Παράκλησις ΑΠΑΛΛΑΓΗΣ
ΛΕΥΚΑΔΟΣ ΕΚ ΠΑΝΩΛΟΥΣ
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
ΚΑΝΩΝ
ΕΥΧΑΡΙΣΤΗΡΙΟΣ ΚΑΙ ΙΚΕΤΙΚΟΣ
ΠΡΟΣ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ
ΧΡΙΣΤΟΝ
ΨΑΛΛΟΜΕΝΟΣ Τῌ Α' ΙΟΥΝΙΟΥ ΜΗΝΟΣ
ΕΙΣ ΑΪΔΙΟΝ ΜΝΗΜΗΝ
ΤΗΣ ΠΑΝΤΕΛΟΥΣ ΑΠΑΛΛΑΓΗΣ ΤΗΣ ΝΗΣΟΥ ΛΕΥΚΑΔΟΣ
ΑΠΟ ΤΗΣ ΠΑΝΩΛΟΥΣ ΝΟΣΟΥ
ΕΠΙ ΕΤΟΥΣ ᾼΨΜΔ'
ΣΥΝΕΤΑΧΘΗ Η ΠΑΡΟΥΣΑ
ΔΑΠΑΝῌ ΤΟΥ ΚΛΗΡΟΥ ΤΟΥ ΔΗΜΟΥ ΛΕΥΚΑΔΟΣ
ΕΞΕΔΟΘΗ ΤΟ ΠΡΩΤΟΝ
ΕΝ ΛΕΥΚΑΔΙ - ΤΥΠΟΓΡΑΦΕΙΟΝ "Ο ΠΙΝΔΟΣ"
*Γ. ΧΡΙΣΤΟΔΟΥΛΟΠΟΥΛΟΥ*
Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε
εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν
μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων
αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς
ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ'.
Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Τῇ Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοί
καί ταπεινοί, καί προσπέσωμεν, ἐν μετανοία κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα
βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον ἀπολλύμεθα, ὑπό πλήθους πταισμάτων· μή
ἀποστρέψης σούς δούλους κενούς· σέ γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας
σου λαλεῖν οἱ
ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν' ψαλμός καί εὐθύς οἱ παρόντες Κανόνες.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ
ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ,
πνεῦμα συντετριμμένον,
καρδίαν
συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ἦχος β'.
Ὠδή α'. Ὁ εἰρμός·
Δεῦτε λαοί ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν καί ὁδηγήσαντι
τόν λαόν ὅν ἀνῆκε, δουλείας Αἰγυπτίων ὅτι δεδόξασται.
Δεῦτε πιστοί, σήμερον χεῖρας κροτήσωμεν, καί εὐφρανθῶμεν ἅπαντες, ὅτι
ἐῤῥύσθημεν, νόσου τῆς πανωλέθρου, δυνάμει τοῦ Δεσπότου, ἡμᾶς λυτρώσαντος.
Λαμπροφανῶς, ἡ νῆσος πᾶσα νῦν γήθεται, καί τῆς χαρᾶς τά σύμβολα, πᾶσιν
ἐνδείκνυται, Ἱερέων συλλόγοις, λαοῦ τε ὁμηγύρει, Θεῷ προστρέχουσα.
Ἔγνωμεν νῦν, πόσον οἰκτίρμων καί εὔσπλαγχνος, πέλεις Θεέ φιλάγαθε, καί γάρ
διέσωσας, τοῦ πανώλους θανάτου, σήν πόλιν καί λαόν σου τόν Σέ δοξάσαντα.
Θεοτοκίον.
Σύ τῶν πιστῶν σκέπη ὑπάρχεις, Πανάμωμε,
κινδυνευόντων λύτρωσις καί τό διάσωσμα τῶν
εἰς σέ προστρεχόντων· διόπερ ἡμᾶς φρούρει
τῇ μεσιτείᾳ Σου.
Ἕτερος κανών εἰς τήν Ὑπεραγίαν Θεοτόκον,
οὗ ἡ ἀκροστιχίς κατ'ἀλφάβητον.
Ἦχος δ'.
ᾨδή
α'. Ἀνοίξω τό στόμα μου.
Ἀνοίξει τοῦ στόματος, τόν νοῦν μου Κόρη χαρίτωσον, ὑμνῆσαι προθύμως Σε,
προελομένω τανῦν, καί συντήρησον, ἐκ πάσης με κακίας, πανύμνητε Δέσποινα, τόν
Σοί προστρέχοντα.
Βασίλισσα πέφυκας, τοῦ οὐρανοῦ καί γῆς Ἄχραντε, διό βασιλεύειν με τῶν τῆς
σαρκός ἡδονῶν, σύ ἐνίσχυσας, καί ἄνω Βασιλείας, οἰκήτορα ποίησον ὅπως δοξάζω
Σε.
Δόξα.
Γινώσκομεν Δέσποινα, τό ἀνεξάντλητον πέλαγος, τῆς θείας Σου χάριτος, ἥν
ἐπλυμμήρυσας, τοῖς προστρέξασι, τῇ μητρικῇ Σου σκέπῃ· διό μεγαλύνομεν τήν
δυναστείαν Σου.
Καί νῦν.
Δικαίων τά τάγματα, καί Προφητῶν τά συστήματα, τήν
μόνην ἀμώμητον ἐγκωμιάσατε, καί συνέλθητε ἡμῖν ὑμνολογῆσαι, τήν ἄμαχον δύναμιν
τῆς Θεομήτορος.
ᾨδή
γ'. Ὁ εἰρμός·
Στερέωσον ἡμᾶς, ἐν Σοί Κύριε, ὁ ξύλῳ νεκρώσας τήν
ἁμαρτίαν, καί τόν φόβον Σου ἐμφύτευσον, εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων Σε.
Τῷ φόβῳ Σου ἡμᾶς, στήριξον Κύριε, ὁ φόβον ἐξώσας
πανώλους νόσου, καί ποιεῖν τά σά προστάγματα, ἀεννάως σοῖς δούλοις ἐνδυνάμωσον.
Ἀνάπαυσον Χριστέ, τάς ψυχάς τῶν δούλων Σου, ἐν τόποις
ἀνέσεως, καί τά τούτων παραβλέψας ὀφειλήματα, Παραδείσου οἰκήτορας ἀνάδειξον.
Ἐκκλίνωμεν κακῶν οἱ ἁμαρτήσαντες, ποιοῦντες τάς θείας νομοθεσίας, καί Χριστῷ
πάντες προσέλθωμεν, Βασιλείας τῆς ἄνω ἵνα τύχωμεν.
Θεοτοκίον
Ἀγγέλων καί βροτῶν, ὑπάρχεις Δέσποινα, Παρθένε τό καύχημα καί Μαρτύρων,
ἀληθῶς τό ἐγκαλλώπισμα καί ἁπάντων πιστῶν τό περιτείχισμα.
Ἄλλος.
Τούς σούς ὑμνολόγους Θεοτόκε.
Ἐπέλαμψε σήμερον ἡμέρα, ἐν ᾗ μεσιτείαις ἱεραῖς, Παρθένου ἐλυτρώθημεν, νόσου
τῆς πανολέτηρος· διό ψυχῆς εὐθύτητι, ταύτην οἱ πάντες ὑμνήσωμεν.
Ζηλώσωμεν τρόπους μετανοίας, παντοίων ἀπέχοντες κακῶν, καί τῷ Θεῷ
προσέλθωμεν, κεκοσμημένοι ἅπαντες, ταῖς ἀρεταῖς τήν Δέσποιναν, Αὐτῷ μεσίτιν
προβάλλοντες.
Δόξα.
Ἡ μόνη καί
μήτηρ καί παρθένος, γνωσθεῖσα πανύμνητε ἁγνή, ὥσπερ ἡμᾶς ἐλύτρωσας, τῆς νόσου
τῇ πρεσβεία Σου, οὕτως υἱούς ἀνάδειξον, τοῦ σοῦ υἱοῦ καί Θεοῦ ἡμῶν.
Καί νῦν.
Θεόν συλλαβοῦσα καί τεκοῦσα, ἀνάνδρως Μητρόθεε σεμνή,
τήν πόλιν ταύτην φύλαττε, ἐκ πάσης βλάβης πάντοτε, τῇ σκέπῃ Σου προστρέχουσαν
καί εὐσεβῶς Σε δοξάζουσαν.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν ῇ (κώμῃ, πόλη) ταύτη, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
ᾨδή
δ'. Ὁ εἰρμός·
Ἐλήλυθας ἐκ παρθένου, οὐ πρέσβυς, οὐκ Ἄγγελος,
ἀλλ'αὐτός ὁ Κύριος, σεσαρκωμένος καί ἔσωσας, ὅλον με τόν ἄνθρωπον· διό κραυγάζω
Σοι· δόξα τῇ δυνάμει Σου, Κύριε.
Διέσωσας ἐκ θανάτου, πικροῦ τούς ἱκέτας Σου, ὅθεν
πάντες σήμερον, εὐχαριστοῦμέν Σοι Κύριε, καί ἐκ καρδίας κράζομεν, Σοί τῷ μόνῳ
Θεῷ, καί Σωτῆρι πρέπει αἴνεσις.
Τήν μνήμην τῆς σωτηρίας, καλῶν ἀποδείξωμεν γενομένην πρόξενον, τάς ἀρετάς
ἐργαζόμενοι, καί μή ἐπιλησώμεθα, δωρεᾶς τοῦ Θεοῦ, ρυσαμένου τῆς θανάτου φθορᾶς.
Συνήγαγε πάσης χώρας, καί γῆς ὁ Φιλάνθρωπος, οὕς
ἀπεσκοράκισε ἡ πανδαμάτωρ καί ἔντρομος νόσος, καί κατεκόσμησε πάλιν νῆσον
ὑμνούντων τό κράτος Αὐτοῦ.
Θεοτοκίον
Φθορᾶς ὥσπερ ἄνευ Κόρη τόν Λόγον γεγένηκας, οὕτω καί
τούς δούλους Σου, πάσης φθορᾶς ἐλευθέρωσον, τούς ἐπί Σέ ἐλπίζοντας καί ψυχῇ καί
καρδίᾳ τόν τόκον Σου δοξάζοντας.
Ἄλλος.
Τήν ἀνεξιχνίαστον.
Ἴδε ἠ Παρθένος νῦν, ἥν Ἰακώβ κλίμακα ἐκ γῆς πρός οὐράνια, ἐκτεταμένην καί
ἀγγέλοις καί βροτοῖς, τήν μῖξιν προξενήσασαν, πάλαι προεώρα θειότατα.
Κλῖνον Μητροπάρθενε, οὖς Σου ἡμῖν, τοῖς προσκαλουμένοις
Σε πάντοτε, καί μή ἀπώσῃ τάς φωνάς σῶν ἱκετῶν, ἀλλά ταύτας προσάγαγε, τῷ Υἱῷ
Σου, Κόρη Θεόνυμφε.
Δόξα.
Λῦσον τῇ πρεσβείᾳ Σου, πάντα δεσμόν, τόν ἐξ ἁμαρτίας τῶν δούλων Σου, ἀράν
τῆς Εὔας, ὡς κυήσασα Χριστόν μόνη Παρθένε ἔλυσας, καί τήν ἁμαρτίαν ἠφάνισας.
Καί νῦν.
Μόνην Σε γινώσκοντες καταφυγήν, ὑπό τήν Σήν σκέπην σύμπαντες,
προσπεφευγότες, Βασιλείας οὐρανῶν, ἐπιτυχεῖν ἐλπίζομεν, διά Σοῦ Παρθένε
πανάμωμε.
ᾨδή
ε'. Ὁ εἰρμός·
Ὁ τοῦ φωτός χορηγός, καί τῶν αἰώνων ποιητής Κύριος, ἐν
τῷ φωτί τῶν σῶν προσταγμάτων ὁδήγησον ἡμᾶς, ἐκτός Σοῦ γάρ ἄλλον Θεόν οὐ
γινώσκομεν.
Ἔργοις καλοῖς ἀδελφοί, τῷ Παντεπόπτῃ νῦν πλησιάσωμεν,
πάντες ἡμεῖς, ἐνθέως βιοῦντες, καί ὕμνοις τήν Αὐτοῦ εὐσπλαγχνίαν αἰνοῦντες,
καρδίας εὐθύτητι.
Ἡμέρα ἀληθῶς, ἔνδοξος ἡ νῦν αὕτη ἡμέρα, πάντων ἡμῶν ῥυσθέντων θανάτου· διό
καί μνήμην τῆς χάριτος αὐτῆς τελοῦμεν γηθόμενοι.
Χαρμονικῶς οἱ πιστοί, συνελθόντες ἐκβοήσωμεν Κυρίῶ, πόθῳ ψυχῆς καί φόβῳ
καρδίας, ῥῦσαι ἡμᾶς Ἀγαθέ πάσης βλάβης, ὡς μόνος φιλάνθρωπος.
Θεοτοκίον.
Λύπην τῆς Εὔας τό πρίν, ἡ σκεδάσασα, Χριστόν ἀποτεκοῦσα, πᾶσαν λύπην, ἡμῶν
τῶν Σῶν δούλων ἐκδίωξον σεμνή, καρδίας ἁπάσης, καί σῶσον πανύμνητε.
Ἄλλος. Ἐξέστη τά σύμπαντα.
Νικᾶν ἡμᾶς πάντοτε, τάς μηχανάς τοῦ Δράκοντος, πάντας ὑπερίσχυσον Παρθένε,
λυτρωσαμένη τῆς τοῦ θανάτου φθορᾶς καί δωρησαμένη τήν ζωήν, μόνη πανύμνητε καί
ἀπειρόγαμε.
Ξενώσωμεν ἄνθρωποι, ἁμαρτιῶν τά πνεύματα, καί οἰκειωθῶμεν τῷ Σωτῆρι, διά τῶν
ἔργων εὐαρεστοῦντες Αὐτῷ, καί λοιμοῦ καί πάσης ἀπειλῆς, πάντες ῥυσθησαίμεθα,
ταῖς λιταῖς Θεομήτορος.
Δόξα.
Ὁ πάσης ἐπέκεινα, καί δόξης τε καί κτίσεως, Κύριος αὐτός ὑπάρχων, μήτραν
ὑπέδυ τήν Σήν πανάχραντε, μεγαλεῖα πάντως ἐπί Σοί, δείξας τά ἐξαίσια, ὡς σύ ἔφης
θεόνυμφε.
Καί νῦν.
Πρός Σέ πάντες τρέχομεν, μετά Θεόν πανύμνητε, πλείστοις ἁμαρτήμασι τόν
Πλάστην, καί τοκετόν Σου ὡς παροργίσαντες, καί Σέ προβαλλόμεθα ἀεί, πρέσβυν
ἀμετάθετον, καί φρουρόν ἀκαταίσχυντον.
ᾨδή
στ'. Ὁ εἰρμός·
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τήν ἀνεξιχνίαστον τῆς
εὐσπλαγχνίας Σου, ἐπικαλοῦμαι ἄβυσσον, ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.
Τάς ψυχάς τῶν Σῶν φίλων ἀνάπαυσον, Ἱερέων φίλων τε καί συγγενῶν
ἡμῶν, πάντων κοινῶς δεόμεθα, τῶν πρός Σέ
μεταστάντων
Πολυέλεε.
Κυριεύων ἁπάσης τῆς κτίσεως, ἀτυχίας λύτρωσαι πάσης
τούς δούλους Σου, καί οὐρανῶν ἀξίωσον, Βασιλείας ὡς μόνος φιλάγαθος.
Ἐκτελέσωμεν νόμον Δεσπόζοντος, καί ἐπί καθέδρᾳ λοιμῶν
μή καθίσωμεν, ὄπως λοιμοῦ ῤυσθείημεν, καί κακώσεως πάσης Αὐτῷ ἐγγίζοντες.
Θεοτοκίον
Μακαρίσωμεν πάντες τήν Ἄνασσαν, τήν ἀειμακάριστον καί μητροπάρθενον, καί
εὐσεβῶς βοήσωμεν· χαῖρε, πάντων ἀνθρώπων ἀντίληψις.
Ἄλλος.
Τήν θείαν ταύτην καί πάντιμον.
Ῥυσθέντες νόσου οἰ σύμπαντες, πρεσβείαις τῆς ἁγνῆς Θεομήτορος,
ὑμνολογήσωμεν, ταύτης τό κράτος τό ἄμαχον, τῷ ἐξ Αὐτῆς τεχθέντι, Θεῷ
ἐγγίζοντες.
Σωμάτων λοίμης ὡς ἔσωσας, ταῖς θείαις ἱκεσίαις Σου ἅπαντας, οὕτω πανύμνητε,
καί τάς ψυχάς ἡμῶν λύτρωσαι ἱοῦ τῆς ἁμαρτίας τοῦ ψυχολέτειρος.
Δόξα.
Τιμῆς ἁπάσης ἐπέκεινα, ὑπάρχεις Παναγία Θεόνυμφε· τούς οὖν τιμῶντάς Σε, ὡς
δυνατόν ἐλευθέρωσον, πάσης φθορᾶς καί θείας, τιμῆς ἀξίωσον
Καί νῦν.
Ὑμνεῖν ἀξίως τήν χάριν Σου, χαρίτωσον τούς πίστει προστρέχοντας τῇ θείᾳ
σκέπῃ Σου, καί πάσης βλάβης ἀπάλλαξον, νόσου τε καί κινδύνων, Κόρη πανύμνητε.
ᾨδή
ζ'. Ὁ εἰρμός·
Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρά λατρευομένης, οἱ τρεῖς
Σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δέ πυρός ἐμβληθέντες,
δροσιζόμενοι ἔψαλλον· εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ποιμήν ὁ καλός, τοῦ παρόντος νῦν ποιμένος ἱκεσίαις, προηγουμένου τῆς
συνάξεως, τήν πόλιν ταύτην συντήρησον, πάσης ἐπηρείας καί βλάβης, ταῖς λιταῖς
ἱλεούμενος τῶν ἱερέων καί λαοῦ, τοῦ Σέ ὑμνοῦντος πιστῶς.
Λαόν Ἰσραήλ, ὡς διέσωσας λοιμοῦ τῇ καταπαύσει, τοῦ Δαβίδ τότε εὐξαμένου, καί
τό· ἡμάρτηκά Σοι, βοήσαντος, οὕτω καί ἡμᾶς τούς δούλους Σου, ἀπολύτρωσον
κράζοντας· Σύ εἶ Θεός καί λυτρωτής, τῶν πεποιθότων πρός Σέ.
Θεοτοκίον
Σέ τεῖχος πιστοί, καί φρουρόν μετά Θεόν πεπλουτηκότες, πᾶσαν θλῖψιν ὁμοῦ τε
καί ζάλην, τῶν δυσχερειῶν ἀποφεύγομεν, καί τῆς Βασιλείας τῆς ἄνω, κληρουχίαν
ἐλπίζομεν· Σύ γάρ ἀνθρώπων ἡ ἐλπίς, καί τῶν Ἀγγέλων χαρά.
Ἄλλος.
Οὐκ ἐλάτρευσαν τῇ κτίσει.
Φωτεινόμορφον, παλάτιον Θεόνυμφε, τοῦ Λόγου πέλουσα τῶν Σέ ὑμνούντων πιστῶς,
καρδίας νῦν φώτισον, ἀεί τοῦ κράζειν Σοι· Χαῖρε πάναγνε, δι' Ἧς σκότη διώκομεν,
ἁμαρτίας Σαῖς πρεσβείαις.
Χαῖρε κόσμου, ἱλαστήριον πανάμωμε, χαῖρε θεόνυμφε, ἡ φλογοφόρος λαβίς ὁ
πόκος ὁ ἔνδροσος, θρόνος ὁ πάγχρυσος, χαῖρε Δέσποινα, τῶν Προφητῶν τό κήρυγμα,
τῶν πιστῶν ἡ χαρμοσύνη.
Δόξα.
Ψάλλειν πάντας, καταξίωσον Μητρόθεε, ὕμνον σωτήριον, τῷ Σῷ Υἱῷ καί Θεῷ, τῷ
νῆσον λυτρώσαντι φθορᾶς καί θλίψεως, καί προστρέχειν Σου τῇ σκέπῃ παναμώμητε,
μετά πάσης εὐλαβείας.
Καί νῦν.
Ὦ πανύμνητε, Ἀγγέλων σεμνολόγημα, βροτῶν τό καύχημα, ἡ τῶν χαρίτων πηγή, τόν
ὕμνον χαρίτωσον, ὅν Σοί προσφέρομεν, καί συγχώρησιν, ἁμαρτημάτων αἴτησαι, τῇ
Σῇ θείᾳ μεσιτείᾳ.
ᾨδή η'. Ὁ εἰρμός·
Τόν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς παισί συγκαταβάντα, καί τήν φλόγα
εἰς δρόμον μεταβαλόντα Θεόν, ὑμνεῖτε τά ἔργα ὡς Κύριον, καί ὑπερυψοῦτε εἰς
πάντας τούς αἰῶνας.
Ἐκλυτρωθέντες τῆς δεινῆς, καί λοιμώδους εὐσεβεῖς
πανωλεθρίας, τῷ Θεῷ δόξαν δῶμεν, τῷ ῥυσαμένῳ ἡμᾶς, προνοίᾳ τῇ θείᾳ, καί αὖθις
τῆς γῆς οἰκήτορας ταύτης, τῆς πόλεως δείξαντι.
Εὐχαριστοῦμεν Σοι ἀεί, μεγαλύνοντες Σήν ἄκραν
εὐσπλαγχνίαν, καί αἰνοῦντες βοῶμεν· Θεέ σῶζε ἡμᾶς, πάσης ἀπιούσης ἀνάγκης
Κύριε, ἀνυμνολογοῦντες, τό Σόν ἄμαχον κράτος.
Ἀλλοιωθέντες ἀρεταῖς, διά πράξεως ἁγνῆς καί πολιτείας,
ἐνδυσώμεθα πάντες νῦν τά ὅπλα τοῦ φωτός, πάντα τά ἔργα τοῦ σκότους ἐλαύνοντες·
αὕτη γάρ ὑπάρχει ἀλλοίωσις Κυρίου.
Θεοτοκίον
Χαῖρε αἰτίας ἡ χαρά, χαῖρε λύπης ἡ ἀναίρεσις Παρθένε, χαῖρε πάγκαλε νύμφη,
τῶν περάτων ἡ ἐλπίς, τούς πρός Σέ θερμῶς πεποιθότας, σῶζε Κόρη πάντας, σαῖς
μητρικαῖς πρεσβείαις.
Ἄλλος. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Ἴθι ἀῤῥωγός τοῖς ἀνυμνοῦσι, Σέ πάναγνε πόθῳ καί δοξάζουσι, σκέπην Σου τήν
ἔνθεον, ὥσπερ νόσου ἔσωσας, τούς προστρέχοντας πανύμνητε τῇ μεσιτείᾳ Σου,
ἀνύμφευτε Μαρία Παρθένε, ἡ δεδοξασμένη εἰς πάντας τούς αἰῶνας.
Νεῦσον ταῖς δεήσεσι Παρθένε, τῶν δούλων Σου τῶν μακαριζόντων σε, ὕμνοις καί
δεήσεσι νέαν τε ἀξίωσον, πολιτείαν δείκνυσθαι τῷ Σῷ Υἱῷ καί Θεῷ, ἡ μόνη τῶν εἰς
Σέ προστρεχόντων, οὖσα Θεοτόκε, ἐλπίς καί προστασία.
Δόξα.
Σέ μετά Θεόν ἔχομεν πάντες, οἱ πίστει τῇ σκέπῃ Σου προστρέχοντες, τεῖχος
ἀσφαλέστατον, ἱερόν τε στήριγμα, προστάτην ἀκαταίσχυντον, ὦ Μητροπάρθενε· διό
Σέ ἀνυμνοῦμεν ἀξίως, καί ὑπερυψοῦμεν εἰς πάντας τούς αἰῶνας.
Καί νῦν.
Ἔσωσας ἡμᾶς ἐκ τοῦ θανάτου, πανύμνητε θείαις ἱκεσίαις Σου, καί ἡμᾶς ἠλέησας·
ῥύστιν ὅθεν πάντες Σέ, Παρθένε ἐπιγράφομεν, ταύτης τῆς πόλεως, ἐλέους τε πηγήν
καί προστάτην, τῶν πρός Σέ βοώντων, εὐθύτητι καρδίας.
ᾨδή θ'. Ὁ εἰρμός·
Τόν ἐκ Θεοῦ Θεόν Λόγον, τόν ἀῤῥήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τόν Ἀδάμ,
βρώσει πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ
πιστοί ὁμοφρόνως ἐν ὕμνοις μεγαλύνομεν.
Λαμπροφορήσωμεν πάντες, τῇ παρούσῃ ἡμέρᾳ, ἐν ᾗ ἐῤῥύσατο ἡμᾶς ὁ Θεός, τῆς
φθορᾶς τοῦ θανάτου παρ' ἐλπίδα· καί ψυχῇ καί καρδίᾳ, συμφώνως μεγαλύνομεν
Αὐτοῦ, τό ἀνείκαστον κράτος, ἐν ὕμνοις καί δεήσεσι.
Ἀμαξικῆς νῦν ἡ πόλις, μετά τῆς νήσου ἁπάσης, τῶν Λευκαδίων γήθεται φαιδρῶς,
συγκαλοῦσα τῇ χαρᾷ τάς πέριξ νήσους, συνευφραίνεσθαι ταύτῃ, καί ᾄδειν
χαριστήριον ᾠδήν, τῷ Θεῷ τῶν ἁπάντων, τῷ ταύτην διασώσαντι.
Ἔαρ εὐφρόσυνον πᾶσιν, ἀνατέταλκεν ὄντως τῇ ἐπιφαύσει ἤδη τῆς λαμπρᾶς, καί
πανδήμου τῆς συνάξεως ἡμέρας. Ἐν ᾗ πάντες ὑμνοῦμεν, τήν ἄκραν εὐσπλαγχνίαν τοῦ
Θεοῦ, τοῦ ἡμᾶς ῥυσαμένου, λοιμοῦ πανώλους ἅπαντας.
Θεοτοκίον
Θεοκυῆτορ παρθένε, γηγενῶν εὐκληρία, χαῖρε τοῦ κόσμου ἡ ἐλπίς σεμνή, χαῖρε
μόνη ἐν γυναιξίν εὐλογημένη, τούς τιμῶντάς Σε σῷζε, ἐκ πάντων τῶν τοῦ βίου
δυσχερῶν, κἀμοί δίδου συγγνώμην, τόν ὕμνον ἐξυφάναντι.
Ἄλλος. Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι.
Ὕμνον Σοι πιστῶς, προσφέρομεν πάναγνε θεοχαρίτωτε. Σύ γάρ ταῖς πρεσβείαις
Σου, νόσου πανώλους, πάντας διέσωσας, καί πάλιν εἰς τά ἴδια ἥθροισας. Ὅθεν
πάντες, Σέ Ἁγνή δοξάζομεν, καί ψυχῇ καί καρδίᾳ γηθόμενοι.
Ἔλυσας ἀράν, προμήτορος Δέσποινα, Χριστόν κυήσασα, ξένοις τρόποις φύσεως,
θεσμοῖς βροτείου μή ὑποκύψασα, παρθένος γάρ ὡς πρότερον ὑπῆρχες ἔμεινας· διά
τοῦτο πάντες Σέ δοξάζομεν, προσκυνοῦντες ἀξίως.
Δόξα.
Ἅπασαι τῆς γῆς, φυλαί μεγαλυνοῦσι, βροτῶν Σε πάναγνε,
Μῆτερ ὡς προέφησας, ῥῆσιν Σου θείαν ἔργοις ἀνύουσαι, καί γάρ ἐν Σοί ἐσκήνωσεν ὁ
Ποιητής τοῦ παντός, Χερουβείμ Σέ μείζω ἐνδειξάμενος, καί τῶν ἄλλων ταγμάτων
ὑπέρτερον.
Καί νῦν.
Ὄνομα σεπτόν, καί πρᾶγμα ὑπάρχουσα, Κόρη Θεόνυμφε, Σέ
τόν μεγαλύναντα, καί ἔργον τοῦτο, κλίσει σφραγίσαντα, ἐπωνυμίᾳ τάξει τε, ἀεί
διάσῳζε, τοῦ Βελίαρ ἔνεδρα σκεδάζουσα, τοκετῷ τε τῷ Σῷ προσεγγίζουσα.
Ὁ εἰρμός τῆς Θ' ᾠδῆς·
Τόν ἐκ Θεοῦ Θεόν Λόγον, τόν ἀῤῥήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τόν Ἀδάμ,
βρώσει πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ
πιστοί ὁμοφρόνως ἐν ὕμνοις μεγαλύνομεν.
Εἶτα ψάλλεται τό· Ἄξιον
ἐστίν ὠς ἀληθῶς, καί ἀκολούθως τά λοιπά Mεγαλυνάρια τῆς Κοινῆς Παρακλήσεως τῆς
Θεοτόκου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή, πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.
Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ
τεχθέντα. Ὦ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Πρός δέ τούτοις τά παρόντα εἰς τόν Κύριον
ἡμῶν Ἰησοῦν Χριστόν.
Ἔγνωμεν τούς θείους Σου οἰκτιρμούς, Δέσποτα τῶν ὅλων οὕς ἐξέχεας ἐφ' ἡμᾶς,
νόσου ἐκδιώξας, τῆς νήσου τῷ Σῷ κράτει· διό εὐχαριστοῦντες Σέ μεγαλύνομεν.
Ἕτερον
εἰς τήν Θεοτόκον.
Πάναγνε Παρθένε Χριστιανῶν, μόνη προστασία, τήν τιμῶσάν Σε εὐσεβῶς, πόλιν
τήνδε τήρει, λοιμοῦ καί πάσης ζάλης, πρός Σέ μετά Θεόν γάρ, πάντες ἐλπίζομεν.
Ἕτερα
Mεγαλυνάρια τῶν Ἁγίων Τιμοθέου καί Μαύρας.
Ἔρωτι τρωθέντες τῷ τοῦ Χριστοῦ, ᾔρθητε ἐν ξύλῳ τῶν Μαρτύρων ἡ καλλονή,
τρισόλβιον ζεῦγος, καί τῆς νήσου προστᾶται, Τιμόθεε καί Μαῦρα, ταύτην φυλάξατε.
Ζεῦγος ἱερώτατον καί σεπτόν, ξυνωρίδα θείαν, τούς τιμήσαντας τόν Χριστόν,
προφρόνως ἐν ἄθλοις, Τιμόθεε σύν Μαύρᾳ, ὁμόφρονι συζύγῳ, ὑμᾶς γεραίρομεν.
Ὁ Ἀπόστολος ἐφεξῆς.
Προκείμενον
τοῦ Ἀποστόλου.
Ἦχος β'.
Ἰσχύς μου καί
ὕμνησίς μου ὁ Κύριος.
Στίχ. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος.
Πρός Ῥωμαίους
ἐπιστολῆς Παύλου τό Ἀνάγνωσμα.
Ἀδελφοί, δικαιωθέντες ἐκ πίστεως, εἰρήνην ἔχομεν πρός τόν Θεόν, διά τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Δι' οὗ τήν προσαγωγήν ἐσχήκαμεν τῇ πίστει εἰς τήν
χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν, καί καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ· οὐ
μόνον δέ, ἀλλά καί καυχώμεθα ἐν ταῖς θλίψεσιν εἰδότες, ὅτι ἡ θλίψις ὑπομονήν
κατεργάζεται, ἡ δέ ὑπομονή δοκιμήν, ἡ δέ δοκιμή ἐλπίδα, ἡ δέ ἐλπίς οὐ
καταισχύνει· ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ, ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν, διά
Πνεύματος Ἁγίου τοῦ δοθέντος ἡμῖν· ἔτι δέ Χριστός, ὄντων ἡμῶν ἀσθενῶν, κατά
καιρόν, ὑπέρ ἀσεβῶν ἀπέθανε· μόλις γάρ ὑπέρ δικαίου τίς ἀποθανεῖται· ὑπέρ γάρ
τοῦ ἀγαθοῦ, τάχα τις καί τολμᾷ ἀποθανεῖν· συνίστησι δέ τήν ἑαυτοῦ ἀγάπην εἰς
ἡμᾶς ὁ Θεός· ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστός ὑπέρ ἡμῶν ἀπέθανε· πολλῷ οὖν
μᾶλλον, δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησώμεθα δι' αὐτοῦ ἀπό τῆς
ὀργῆς· εἰ γάρ ἐχθροί ὄντες, κατηλλάγημεν τῷ Θεῷ διά τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ,
πολλῷ μᾶλλον καταλλαγέντες σωθησώμεθα ἐν τῇ ζωῇ αὐτοῦ.
Καί ὁ Ἀπόστολος τῆς Θεοτόκου.
Ἀδελφοί, ὁ ἁγιάζων καί οἱ ἁγιαζόμενοι ἐξ ἑνός πάντες…
(Ζήτει εἰς τόν Εὐαγγελισμόν).
Εἶτα τό Εὐαγγέλιον εἰς πᾶσαν αἴτησιν.
Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην· κριτής τις ἦν ἔν
τινι πόλει... (Ζήτει εἰς τό Σάββατον τῆς Χαναναίας).
Καί τό τῆς Θεοτόκου.
Ἐν ταῖς
ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ…
Ἐν ταῖς
ἡμέραις ἐκείναις
ἀναστᾶσα Μαριὰμ, ἐπορεύθη
εἰς τὴν ὀρεινὴν
μετὰ σπουδῆς, εἰς
πόλιν Ἰούδα,
καὶ εἰσῆλθεν
εἰς τὸν οἶκον
Ζαχαρίου, καὶ ἠσπάσατο
τήν Ἐλισάβετ·
καὶ ἐγένετο
ὡς ἤκουσεν ἡ
Ἐλισάβετ τὸν
ἀσπασμὸν τῆς
Μαρίας, ἐσκίρτησε
τὸ βρέφος ἐν
τῇ κοιλίᾳ αὐτῆς,
καὶ ἐπλήσθη
Πνεύματος Ἁγίου
ἡ Ἐλισάβετ,
καὶ ἀνεφώνησε
φωνῇ μεγάλῃ,
καὶ εἶπεν·Εὐλογημένη
σὺ ἐν γυναιξί,
καὶ εὐλογημένος
ὁ καρπὸς τῆς
κοιλίας σου, καὶ πόθεν
μοι τοῦτο, ἵνα ἔλθῃ
ἡ μήτηρ τοῦ
Κυρίου μου πρὸς με; ἰδοὺ
γάρ, ὡς ἐγένετο
ἡ φωνὴ τοῦ
ἀσπασμοῦ σου εἰς
τὰ ὦτά
μου, ἐσκίρτησεν ἐν
ἀγαλλιάσει τὸ
βρέφος ἐν τῇ
κοιλίᾳ μου, καὶ μακαρία
ἡ πιστεύσασα, ὅτι
ἔσται τελείωσις τοῖς
λελαλημένοις αὐτῇ
παρὰ Κυρίου. Καὶ
εἶπε Μαριάμ· Μεγαλύνει
ἡ ψυχή μου τὸν
Κύριον, καὶ ἠγαλλίασε
τὸ πνεῦμα μου ἐπὶ
τῷ Θεῷ τῷ
Σωτῆρι μου, ὅτι ἐπέβλεψεν
ἐπὶ τὴν
ταπείνωσιν τῆς δούλης
αὐτοῦ· ἰδοὺ
γάρ, ἀπὸ
τοῦ νῦν μακαριοῦσί
με πᾶσαι αἱ γενεαί
ὅτι ἐποίησέ
μοι μεγαλεῖα ὁ δυνατός,
καὶ ἅγιον τὸ
ὄνομα αὐτοῦ.
Ἔμεινε δὲ Μαριὰμ
σὺν αὐτῇ
ὡσεὶ μῆνας
τρεῖς, καὶ ὑπέστρεψεν
εἰς τὸν οἶκον
αὐτῆς.
Εἶτα τήν αἴτησιν ὁ Ἱεροδιάκονος.
Ἐλέησον ἡμᾶς ὁ Θεός.
Ἔτι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν.
Ἔτι δεόμεθα ὑπέρ τοῦ
Ἀρχιεπισκόπου...
Ἔτι δεόμεθα ὑπέρ ἐλέους.
Ἔτι δεόμεθα
ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως τῶν ψυχῶν τῶν ἐκ τῆς πανώλους νόσου
προαναπαυσαμένων δούλων τοῦ Θεοῦ, ἐν τῇ νήσῳ καί πόλει ταύτῃ, καί ὑπέρ τοῦ
συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον
Ἔτι δεόμεθα
ὑπέρ τοῦ διαφυλαχθῆναι τόν ἅγιον οἶκον τοῦτον, τήν νῆσον καί πόλιν ταύτην καί
πᾶσαν πόλιν καί χώραν ἀπό ὀργῆς λοιμοῦ, λιμοῦ, σεισμοῦ…
Ἔτι δεόμεθα
καί ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν.
Ὁ Ἀρχιερεύς·
Ἐπάκουσον ἡμῶν ὁ Θεός...
Ἐλεήμων γάρ καί φιλάνθρωπος...
Εἶτα
τήν παροῦσαν εὐχήν·
Εὐχή
εὐχαριστήριος καί ἱκετική
εἰς τόν Κύριον
ἡμῶν Ἰησοῦν Χριστόν.
Τοῦ Κυρίου δεηθῶμεν.
Εὐχαριστοῦμέν Σοι τῷ Σωτῆρι ἡμῶν Θεῷ, Βασιλεῖ τῶν ἁπάντων, ὅτι ἐῤῥύσω πάντας
ἡμᾶς τῆς τοῦ θανάτου φθορᾶς τῇ παντουργικῇ δεξιᾷ Σου καί τήν μέχρις ᾍδου τῇ
πανώλει νόσῳ καταβᾶσαν πόλιν ἡμῶν ἀνύψωσας θεϊκῆ εὐσπλαγχνίᾳ. Εὐχαριστοῦμεν
Σοι, ὅτι παρ' ἐλπίδα πᾶσαν ἰασάμενος τά συντρίμματα ἡμῶν καί συνήγαγες αὖθις
ἡμᾶς καί ταύτην τήν γῆν κατεκόσμησας ἀνθρώπων, τό Σόν κράτος αἰνούντων. Καί νῦν
πανάγαθε Δέσποτα, ἡ πηγή τῶν ἀγαθῶν, ὁ ἀφθονοπάροχος ποταμός τοῦ ἐλέους, ὁ
παιδεύων καί μή θανατῶν, ὁ τούς καταπίπτοντας ἀνορθῶν καί τάς σωματικάς θλίψεις
διορθούμενος τῶν ἀνθρώπων, ἐπάκουσον τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καί ὡς
εὐῶδες θυμίαμα πρόσδεξαι προσαγόμενόν Σοι· καί προσδεξάμενος εὐμενῶς ἀνάπαυσον
δεόμεθα ἐν σκηναῖς τῶν ἐκλεκτῶν τάς ψυχάς τῶν διά τῆς λοιμώδους φθορᾶς
μεταστάντων, φίλων ὁμοῦ καί συγγενῶν, Ἱερέων, Ἱερομονάχων, παίδων, νεανίσκων,
πρεσβυτέρων, τῶν ἐκ πάσης ἡλικίας σχεδόν, γῆς τε καί μετοικεσίας, τῶν τότε
παρατυχόντων. Διατήρησον ὡς συμπαθής καί εἰς τό ἑξῆς ἀπό πάσης βλάβης λοιμοῦ,
λιμοῦ, σεισμοῦ, ἀνομβρίας, καταποντισμοῦ, δεσποτείας βαρβάρου, ἀλληλομαχίας
ἀσπόνδου, ἐμφυλίου πολέμου καί αἰφνιδίου θανάτου τήν τῷ Σῷ ἁγίῳ Ὀνόματι εὐσεβῶς
πεποιθῶσαν πόλιν καί νῆσον· καί μή δῴης Φιλάγαθε ταύτην δι' οἶκτον εἰς τέλος
ἐλθεῖν τῶν κακῶν, μή ἀπωλείᾳ παντελεῖ παραπέμψῃς· μή Δέσποτα πανάγιε, μή
ἀποστρέψῃς τό πρόσωπόν Σου ἀφ' ἡμῶν, μηδέ ἀκύρους ποιήσῃς τάς δεήσεις τῶν
ἱκετῶν Σου, ὁ δι' ἄκραν ἀγαθότητος ἐπικαμπτόμενος ἀεί, καί διδούς ὑπέρ ἐκ
περισσοῦ τοῖς χρήζουσιν, ὧν αἰτοῦσιν, ὡς ἀφθονοπάροχος τῶν ἀγαθῶν χορηγός καί
Θεός τῶν ἁπάντων. Μνήσθητι, ὅτι ἔργα χειρῶν Σου πάντες ἡμεῖς καί τό ὄνομά Σου
ἐπικαλούμεθα Πανοικτίρμον· διά τοῦτο ὡς ἀμνησίκακος, ἐπιλαθόμενος τῶν ἁμαρτιῶν
ἡμῶν, δι' ὧν τῷ τοιούτῳ ὀλεθρίῳ σοῖς δικαίοις ζυγοῖς κατεδικάσθημεν θανάτῳ,
κατάβαλε πᾶσαν πονηράν μηχανήν τοῦ ἐχθροῦ καθ' ἡμῶν κινουμένην· ἀποδίωξον πᾶσαν
ἀῤῥωστίαν καί ἀσθένειαν ἀφ' ἡμῶν τῷ πανσθενεστάτῳ Σου κράτει καί μή ὀλιγοστούς
ἡμᾶς, Σῶτερ, ποιήσῃς παρά πᾶσαν τήν γῆν τῶν ἐπί Σοί πεποιθότων. Ἐκνικάτω διά
παντός τό ἔλεος τῆς Σῆς φιλανθρωπίας, τό ἄμετρον πλῆθος τῶν ἡμετέρων
ἁμαρτημάτων, καί εἰς τό βέλτιον ἀποκαθιστανέτω πάντα τῆς γῆς ταύτης. Ἐνίσχυσον
πάντας ἡμᾶς ἐργαζομένους τάς ἐντολάς Σου βδελύττεσθαι τά πονηρά καί μνημονεύειν
τῆς Σῆς ἀπείρου φιλανθρωπίας, δι' ἧς ἐῤῥύσθημεν τοῦ παρελθόντος λοιμοῦ τῇ Σῇ
θείᾳ δυνάμει. Εἰρήνευσον ἡμῶν τήν ζωήν, στήριξον ἐν τῷ φόβῳ Σου τούς πάντας·
σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων Σου ἀγαθέ, εὐλόγησον τῶν χειρῶν ἡμῶν τά
ἔργα· χορήγησον πᾶσιν, ὡς τῶν καλῶν παροχεύς, πάντα τά πρός σωτηρίαν αἰτήματα
αὐτῶν, ὁ εἰδώς ἕκαστον καί τήν καρδίαν αὐτοῦ, οἶκον, καί τήν ἔνδειαν αὐτοῦ· καί
ἀξίωσον, λυτρωθέντες πάντων τῶν δυσχερειῶν, λατρεύειν Σοι καθαρῶς διά βίου
σεμνοῦ, καί προσκυνεῖν εὐσεβῶς τήν Σήν ἄμαχον παντοκρατορίαν· ἵνα καί διά τῶν
παρελθουσῶν καί διά τῶν ἐπιουσῶν χαρίτων καί δωρεῶν, μεθ' εἱλικρινοῦς καρδίας
καί ψυχῆς εὐχαριστοῦντες χρεωστικῶς τῇ Σῇ φιλευσπλάγχνῳ Δεσποτείᾳ, μεγαλύνωμεν
διηνεκῶς τό πανένδοξον καί μεγαλοπρεπές Ὄνομά Σου.
Σόν γάρ ἐστίν τό ἐλεεῖν καί σῴζειν
ἡμᾶς, Χριστέ ὁ Θεός, καί Σοί τήν δόξαν καί εὐχαριστίαν καί προσκύνησιν
ἀναπέμπομεν, σύν τῷ ἀνάρχῳ Σου Πατρί καί τῷ παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ Σου
Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα ἡ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου