Τρίτη 1 Νοεμβρίου 2016

Παράκλησις ὁσ. ΣΙΣΩΗ τοῦ Μεγάλου.



Παράκλησις ὁσ. ΣΙΣΩΗ τοῦ Μεγάλου.
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.  
Εἶτα  τά  παρόντα  Τροπάρια.
Ἦχος δ’.    ὑψωθείς.
       Τόν  τῆς  Αἰγύπτου  τῆς κλεινῆς  τόν  προστάτην, δεῦτε  φιλέορτοι  τά  νῦν  συνελθόντες, πνευματικοῖς  τοῖς  ἄσμασιν  ὑμνήσωμεν  φαιδρῶς· Σισώην  τόν  πανθαύμαστον, τῆς  ἐρήμου  τό  κάλλος, παρ’ αὐτοῦ  αἰτούμενοι  ὀφλημάτων  τήν  λύσιν· τῶν  τιμῶντων  τοῦτον  εὐλαβῶς καί  τήν  θερμήν  του  αἰτουμένων  ἀντίληψιν.
Δόξα.  Ἀπολυτίκιον.
Ἦχος  πλ. α’. Τόν  συνάναρχον  Λόγον.
(Ποίημα  Μοναχοῦ  Γερασίμου  Μικραγιαννανίτου)
       κ  παιδός  γεωργήσας  ζωήν  τήν  κρείττονα, τῶν  κατ’ αὐτῆς  ἐνεπλήσθης  θεουργικῶν  ἀγαθῶν, τῶν  Ἀγγέλων  μιμητά, Σισώη  Ὅσιε· ὅθεν  ὡς  ἥλιος  λαμπρός, ἀπαυγάζεις  τηλαυγῶς, ἐν  ὥρᾳ  τῆς  Σῆς  ἐξόδου· δηλοποιῶν  τήν  Σήν  δόξαν  καί  καταλάμπων  τάς  ψυχάς  ἡμῶν.
Καί  νῦν.  Θεοτοκίον. Ἦχος δ’.
        Ο  σιωπήσομέν  ποτε  Θεοτόκε,  τάς  δυναστείας  Σου  λαλεῖν  οἱ  ἀνάξιοι· εἰμή  γάρ  Σύ  προΐστασο πρεσβεύουσα, τίς  ἡμᾶς ἐρρύσατο  ἐκ  τοσούτων  κινδύνων; Τίς  δέ  διεφύλαξεν  ἕως  νῦν  ἐλευθέρους; Οὐκ  ἀποστῶμεν, Δέσποινα, ἐκ  Σοῦ, Σούς  γάρ  δούλους  σώζεις  ἀεί, ἐκ  παντοίων  δεινῶν.
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
      
Κανόνα, οὗ    ἀκροστιχίς, «ΣΙΣΩΗΣ ΥΜΝΗΣΘΩ  Ο  ΤΗΣ  ΑΙΓΥΠΤΟΥ. ΑΝΤΩΝΙΟΥ».

Ὠδή α’. Ἦχος  πλ.  δ’. Ὁ  Εἱρμός. Ὑγράν  διοδεύσας.
       Σισώη  συγχωρεύων  ἐν  οὐρανοῖς, Ἀγγέλων  χορείαις, καθικέτευε  ἐκτενῶς,  ἁμαρτημάτων   διδόναι  τήν λύσιν  καί  πειρασμῶν  τοῦ  Βελίαρ  ἀπάλλαξον.
       λύος  με  κάθαρον  τῆς  ψυχῆς, Σισώη  Πατέρων  τῆς  ἐρήμου  Καθηγητά,  καί  πάσης  μανίας  τοῦ  Βελίαρ, ῥῦσαι  με, Πάτερ,  θερμῇ  τῇ  πρεσβείᾳ  Σου.
        Σωθῆναι ποθούντας  πάντας  ἡμᾶς,  τῶν  τοῦ  ἀλλοτρίου  ἐπιθέσεων  πονηρῶν, ταῖς  Σαῖς  θεοδέκτοις  πρεσβείαις, ταῖς  πρός  Χριστόν  τόν  Θεόν  ἐξαιτούμεθα.
Θεοτοκίον.
ράϊσμα  πάνσεπτον  καί  τιμή  Αἰγύπτου  τυγχάνων, Ὅσιε  Πάτερ  ἡμῶν  σεπτέ,  θεσπέσιε  λειμών  θείας  ἀγάπης, τῇ  Θεομήτορι  τάς  χείρας  Σου  ἔκτεινον.

Ὠδή  γ’. Ὁ  Εἱρμός. Οὐρανίας  ἀψίδος.
        μαρτηκότων, ὦ  Πάτερ,  τοῦ  Κυρίου  ἐνώπιον,  αἰτούμεθα  ἐλέους  πρεσβείαις  ταῖς  Σαῖς  δεόμενοι·  μή  παύεις  Τούτῳ  θερμῶς  ὑπέρ  ἡμῶν  εὐμενίζειν, ὅπως  λυτρωθείημεν  δεινῆς  κολάσεως.
        Στεφηφόρος  ἀνῆλθες  εἰς  οὐρανούς, Ὅσιε,  Σισώη  ἀσκητῶν  ὑποφήτα, θεοειδέστατε· διό  νῦν  πρέσβευε, καθικετεύων  Κυρίῳ,  βελῶν  τῶν  τοῦ  ἀλάστορος  ἡμᾶς  λυτρώσασθαι.
        δωρ  βλῦσον  μοι, Πάτερ,  ἐξ’  οὐρανοῦ  τῇ  πρεσβείᾳ  Σου, ὅπως  κατασβέση τήν  φλόγαν  ἧν  κατακαίει  με, τῆς  ἁμαρτίας  δεινῶς  καί  τῆς  ἐπερχομένης  πυρί  καταδίκης  μου  φρικτῆς  προγεύσεως.
Θεοτοκίον.
       Μολυνθείς  ἁμαρτίαις  καί  ῥυπαρός  εὑρισκόμενος, ὡς  τό  κατ’ εἰκόνα  μολύνας  πολυειδέστατα, σπεύδω  τῇ  θείᾳ  Σου  πρός  Σόν  Υἱόν  μεσιτείᾳ, ὅπως  καθαρθήσομαι  κἀγώ    πολύκλαυστος.
Διάσωσον ταῖς  τοῦ  Ὁσίου  πρεσβείαις Παντελεήμων, ὅτι  πάντες  κατόπιν  Σοῦ  αὐτῷ  καταφεύγομεν, ὡς  ἔχοντα  τήν  πρός  Σέ  παρρησίαν.
       πίβλεψον  ἐπικαμπτόμενος  Θεοτόκου  καί   τοῦ  Ὁσίου ταῖς  λιταῖς  Οἰκτῆρμον, ἐφ’ ἡμᾶς  τούς  ἀσθενεῖς  καί  λύτρωσαι  τόν  λαόν  Σου.

Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β’. Τά  ἄνω  ζητῶν.
       Σισώη  τῇ  πρεσβείᾳ  νῦν  προσπίπτωμεν, οἱ  ἐν  πόνοις  ψυχῆς  καί  θλίψεσι  ὑπάρχοντες  καί  δι’ αὐτοῦ  αἰτούμεθα   τό  τοῦ  Κυρίου ἄμετρον  ἔλεος  καί  τήν  ταχεῖαν  Τούτου  συνδρομήν  καί  τήν  βεβαίαν  Αὐτοῦ  ἀντίληψιν.
Ὠδή δ’. Ὁ  Εἱρμός. Εἰσακήκοα  Κύριε.
        μᾶς  πάντες, Σισώη, τούς  τῇ  σκέπῃ  Σου  νῦν σπεύδοντας, οὐρανίου  χαρᾶς  κέρασον, ὡς  Παραδείσου  πολίτης  γενόμενος.
        Συμπαθῶς  ἐπικλώμενος, τῇ  αἰτήσι  τῶν  πιστῶς  δεομένων  Σοι, Σισώη  Πάτερ, δίδου  ἅπασι, χαράν  τήν  θείαν  καί  ἀναφαίρετον.
        Θεραπείας ἀξίωσον,  τόν  συντετριμμένον, Πάτερ, ἱκέτην  Σου,  καί  εὐχαῖς  Σου  ἐπανάφερων  εἰς  τοῦ  κάλλους  τοῦ  ἀρχαίου  τήν  τερπνότητα. 
Θεοτοκίον.
       ραΐσας  τῷ  τόκῳ  Σου, γένος  τῶν  ἀνθρώπων, Μῆτερ  Ἀπείρανδρε, Παραδείσου  τήν  κατοίκησιν, τῇ  Σῇ  μεσιτείᾳ  ἡμᾶς  ἀξίωσον.

Ὠδή ε’. Ὁ Εἱρμός. Φώτισον  ἡμᾶς.
        ντως  μανικῶς  τόν  Σόν  Κύριον  ἠγάπησας, ὥσπερ  γνήσιος  ἐραστής  μανικός,  διό  ἐν  ἐρήμῳ  τήν  Σήν νεότητα  ἠνάλωσας.
        Τεῖχος ἀῤῥαγές τῶν τιμώντων  Σε, Ἀξιάγαστε,  ἐποφθείς, Αἰγύπτου  γόνος    λαμπρός,  καί  ἀρετῶν  θεοειδῶν  θεῖον  ἐκσφράγισμα.
        μῶν  τῶν  εὐσεβῶς  γεραιρόντων  τήν  ἀοίδημον  καί  σεπτήν  Σου  μνήμην, Πάτερ  ἀγαθέ, μή  ἐπιλάθου Σαῖς  πρός  Κύριον  δεήσεσι.
Θεοτοκίον.
       Σύ  Μήτηρ  Θεοῦ  ἀνεδείχθης, θεία  Δέσποινα, διό  πάντων  ἡμῶν  πέλεις  ὁδηγός  καί  μεσήτρια  πρός  Κύριον  καί  πρόμαχος.
Ὠδή  στ’. Ὁ  Εἱρμός. Τήν  δέησιν.
        λέξανδρον  ἐν  τῷ  τάφῳ  ὡς  εἶδες, ἐφιλοσόφησας  ἐπί  τοῦ  τῆς  ζωῆς  προσκαίρου,  διό  Σισώη  μεγάλως  ἀνακράζεις, ἁμαρτωλός  ἐστιν  οὗτος    δίκαιος,  στρατιώτης    μήπως  βασιλεύς, πάμπτωχος  πένης    κάποτε  πλούσιος.
        άτρευσον  τά  τῆς  ψυχῆς  μου  τραύματα, ταῖς  Σαῖς  λιταῖς Σισώη  πρός  τόν  Λόγον· καί  ἐκ  παθῶν  καί  μολυσμάτων  ἰλύος  καί  βδελυρῶν  με ἀπάλλαξον  πράξεων·  καί   δυσωδείας  τῆς  ἐμῆς  καί  Παρακλήτου  εὐωδίαν  παράσχου  μοι.
        Γηθόμενοι  Σοί  τά  νῦν προστρέχομεν, ὡς  ἐν  πηγῇ  θεοπειθῶν  αἰτημάτων,  καί  Σύ  δεόμεθα, Πάτερ, μή  παύης, ὑπέρ  ἡμῶν  ἱκετεύειν  τόν  Κτίσαντα· ἵνα  ἐπομβρίση  γλυκασμόν  καί  ἀθανάτου  ζωῆς  θεῖα  νάματα.
Θεοτοκίον.
        μνοῦμεν  Σε  καί  εὐλογοῦμεν, Δέσποινα, καί  αἰτούμεθα  λιτάς  Σου  τάς  ἁγίας·  ἵνα  παθῶν  καί  κινδύνων  ῥυσθῶμεν  καί  πρός  τήν  ἄνω  ζωήν  καταντήσωμεν· ἔνθα  χαρά  ἀληθινή, ἐν  τῷ  φωτί  τοῦ  Υἱοῦ  Σου  τό  ἀνέσπερον.
       Διάσωσον ταῖς  τοῦ Ὁσίου  πρεσβείαις Παντελεήμων, ὅτι  πάντες  κατόπιν  Σοῦ  αὐτῷ  καταφεύγομεν, ὡς  ἔχοντα  τήν  πρός  Σέ  παρρησίαν.
       πίβλεψον  ἐπικαμπτόμενος  Θεοτόκου  καί  τοῦ Ὁσίου  ταῖς  λιταῖς  Οἰκτῆρμον, ἐφ’ ἡμᾶς  τούς  ἀσθενεῖς  καί  λύτρωσαι  τόν  λαόν  Σου.

Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β’. Προστασία  τῶν  Χριστιανῶν.
       Μεσιτείᾳ τῆς Μητρός  Σου, Πολυέλεε, ἱκεσίαις  τοῦ  Ὁσίου καί  δεήσεσι, τῷ  Σῷ  λαῷ  ἐπίβλεψον  καί  σῶσον  ἡμᾶς· ἡμάρτομέν  Σοι, Ἀγαθέ, καί  παροργίζομεν  ἀεί, τήν  Σήν  ἀγαθότητα· δέχου  τήν  μεσιτείαν  τῆς  ἀχράντου  Μητρός  Σου, ἐπικαμπτόμενος, Σωτήρ, Αὐτῆς  ταῖς  δεήσεσι.
Καί  εὐθύς  τό Προκείμενον.
        Τίμιος  ἐναντίον  Κυρίου    θάνατος  τοῦ  Ὁσίου  Αὐτοῦ.
       Στίχ. Μακάριος  ἀνήρ    φοβούμενος  τόν  Κύριον.

  Ἱερεύς:
Κατά  Ματθαῖον  ἁγίου  Εὐαγγελίου, τό  ἀνάγνωσμα.
Εἶπεν    Κύριος  τοῖς  ἑαυτοῦ  μαθηταῖς. Πάντα  μοι  παρεδόθη  ὑπό  τοῦ  Πατρός  μου  καί  οὐδείς  ἐπιγινώσκει  τόν  Υἱόν, εἰμή    Πατήρ. Οὐδέ  τόν  Πατέρα  τις  ἐπιγινώσκει, εἰμή    Υἱός  καί    ἐάν  βούληται    Υἱός  ἀποκαλύψαι. Δεῦτε  πρός  με  πάντες  οἱ  κοπιῶντες  καί  πεφορτισμένοι, κἀγώ  ἀναπαύσω  ὑμᾶς. Ἄρατε  τόν  ζυγόν  μου  ἐφ  ὑμᾶς  καί  μάθετε  ἀπ’ ἐμοῦ,  ὅτι  πρᾶος  εἰμί  καί  ταπεινός τῇ  καρδίᾳ,  εὑρήσετε  ἀνάπαυσιν  ταῖς  ψυχαῖς  ὑμῶν. Ὁ  γάρ  ζυγός  μου  χρηστός  καί  τό  φορτίον  μου  ἐλαφρόν  ἐστι.
Εἶτα  ψάλλομεν. Ἦχος β’.
Δόξα.
       Σισώη  ταῖς  πρεσβείαις, λιταῖς  τε, Ἐλεῆμον, ἐξάλειψον  τά  πλήθη  τῶν  ἐμῶν  ἐγκλημάτων.
Καί  νῦν.
       Ταῖς  τῆς  Θεοτόκου  πρεσβείαις,  Ἐλεῆμον, ἐξάλειψον  τά  πλήθη  τῶν  ἐμῶν  ἐγκλημάτων.

       Στίχ. λέησόν  με    Θεός……
Ἦχος  πλ. β’. Ὅλην  ἀποθέμενοι.
       Δεῦτε   τόν  Σισώην  νῦν, τόν  τῆς  ἐρήμου  πολίτην,  ἐν  ὕμνοις  τιμήσωμεν, οἱ  αὐτῷ προσπίπτοντες  μετά  πίστεως.  Τῷ  Θεῶ  οὗτος  γάρ, ὑπέρ  λαοῦ  ἅπαντος, μετά  ζέσεως  προσδέεται, ἐπικαλούμενος  ἐφ’ ἡμᾶς  Κυρίου  τό  ἔλεος·  καί  Τούτου  τήν  σωτήριον  ἐπί  τοῖς  δεομένοις  βοήθειαν· χαῖρε  βοῶντες, δοχεῖον  τοῦ  Κυρίου  ἐκλεκτόν  καί  τῆς  Αὐτοῦ  παρατάξεως  στρατιῶτα  τίμιε.
 Ὑπό  τοῦ  Ἱερέως    λιτανευτική  ἱκεσία:
Σῶσον    Θεός  τόν  λαόν  Σου…….
λέει  καί  οἰκτιρμοῖς…….
  χορός:
μήν.

Ὠδή ζ’. Ὁ  Εἱρμός. Οἱ  ἐκ  τῆς  Ἰουδαίας.
        Περίσωζε  τούς  πίστει  προσπίπτοντας  Σισώη τῇ  Σῇ  πρεσβείᾳ  καί  χάριτι, Ὅσιε· Χριστῶ  γάρ  βασιλεύεις, ἐν  δόξῃ  Παραδείσου, διό  ἀνακράζωμεν· ὁ τῶν  Πατέρων  ἡμῶν  Θεός  εὐλογητός  εἶ.
        Τήν  δέησιν  μου  δέχου, ὥσπερ  θυσίαν, Πάτερ, καί  ὡς  εὐῶδες  τερπνόν  τε  θυμίαμα·  παθῶν  δέ  ἀκαθάρτων  μάκρυνον  δυσωδίαν  ἀπό  τοῦ  δούλου  Σου  ψάλλοντος· ὁ  τῶν  Πατέρων  ἡμῶν  Θεός  εὐλογητός  εἶ.
          Κύριος  τῶν  πάντων, ἐδέχθη  μαρτυρίου  τήν  πρόθεσιν  Σισώη  τῆς  ψυχῆς· Πατρός τοῦ  παμμεγίστου  ἐν  ἀσκηταῖς  Πατρᾶσι, διό  ἐκβοῶμεν  Αὐτῶ· ὁ  τῶν  Πατέρων  ἡμῶν  Θεός  εὐλογητός  εἶ. 
Θεοτοκίον.
        μνον  Σοί  Θεοτόκε, ναέ  τοῦ  Ζωοδότου, προσφέρομεν  ἐντόνως  κραυγάζοντες· πύλην  τῆς  μετανοίας  ὑπάνοιξον, Παρθένε, τοῖς  βοῶσι  τῶ  τόκῳ  Σου· ὁ  τῶν  Πατέρων  ἡμῶν  Θεός  εὐλογητός  εἶ. 

Ὠδή η’. Ὁ  Εἱρμός. Τόν  Βασιλέα  τῶν  οὐρανῶν.
        νανεοῦμαι, καθορῶν  Σούς  ἀγῶνας, θεῖε  Σισώη, ὑπέμεινας  γάρ  θλίψεις  ἐν  τῆ  ἐρήμῳ, διά  Χριστόν  τόν  Κτίστην.
        Νίκας, ὦ  Πάτερ, τοῖς  Σέ  τιμῶσι  ἐκ  πόθου, χορήγει  Σαῖς  πρεσβείαις  πρός  τόν  Λόγον, Ὅν  ὑπερυψοῦμεν  εἰς  πάντας  τούς  αἰῶνας.
Θεοτοκίον.
       Τιμιωτέρα  τῶν  Χερουβείμ  ὑπάρχεις  καί  ἐνδοξωτέρα  τῶν  Σεραφείμ, Μαρία, ὡς  τοῦ  Κυρίου  Θεοῦ  ἡμῶν  Μητέρα.

Ὠδή θ’. Ὁ  Εἱρμός. Κυρίως  Θεοτόκον.
        ράϊσμα  ἐρήμου καί  ἄνθος  ἐρημίας, δι’ ἐγκρατείας  ἐφάνης, μακάριε, Σισώη  πάτερ  ἀγαθέ,  καί  μοναζόντων  τύπος  καί  ὑπόδειγμα.
        Ναός  τοῦ  Παρακλήτου, δι’ ἀσκήσεως  ἐγένου,  καί  ἀρετῶν  καταγώγιον, Ὅσιε,  ὡς  Ἀντωνίου  μιμητής  καί  Παχωμίου  τοῦ  θείου  συνέκδημος.
        σχύει  Παρακλήτου Σισώη  ἐγεγόνεις, πειραζομένων  ἀλείπτης  καί  μέγας  φωστήρ, τῶν  ἐν  Αἰγύπτῳ  Πατέρων, διό  τιμῶμεν  Σε.
        μότροπος  Ὁσίων  πέλεις,  Σισώη  Πάτερ,  καί  ἀσκητῶν  συνοδίτης, Χριστοῦ  μιμητής, καί  μοναζόντων  κοσμήτωρ  καί  ἐγκαλλώπισμα.
Θεοτοκίον.
        μνοῦμεν, Θεοτόκε,  τό  κάλλος  τῆς  Σῆς  δόξης  καί  τόν ἐκ  Σοῦ  γεννηθέντα  δοξάζομεν  καί  σύν  Ἁγίων  χορείαις  Σέ  μεγαλύνομεν.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
       Σισώην  τόν  μέγαν  ἐν  ἀσκηταῖς, γόνον  τῆς  Αἰγύπτου  καί  ἐρήμου  ἄνθος  τερπνόν, τιμήσωμεν  πάντες  ἐν  ὕμνοις  εὐλογοῦντες,  αὐτοῦ  τήν  θείαν  μνήμην  καί  πανυπέρτιμον.
       ς  εἶδεν  Ἀλεξάνδρου  τύμβον, σορόν  ὀστῶν  γεγυμνωμένων  πάσης  δόξης  τε  καί  τιμῆς, «τά  πάντα  ματαιότης», Σισώης  ἀνεβόα, «πλούσιος  ἔστιν  οὕτος    πένης  πάμπτωχος»;
       ν τάφῳ κατακείμενον θεωρῶν, Ἀλέξανδρον τόν  Μέγαν,  τόν  τοῦ  κόσμου  κατακτητήν,  θανάτου  μυστήριον ἐν  λύπῃ κατανοῶν  Σισώης  ἐστέναζε.
       Πᾶσαι  τῶν  Ἀγγέλων  αἱ  στρατιαί, Πρόδρομε  Κυρίου, Ἀποστόλων    δωδεκάς, οἱ  Ἅγιοι  Πάντες  μετά  τῆς  Θεοτόκου, ποιήσατε  πρεσβείαν  εἰς  τό  σωθῆναι  ἡμᾶς.

Τρισγιον
ερεύς. Ὃτι σου ἐστιν…..
Ἀπολυτίκιον. Ἦχος  πλ. α’. Τόν  συνάναρχον  Λόγον.
(Ποίημα  Μοναχοῦ  Γερασίμου  Μικραγιαννανίτου)
κ  παιδός  γεωργήσας  ζωήν  τήν  κρείττονα, τῶν  κατ’ αὐτῆς  ἐνεπλήσθης  θεουργικῶν  ἀγαθῶν, τῶν  Ἀγγέλων  μιμητά, Σισώη  Ὅσιε· ὅθεν  ὡς  ἥλιος  λαμπρός, ἀπαυγάζεις  τηλαυγῶς, ἐν  ὥρᾳ  τῆς  Σῆς  ἐξόδου· δηλοποιῶν  τήν  Σήν  δόξαν  καί  καταλάμπων  τάς  ψυχάς  ἡμῶν.
Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.
Πρ δ το δι’ εχν·
Ἦχος β’. Ὅτε  ἐκ  τοῦ  ξύλου.
       Δεῦτε  τόν  Σισώην  τό  σεπτόν, τῶν ἐκ  τῆς  ἐρήμου  Πατέρων, πάντες  τιμήσωμεν, ὁμοῦ  Ἀντωνίῳ  τε, σύν  Μακαρίῳ  ὁμοῦ  Παχωμίῳ  καί  εἴπωμεν  αὐτοῖς  μελωδοῦντες· χαίρετε  τρισόλβιοι  Τριάδος  πρόμαχοι, Πατέρες, Ἐκκλησίας  φωστῆρες καί  ἡμῶν  προστάται  ἐν  ἀνάγκαις, πάντων τε  Ὀρθοδόξων  οἱ  ἀμύντορες.
       Τήν  πᾶσαν  ἐλπίδα  μου, εἰς  Σέ  ἀνατίθημι, Μῆτερ  τοῦ  Θεοῦ, φύλαξόν  με  ὑπό  τήν  σκέπην  Σου.

  Ἱερεύς
Δι’ εὐχῶν… Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου