Παράκλησις ΑΓΙΩΝ
ΛΕΥΚΑΔΟΣ.
Ὑπὸ Ἰωάννου Ἀναγνώστου τοῦ Ζαμπέλη
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὃτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἓνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Ἦχος
δ' . Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Ἡ ἱερά τῶν Λευκαδίων κοινότης, μετ' εὐφροσύνης εἰς ᾠδήν
συνελθοῦσα, ἁγιολέκτων σύλλογον τιμᾷ σεμνοπρεπῶς· τούτοις ἐγκαυχᾶται γάρ ὡς
πρός θείοις ἐφόροις, ὡς ἀπολαμβάνουσα ἐκ δεινῶν προστασίαν· οἷς ἀφορῶσα σπεύδει
εὐσεβῶς, προσορμισθῆναι πρός ὅρμον σωτήριον.
Δόξα. Ἦχος πλ. α'. Τόν συνάναρχον
Λόγον.
Λευκαδίων ὁ δῆμος ὁ χριστεπώνυμος, ᾠδαῖς καί ὕμνοις συντόνοις καί ἐγκωμίοις
τερπνοῖς, προστατῶν αὐτοῦ γεραίρει τήν ὁμήγυριν· οἵ καί ὡς τεῖχος ἀῤῥαγές, ἀπό
παντοίων προσβολῶν, ἄτρωτον ταύτην τήν νῆσον, διατηροῦσιν· ἀπαύστως, τῷ
Πανοικτίρμονι πρεσβεύοντες.
Καί νῦν. Θεοτοκίον.
Ἦχος δ'. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμὸς 50
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὃτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς. Σοὶ μόνω ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ‘Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὃτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ο ΚΑΝΩΝ
Οὗ
ἡ ἀκροστοιχίς· "Ἁγίοις αἴνεσιν Λευκάς ἀντιδωρεῖται. Ἰ(ωάννου)".
Ἧχος πλ. δ'. ᾨδή α'. Ὑγράν διοδεύσας.
Ἀνοίγων τό στόμα ἀδυνατεῖ, ἐπάξιον λόγον βροτός ἅπας
ἐξενεγκεῖν, Ἁγίους βουλόμενος ὑμνῆσαι, μή ἐκζητήσας τήν τούτων ἐνίσχυσιν.
Γηθόμενος σύμπας ὁ εὐσεβής, Λευκαδίων δῆμος, τούς
προστάτας αὐτοῦ πιστῶς, συνήχθη σύν πόθῳ ἀνυμνῆσαι· ὅθεν τήν τούτων αἰτεῖται
ἐπίῤῥωσιν.
Ἱλάσθητι Σῶτερ ἀναβοᾷ, ἡ Ἁγία Μαύρα, συγκαλοῦσα
ἀδελφικῶς, Ἑπτάνησον πᾶσαν Ἤπειρόν τε, καί Στερεάν εἰς ᾠδήν ἱκετήριον.
Θεοτοκίον
Οὐδόλως ἡττᾶται ὁ εὐσεβής, τήν σήν συμμαχίαν κεκτημένος
νικοποιόν· διό καί Λευκάς ἐν σοί θαῤῥοῦσα, Φανερωμένη οὐδέπω ἀπήλπισται.
ᾨδή γ'. Οὐρανίας ἀψίδος.
Ἱλασμός σωτηρίας, ἡ τοῦ Χριστοῦ δέδεικται, Μήτηρ καί τῆς νήσου Λευκάδος
τεῖχος ἀπόρθητον, ἀπό πασῶν προσβολῶν, παντοειδῶν πολεμίων· ὅθεν οἱ Λευκάδιοι,
ταύτην γεραίρουσιν.
Σαγηνεύει ἰχθύας, χάρις Θεοῦ ἔμφρονας· Παῦλος ἀλιεύς γάρ ἐδείχθη, ὅτε
ἐφήπλωσεν, ἐπί τῆς νήσου ἡμῶν, σωτηριώδη σαγήνην, μαθητάς κηρύξοντας, πέμψας
θεόφρονας.
Ἀναγγέλλων Ἀκύλας, τήν τοῦ Θεοῦ ἔνδοξον, μέσον τῶν βροτῶν παρουσίαν σύν ζήλῳ
ἔδραμε, πρός Λευκαδίων τήν γῆν, τόν θεῖον λόγον ἐνσπείρων, ἀσεβῆ ζιζάνια,
ἐκβάλλων πάραυτα.
Θεοτοκίον
Ἱερὰν ὑμνωδίαν, χρεωστικήν
πρόσδεξαι, πρό τῆς σῆς εἰκόνος
Παρθένε, ἣν σοὶ
Λευκάδιοι, ἀντιδωροῦνται πιστῶς,
πρὸς εὐεργέτην τάς δόσεις, Μῆτερ ἀποδίδοντες τῇ ἐξυμνήσει σου.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Εἶτα,
Κάθισμα. Ἦχος β'. Τά ἄνω ζητῶν.
Καρδίαις θερμαῖς τῇ πίστει προσδεόμενοι, Λευκάδιοι ἀεί
προσδέχονται ἐκλύτρωσιν, ἀλγηδόνων Ἅγιοι καί δεινῆς περιστάσεως πάντοτε· οὕς ἐκ
βυθοῦ μή παύσητέ ποτε, ἀνάγειν εἰς τόπους ἀναψύξεως.
ᾨδή δ'. Εἰσακήκοα Κύριε.
Ναῦς τό φῶς μετενήνοχεν, τῇ ἐσκοτισμένῃ Λευκάδι ἔχουσα,
ἐπ' αὐτῆς ποτ' ἐπιβαίνοντα, τόν εἰδωλομάχον Ἡρωδίωνα.
Ἐπισκόπῳ Σωσίωνι, υἱκόν ἐγκώμιον ἀπονείμωμεν, τῆς Λευκάδος οἱ οἰκήτορες, τῷ
θεοφιλῶς ἡμᾶς ποιμάναντι.
Συμβουλεύει εὐσέβειαν, τούς κατά Λευκάδα πιστούς Ἀγάθαρχος, κἀν Συνόδῳ
διεκήρυξεν, Ποιητήν οὐ κτῖσμα, τόν Θεάνθρωπον.
Θεοτοκίον
Ἰατρός Κόρη πέλουσα, τῶν καταφευγόντων σοι μετά
πίστεως, ταχινῶς ἀντιλαβοῦ ἡμῶν, ταῖς ψυχαῖς νοσούντων καί τοῖς σώμασιν.
ᾨδή ε'. Φώτισον ἡμᾶς.
Νᾶμα ζωηρόν, ἐκ τοῦ τάφου ἀνεπήγασεν, ἰατρείας τοῖς
πιστοῖς παντοδαπάς, τῶν Πατέρων παρεχόμενον τῇ χάριτι.
Λάμπει παμφεγγῶς, τῶν Πατέρων ἡ πεντάριθμος, καί
πανάρετος λυχνία σκοτισμόν, τῶν παθῶν εἰς τά στοιχεῖα διαλύουσα.
Ἔλαμψεν ἡμῖν, τῶν δογμάτων ἡ ἀλήθεια, τῶν Συνόδων τοῖς
σαφέσιν ὁρισμοῖς, ὧν μετέσχον Ζαχαρίας καί Πελάγιος.
Θεοτοκίον
Ὕψος νοητόν, ἀνελθεῖν οὐκ ἐξικνούμεθα, τῆς ἁγνείας σου
καί δώρων ἐκ Θεοῦ, Μαριάμ Φανερωμένη, οἷς κεκόσμησαι.
ᾨδή στ'. Τήν δέησιν ἐκχεῶ πρός Κύριον.
Κρυφίως τῶν Ἑνετῶν οἱ ἄρχοντες, κατασκόποις τόν Κοσμᾶν
ἀκολουθοῦσι, ὥστε πιστοῖς, βουληθέντα κηρῦξαι, ἐν τῇ Λευκάδι ἀπείργειν δυνήσεσθαι· ἀλλά ἡ Χάρις
τοῦ Θεοῦ, μετ' αὐτοῦ ὁμιλῆσαι ἡμᾶς ἠξίωσεν.
Ἁρπάγων τῇ νήσῳ ταύτῃ ἐλθόντων, πόθεν ἤλπισας Λευκάς
συμβεῖν σοι τοῦτο; ἐπί σοί γάρ, ὥσπερ λάφυρον ἤχθη, τό μυροβλῦζον καί πάντιμον
λείψανον, τοῦ ἐν πλωτῆρσιν ἀῤῥωγοῦ, ἱεροῦ Νικολάου τοῦ μάκαρος.
Σωρεία τοῖς θαυμασίοις σου μάκαρ, τῆς τοῦ δράκοντος
ἐνέδρας διεσώθη· ὅθεν ἡμᾶς, ἱεράρχα Δονάτε, τούς ἀσπασθέντας τό θεῖον σου
λείψανον, τοῦ πολεμίου σαῖς εὐχαῖς, τῶν παγίδων συντόμως ἐκλύτρωσαι.
Θεοτοκίον
Ἀῤῥώστοις τήν εὐρωστίαν προσδίδει, τῶν παθῶν ἀποσβεννύει
τάς φλογώσεις καί σεισμικάς, ἐκμειοῖ ἀπωλείας, πρός τούς πιστούς οὖς εὐήκοον
τείνουσα, ἡ τῶν Ἀγγέλων χαρμονή καί βροτῶν τό ἀκλόνητον ἕρεισμα.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Εἶτα,
Κοντάκιον. Ἦχος β'. Τοῖς τῶν
αἱμάτων σου.
Ὡς εὐφορίαν καί πλατυσμόν ἐν ταῖς θλίψεσιν, ἀναψυχήν τε
καί δρόσον ἐν καύσωνι, ὑμᾶς οἱ Λευκάδιοι ἔγνωσαν· ὅθεν πιστῶς ἐκβοῶσιν
ἑκάστοτε· ὑπέρ ἡμῶν πρεσβεύσατε Ἅγιοι.
Οἱ
Ἀναβαθμοί τοῦ δ' Ἤχου. Προκείμενον· θαυμαστός ὁ
Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος· Τοῖς Ἁγίοις τοῖς ἐν τῇ
γῇ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον τῆς 26ης Ὀκτωβρίου (Ἰω. ιε'17 - ιστ'2).
Δόξα. Ταῖς
τῶν θεοφόρων...
Καί νῦν. Ταῖς
τῆς Θεοτόκου...
Στίχος· Ἐλέησόν με ὁ Θεός...
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀποθέμενοι, πρός οὐρανούς τήν ἐλπίδα, ὅ ἐπόθουν
ἔλαβον ταῖς ἡμῶν πρεσβείαις πάντες Λευκάδιοι. Νόσων ἀπηλλάγησαν, σεισμικοῦ
κινδύνου, ἀνομβρίας τε ἐρύσθησαν καί οὐκ ἐνόθευσαν, πίστιν τήν ὀρθήν καί
σωτήριον. Διό καί νῦν εὐγνώμονες, σπεύδουσιν ὑμᾶς ἐπαινέσασθαι, καί θερμῶς
αἰτοῦνται, Χριστῷ ὑμᾶς πρεσβεύειν ἐκτενῶς, ὅπως δωρῆται ὡς εὔσπλαγχνος, θεῖον
αὐτοῦ ἔλεος.
Ὁ Ἱερεύς·
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν
σου· ἐπίσκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν
ὀρθοδόξων καί κατάπεμψον ἐφ' ἡμᾶς τά ἐλέη σου τά πλούσια· πρεσβείαις τῆς
παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας τῆς Πεφανερωμένης·
δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων
Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ ἁγίου ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ
Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων
Ἀποστόλων Παύλου τοῦ Πρωτοκορυφαίου, Ἀκύλα καί Ἡρωδίωνος, τῶν καί ἱδρυτῶν τῆς
Ἐκκλησίας ἡμῶν· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν μεγάλων οἰκουμενικῶν διδασκάλων καί
ἱεραρχῶν Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ
Χρυσοστόμου· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ
Ἐλεήμονος Πατριαρχῶν Ἀλεξανδρείας· Σωσίωνος, Ἀγαθάρχου, Ζαχαρίου καί Πελαγίου
ἐπισκόπων Λευκάδος· Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, Δονάτου
Εὐροίας, Νικῆτα Χαλκηδόνος, Βησσαρίωνος Λαρίσης καί Διονυσίου Αἰγίνης τῶν
θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Τιμοθέου καί Μαύρας· Γεωργίου
τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου Τήρωνος τοῦ Στρατηλάτου·
Μηνᾶ, Βίκτωρος καί Βικεντίου· Βαρβάρας, Κυριακῆς καί Ἰωάννου τοῦ νεομάρτυρος
τοῦ ἐκ Κονίτσης· τῶν Ἁγίων ἐνδόξων ἱερομαρτύρων Χαραλάμπους, Ἐλευθερίου, Ραφαήλ
τοῦ Ἰθακησίου καί Κοσμᾶ τοῦ Αἰτωλοῦ· τῶν Ὁσίων καί θεοφόρων Πατέρων ἡμῶν Λουκᾶ
τοῦ Στειριώτου, Ἰωακείμ τοῦ Ἰθακησίου, Θεοδώρου τοῦ Οὐσακώφ καί τῶν πέντε
Πατέρων τῶν ἐν Λευκάδι ἀσκησάντων· (τοῦ
ἁγίου τοῦ ναοῦ, ἐάν δέν ἐμνημονεύθη ἥδη)· τῶν Ἁγίων καί δικαίων
Θεοπατόρων Ἰωακείμ καί Ἄννης καί πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν σε, μόνε
Πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον (12άκις).
Ἐλέει καί οἰκτιρμοῖς καί φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου
Υἱοῦ, μεθ' οὗ εὐλογητός εἶ, σύν τῷ Παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ σου Πνεύματι,
νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
ᾨδή ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νηστευτής ἐγκρατεύων, ἀγρυπνῶν τῷ Δεσπότῃ σου
εὐηρέστησας· τό λείψανόν σου ὅθεν, τρανῶς ἐχαριτώθη, προσπηγᾶζον ἰάματα, τοῖς
προσιοῦσιν αὐτῷ, Λουκᾶ ὅσιε πάτερ.
Τριανδρία θεόφρων, ἐν σταδίῳ τήν πλάνην ὡς καταπτύσασα,
μαρτυρικοῖς στεφάνοις, κοσμεῖται αἰωνίως, δωρημάτων πηγάζουσα, τρίκρουνος ὥσπερ
πηγή, τοῖς εὐσεβέσι νᾶμα.
Ἰσοβίως Κυρίῳ, σεαυτόν Βησσαρίων πάτερ ἀνέθηκας· διό
καί παῤῥησίαν, αὐτοῦ ἔμπροσθεν ἔσχες καί ἐκβλύζει τό ἴαμα, κατά πανώλους
δεινῆς, ἡ ἱερά σου κάρα.
Θεοτοκίον
Δρακοντείου κρανίου, συντριβή τῷ τόκῳ σου Μῆτερ
γέγονας· Βελίαρ ἀβλαβῆ δέ, τηρεῖς καί τήν Λευκάδα, τήν πιστῶς σοι κραυγάζουσαν·
Χαῖρε ἡ σκέπη ἡμῶν, ἁγνή Φανερωμένη.
ᾨδή η'. Τόν βασιλέα.
Ὡς ἐλυτρώσω, τῆς τοῦ σεισμοῦ ἀπειλῆς με, Διονύσιε
Λευκάς ἀναβοᾷ σοι, ἐκ παντός κινδύνου ἀπήμονα συντήρει.
Ῥῦσαι Βαρβάρα, τήν ὑμνῳδούσαν σοι πόλιν, ἐκ παντοίας
περιστάσεως ὡς πάλαι, τῇ σῇ ἐπεμβάσει τῆς εὐλογιᾶς ἐρύσω.
Ἐπιποθοῦσα, ἡ μεγαλώνυμος Μαύρα, τῆς Χριστοῦ τυχεῖν ἀφθάρτου
Βασιλείας, ἐν σταυρῷ ὑψοῦται, τῷ ὁμοζύγῳ ἄμα.
Θεοτοκίον
Ἵλαθι Κόρη, τοῖς ταπεινοῖς σου ἱκέταις, εὐκατάνυκτον
ᾠδήν σοι προσιοῦσιν, τήν ἐμφάνειάν σου, ἐν λύπαις τ' αἰτουμένοις.
ᾨδή θ'. Κυρίως Θεοτόκον.
Τῇ θείᾳ σου εἰκόνι, ἡ κώμη σου καυχᾶται, ἱεροφάντα
Νικήτα πανόλβιε, ὡς θησαυρόν πολυτίμητον ταύτην φέρουσα.
Ἀθέους καταισχύνει, ἡ ἄθλησίς σου μάρτυς, Κυριακή καί
πιστούς προσκαλεῖται νῦν, εἰς εὐλογίαν Κυρίου, τοῦ σέ δοξάσαντος.
Ἰόνων αἱ χορεῖαι, τοῖς Λευκαδίοις αὖθις, συνενωθεῖσαι
ὑμνοῦσι Θεόδωρον, ἐλευθερίας γενόμενον τούτοις πρόξενον.
Θεοτοκίον
Ἰσόβια τά γέρα, προσφέρει ὁ λαός σου, ὡς ἰσοβίως
γινώσκων προστάτιν σε, Φανερωμένη Λευκάδος ἄμαχε πρόμαχε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια
Στέφος ἁγιόπλοκον ἡ Λευκάς, ἐπί κάρας φέρει καί
καυχᾶται σεμνοπρεπῶς· ὅθεν συνελθόντες, Λευκάδιοι τιμῶσιν, τήν μνήμην τῶν ἁγίων
πανηγυρίζοντες.
Πρέσβεις κεκτημένη ἐν οὐρανοῖς, μάρτυρας, πατέρας,
ἀποστόλους καί ἀσκητάς, τήν τε Θεοτόκον, Λευκάς ἐγκαυχωμένη, αὐτῶν νῦν
ἐγκωμίοις τιμᾷ τήν σύναξιν.
Νόσοι ἀπελαύνονται καί σεισμοῦ, παύονται δονήσεις, ἀλλοφύλων ἐπιδρομαί,
βλήματα ἐχθροῦ τε, οὐ ψαύονται Λευκάδος· προστάται γάρ ὑψόθεν ταύτην
φυλάττουσιν.
Δεῦτε τῆς Λευκάδος οἱ οἰκισταί, ὕμνους καί ἐπαίνους, μελῳδήσωμεν ἐν χαρᾷ,
καί εὐγνωμοσύνῃ, εὑρίσκοντες προστάτας, Ἁγίους τρισμεγίστους ἐν δείναις
πάντοτε.
Χαίρει εὐφροσύνως Ἁμαξική, σύν τῇ νήσῳ πάσῃ, λυτρωθεῖσα
φθοροποιῶν, νόσων καί ἀνάγκης, καί ἀπειλῆς παντοίας, ἁγίων δεχομένη ἄμυναν
ἄνωθεν.
Πρός δε
τούτοις, λέγε καί ὅσα βούλῃ ἐκ τῶν κάτωθι·
Κάλλος ὑπέρ ἔννοιαν γηγενῶν, Πεφανερωμένη, ἡ
εἰκών σου φεγγοβολεῖ· ὅθεν Λευκαδίων, οἱ ἐν φθορᾶς σκοτίᾳ, πεσόντες μετ'
ἐλπίδος σοί καταφεύγουσιν.
Μαύρα ἀμαυρώσασα τοῦ ἐχθροῦ, φάλαγγας δυσώδεις, πρός εὐώδη καλεῖτει νῦν, τούς
τήν νῆσον ταύτην οἰκοῦντας φιλαγίους, τούς πόθῳ τῇ εἰκόνι αὐτῆς προστρέχοντας.
Παῦλος ὁ
διδάσκαλος τῶν ἐθνῶν, ἐπί Λευκαδίαν πεπλησμένην ἐξ ἐθνικῶν, πέμπει ξυνωρίδα,
ἐνθέων ἀποστόλων, Θεοῦ εὐαγγελίσασθαι τό σωτήριον.
Κόρινθος ἀγάλλεται ἐπί σοί, συγγηθοῦσα Πόντῳ ,
γενετείρᾳ σου ἱερᾷ, καί Λευκάς συγχαίρει, Ἀκύλα ἀσπασθεῖσα, τήν θείαν
διδαχήν σου καί μεγαλύνει σέ.
Εἴδωλον ἐθραύσθη περιφανῶς, Ἡρωδίων μάκαρ τῇ
ἐνθέρμῳ σου προσευχῇ· ὅθεν Λευκαδίων, τά πλήθη ἐπιγνόντα, τόν ἐνισχύσαντά σε,
τούτῳ ἐλάτρευσαν.
Πρῶτον ἀρχιποίμενα τῶν πιστῶν, μάκαρ
Λευκαδίων, ὁ Παράκλητος ἐμφανῶς, ἔδειξε Σωσίων· δι' ὅπερ μή ἐλλίπῃς, Κυρίῳ
παρεδρεύειν, ὑπέρ τῆς ποίμνης σου.
Τῶν Ἀρχιερέων τήν καλλονήν καί τῶν Λευκαδίων ποιμενάρχην καί ἀῤῥωγόν· τῶν
αἱρετιζόντων στηλιτευτήν τόν μέγαν, Ἀγάθαρχον συμφώνως, νῦν ἐπαινέσωμεν.
Δόγματα Ἀρείου τά δυσεβῆ, πατάξαντες πάλαι,
μεγαλόφθογγοι τοῦ Θεοῦ, ῥήτορες Πατέρες, ἐδείχθητε· δι' ὅπερ, σύν
Ὀρθοδόξοις πᾶσι Λευκάς τιμᾷ ὑμᾶς.
Ἄνθρωπον παντέλειον καί Θεόν, ἕνα τῆς Τριάδος, ὡμολόγησαν τόν Χριστόν, μέσον
τῶν Συνόδων, ἡμῶν οἱ ποιμενάρχαι, ὁ θεῖος Ζαχαρίας καί ὁ Πελάγιος.
Χαίρει Αἰτωλία ἡ σή πατρίς, Ἤπειρός τε αἷμα, δεξαμένη σου τό σεπτόν, καί
Λευκάς συγχαίρει, ἐφ' ἧς οἱ ἱεροί σου, Κοσμᾶ ὁσιομάρτυς, πόδες ἐβάδισαν.
Πελαγοδρομοῦντες διηνεκῶς, Νικόλαε πάτερ, καί ποντούμενοι πειρασμοῖς,
τῷ σεπτῷ σου σκήνει, προσπίπτομεν αἰτοῦντες, ὅπως ἡμῖν συμπλεύσῃς καί ῥύσῃς ἅπαντας.
Δώρησαι Δονάτε θαυματουργέ, τοῖς ὑμνολογοῦσι, τήν ἁγίαν σου βιοτήν,
ἀρετήν εἰρήνην, μετάνοιαν ὑγείαν, καί πρός γαλήνης ὅρμον τούτους κατεύθυνον.
Δέδεκται ἱδρῶτα ἀσκητικόν, τοῦ Λουκᾶ καί σκῆνος, ὡς πολύτιμον δωρεάν,
φέρει Βοιωτία, ὅπερ καί Λευκαδῖται, τῆς νήσου διερχόμενον κατησπάσθησαν.
Βικέντιος Βίκτωρ καί ὁ Μηνᾶς, ἄνωθεν ῥωσθέντες, κατενίκησαν τόν ἐχθρόν, καί
χαριτωθέντες, Ἁγίας Μαύρας πόλιν, σεισμοῦ τῆς ἐπηρείας, ἄφθορον ἔδειξαν.
Ῥῦσαι τούς προστρέχοντας εὐλαβῶς, τῇ σεπτῇ σου κάρᾳ, Βησσαρίων θαυματουργέ,
ὥσπερ καί Λευκάδα, ἀπήλλαξας πανώλους, ὑγείαν τήν κατ' ἄμφω δούς δαψιλέστατα.
Δεῦτε ἡσυχίας τόν ἐραστήν, ἀνεξικακίας καί συγγνώμης ὑπογραμμόν, ἐκ σεισμοῦ
σωτῆρα, Λευκάδιοι πολῖται, Αἰγίνης Διονύσιον, ἀνυμνήσατε.
Ἄφθαρτα προτίσασα γεηρῶν, χάριν ἀπειλήφεις, ἀπαλάττειν
ἐκ τῆς φθορᾶς, νύμφη τοῦ Σωτῆρος, Βαρβάρα καλλιμάρτυς· διό καί
Λευκαδίους, νόσου διέσωσας.
Χαλκηδόνος πρόεδρον εὐλαβῶς, τόν καί νικηφόρον, ἐν
ἀγῶνι πνευματικῷ, μέλψωμεν προθύμως, τήν ἱεράν εἰκόνα, Νικήτα ἱεράρχου
οἱ ἀσπαζόμενοι.
Οὐδέν ἱκανώθη Κυριακήν, τῆς Χριστοῦ ἀγάπης,
ἀποστήσασθαι μηδαμῶς· τό Χριστῷ συνεῖναι, πρό τῆς σεπτῆς εἰκόνος, τῆς μάρτυρος
οὖν πάντες, αὐτῆς αἰτήσασθε.
Τῆς Ῥωσίας βλάστημα θαυμαστόν, καί τῶν Λευκαδίων ἀντιλήπτορα ἐν
δεινοῖς, Θεόδωρον πάντες,
ὑμνήσωμεν ἐκθύμως· ἰσάγγελον γάρ βίον, ἔσχεν ὁ πάντιμος.
Τεῖχος ἀναδέδειξαι τῶν πιστῶν, κατ' ἐχθρῶν παντοίων, ἀοράτων καὶ ὁρατῶν, Γεράσιμε
πάτερ· ὅθεν Ἀλῆν διώκεις, σῴους καὶ ἐλευθέρους ἀεὶ τηρῶν ἡμᾶς.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι
καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
Ἀπολυτίκιον. Ἦχος πλ. α'. Τόν συνάναρχον Λόγον.
Λευκαδίων ὁ δῆμος ὁ χριστεπώνυμος, ᾠδαῖς καί ὕμνοις
συντόνοις καί ἐγκωμίοις τερπνοῖς, προστατῶν αὐτοῦ γεραίρει τήν ὁμήγυριν· οἵ καί
ὡς τεῖχος ἀῤῥαγές, ἀπό παντοίων προσβολῶν, ἄτρωτον ταύτην τήν νῆσον,
διατηροῦσιν· ἀπαύστως, τῷ Πανοικτίρμονι πρεσβεύοντες.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε Λευκαδίων ἡ πληθύς, βέλεσιν ἐβάλλετο πάλαι, τοῦ πολεμήτορος, τότε οἱ
φιλάγιοι πόθῳ ἐδέοντο, θεοφόρου συνάξεως, ὁσίων μαρτύρων, κλεινῶν ἀποστόλων τε,
ἱεραρχῶν ἱερῶν, καί τῆς παναχράντου Μαρίας, ἥν Φανερωμένην καλοῦσιν· ὧν ταῖς
ἐνεργείαις διεσώθησαν.
Ἦχος πλ. δ'
Δέσποινα, πρόσδεξαι
τὰς δεήσεις τῶν
δούλων σου, καὶ λύτρωσαι
ἡμᾶς, ἀπὸ
πάσης ἀνάγκης
καὶ θλίψεως.
Ἦχος β'
Τὴν πᾶσαν
ἐλπίδα μου εἰς
σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ
τὴν σκέπην σου.
Δι' εὐχῶν
τῶν Ἁγίων
Πατέρων ἡμῶν...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου