ, καί τήν
ἡμῶν παιδείαν, πρός πόαν
Παρακλήτου, θεῖε Ἀλέξανδρε.
Μαρτυρίου
αἵματι τήν στολήν
ψυχῆς πορφυρώσας, νῦν χορεύεις ἐν
οὐρανοῖς, μετά τῶν Ἁγίων
Μαρτύρων Ἱεράρχα, ὅθεν ἡμῖν
ἐκεῖθεν πίστιν ἐπόμβρισον.
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ
δωδεκάς, οἱ Ἅγιοι Πάντες
μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν
εἰς τό σωθῆναι
ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἀπολυτίκιον. Ἦχος
α’. Τῆς ἐρήμου πολίτης.
Σιωνίτιδος θρόνου
Ἀρχιθύτην καί Μάρτυρα
καί τόν τῶν Γραμμάτων προστάτην,
θεοφόρον Ἀλέξανδρον, τιμήσωμεν ἐν ὕμνοις
οἱ πιστοί· αὐτός
γάρ τῆς Τριάδος
ἐραστής, ἀνεδείχθη ἀγῶσι πνευματικοῖς, διό καί ἐν
σταδίῳ ἐκομίσατο τά βραβεῖα· δόξα, οὗν, ἐκβοήσωμεν αὐτῷ, δόξα
τῷ ἀναδείξαντι, δόξα τῷ
ἐν Ἁγίοις θαυμαστῷ, Χριστῷ τῷ
Θεῷ ἡμῶν.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν
Ἦχος β’. Ὅτε ἐκ τοῦ
ξύλου.
Δεῦτε τόν Ἀλέξανδρον
πιστοί, Ἱερομαρτύρων τό κλέος, πάντες
τιμήσωμεν, ὁμοῦ Ναρκίσσῳ καί
Κλήμεντι, αὐτοῖς μελωδοῦντες·
χαίρετε τρισόλβιοι Τριάδος
πρόμαχοι, Πατέρες, Ἐκκλησίας
φωστῆρες καί ἡμῶν προστάται
ἐν ἀνάγκαις, πάντων τε Ὀρθοδόξων
οἱ ἀμύντορες.
Τήν πᾶσαν ἐλπίδα
μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ
Θεοῦ, φύλαξόν με ὑπό
τήν σκέπην Σου.
Ὁ Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου