Παράκλησις ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ
ΕΝΔΟΞΟΝ ΑΠΟΣΤΟΛΟΝ ΑΚΥΛΑΝ
Ὑπὸ Ἰωάννου ἀναγνώστου τοῦ Ζαμπέλη
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὃτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἓνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Ἦχος δ' . Ὁ
ὑψωθείς ἐν τῷ σταυρῷ.
Σύν Ἀποστόλοις συγχορεύων Ἀκύλα, τοὺς ὑμνητὰς σου ἐκ
παντοίων κινδύνων, τῇ σῇ δεήσει σῷζε παμμακάριστε, κράζει ἐν μιᾷ φωνῇ Λευκαδίων
ὁ δῆμος, τεῖχος ἀρραγέστατον, τὰς ἐντεύξεις σου ἔχων, τὴν δὲ θερμήν σου πάτερ
πρὸς Θεὸν, νῦν παῤῥησίαν, πλουτῶν ὡς θησαύρισμα.
Δόξα. Ἦχος
γ'. Θείας πίστεως.
Φῶς ἐνήστραψε θεογνωσίας, σκότος ἄθεον διασκεδάσας, ἐν
Λευκάδι Ἀκύλας ὁ ἔνθεος· καί εὐσεβείας σαργάνῃ χρησάμενος, ἰχθύων πλῆθος πρός
πίστιν ἐζώγρησεν· τοῦτον ἅπαντες συμφώνως ὕμνοις τιμήσωμεν, αὐτοῦ βίον τόν
ἅγιον μιμούμενοι.
Καί νῦν. Θεοτοκίον.
Ἦχος δ'. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὶ
γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμὸς 50
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὃτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ‘Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὃτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, Οὗ ἡ ἀκροστοιχίς· "Ὑμνολογεῖ
Ἀκύλαν Λευκὰς εὐγνωμονοῦσα".
Ἦχος πλ. δ'. ᾨδὴ α'. Ὑγρὰν διοδεύσας.
Ὑμνῆσαι βουλόμενοι εὐλαβῶς, Ἀκύλα τὸν βίον, καὶ τοὺς
κόπους σου ἐν χαρᾷ, συνήχθημεν ἅπαντες ἐνθάδε, τὴν σὴν ἀντίληψιν μάκαρ
αἰτούμενοι.
Μανίαν διώκει εἰδωλικήν, τῷ Λόγῳ Ἀκύλας, τῷ κηρύγματι
προσκαλῶν, εἰς ἔνθεον γνῶσιν ἔθνη πάντα, εἰς ποθητὴν ἐν Χριστῷ τε ἑνότητα.
Νοσοῦντας τὸ σῶμα καὶ τὴν ψυχήν, θερμῇ μεσιτείᾳ, πρὸς
τὸν μέγιστον Ἰατρόν, δαψίλευσον πᾶσι
θεραπείαν, τοῖς ἐπαινοῦσι Ἀκύλα τὴν μνήμην σου.
Θεοτοκίον
Ὁποίας ἐτύχομεν δωρεᾶς, Μῆτερ τοῦ Ὑψίστου,
προσδεχθέντες τὴν διδαχὴν, τοῦ θείου Ἀκύλα καὶ ἐκθύμως, εἰς τὸν Υἱὸν σου Παρθένε
πιστεύσαντες!
ᾨδὴ γ'. Οὐρανίας ἀψίδος.
Λευκαδίοις ἐφάνης, φωστὴρ λαμπρὸς πίστεως, σκότος
ἀθεΐας σκεδάζων, αἴγλῃ τῶν λόγων σου, Ἀκύλα ἔνδοξε, πανευκρινῶς ἐμφανίσας,
μάκαρ συμμορφούμενον, Πλάστην τῷ πλάσματι.
Ὁ πνοὴν ἐμφυσήσας, τῷ χοϊκῷ πρότερον, δόγματα ἀῤῥήτως
Ἀκύλα, ἔνδον σου ἔπνευσεν· ὧν ἀκροώμενος, τῶν Λευκαδίων ὁ δῆμος, Θεόν
ἀνεκήρυττεν τὸν κηρυττόμενον.
Γηραλέοις οἱ νέοι, καὶ μετ' ἀνδρῶν γύναια, τοῖς τε
γηγενέσιν οἱ ξένοι, ὁμονοήσαντες, πάντες τιμήσωμεν, ὑμνητικῶς τὸν Ἀκύλαν· ἐν
Λευκάδι ὤφθη γάρ, λύχνος τῆς Χάριτος.
Θεοτοκίον
Ἐν γαστρὶ συλλαβοῦσα, Ὃν λυτρωτὴν ἔτεκες, ὅρους τῆς
φθορᾶς ὑπερβᾶσα, Κόρη Μητρόθεε, νῦν παρ' ἡμῶν τὴν ᾠδήν, ὡς παρὰ τέκνων
προσδέχῃ· τὴν σὴν γὰρ κατέγνωμεν, Κόρη προμήθειαν.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντῶν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν
δούλων του
Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εἶτα,
Κάθισμα·
Ἦχος β'. Τά ἄνω ζητῶν.
Σκηνήν παρ' Αὐτῷ, Χριστός σοί παρεσκεύασεν, φαιδράν
ἐκλεκτήν καί Χάριτι περίδοξον. Ἐπί γῆς ἐδείχθης γάρ, καί τοῦ Παύλου μάκαρ
ὁμότεχνος, μεθ' οὗ πολεύεις νῦν λαμπρῶς, τοῦ Λόγου ὑπάρχων ῥήτωρ ἔνθεος.
ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.
Ἰσηγόρευσας ἔνδοξε, τῷ σῷ διδασκάλῳ καὶ ἐμαθήτευσας,
Λευκαδίων τὰ συστήματα, παρ' ὧν καὶ προσδέχῃ τὰ ἐγκώμια.
Ἀποστόλων ὁμόθρονος, ὡς
ὑπὲρ Χριστοῦ τὰ πάντα κατέλιπες, καὶ φωτίσας ἔθνη γέγονας, ἱερὲ Ἀκύλα
ἀξιΰμνητε.
Κῆρυξ ὤφθης τῆς Χάριτος, κεχαριτωμένος ἐν πᾶσιν ἅγιε, καὶ τοῦ Πνεύματος
ἀείῤῥοον, τοῖς ἀκροαταῖς σου Χάριν ἔνεμες.
Θεοτοκίον
Ὑπερτέρα ὑπάρχουσα, τάξεων ἀγγέλων καὶ βροτῶν Πάναγνε, κλῖμαξ γέγονας δι' ἧς
ἡμῖν, ἐξ ὕψους κατῆλθεν ὁ ἀπρόσιτος.
ᾨδὴ ε'. Φώτισον ἡμᾶς.
Λύει τὰ δεσμά, τῆς ἀγνοίας ἡ συνάντησις, ἐν Κορίνθῳ σοῦ
καὶ Παύλου τοῦ κλεινοῦ· φωτισθεὶς ὅθεν πυρσὸς ἐγένου ἔνθεος.
Ἄλλης βιοτῆς, ἀπαρχὴ Ἀκύλα γέγονε, ὁ τοῦ Παύλου ἐν
Κορίνθῳ
ξενισμός,
σοὶ καὶ πάσῃ τῇ κατ' οἶκον ἐκκλησίᾳ σου.
Νέκταρ τῆς ζωῆς, τῆς ξενίας σοὶ ἀντίδωρον, ὁ ὁμότεχνος
ἐν βίῳ παρασχών, καὶ ὁμόσκηνον ἐν πόλῳ σὲ κατέστησεν.
Θεοτοκίον
Λύτρωσις ἡμῖν, καὶ ὀξύτατον διάσωσμα, φανεροῦσαι καθ'
ἑκάστην Μαριάμ, τῇ εἰκόνι σου ἐν δειναῖς καταφεύγουσιν.
ᾨδὴ στ'. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.
Εἰργάσατο, παρὰ σοὶ καὶ ἔμεινεν, τῶν ἐθνῶν ὁ χριστοκῆρυξ Ἀκύλα, καὶ
κοινωνόν, τῆς πατρῴας μερίμνης, ἐκκλησιῶν σε πασῶν ἐποιήσατο· τὰ τέκνα ὅθεν σοὶ
ᾠδάς, υἱϊκὰς ὡς πατρὶ ἀναφέρομεν.
Ὑπέροχον, ἐπιστέλλων μνείαν σου, τοῖς πιστεύσασιν ὁ Παῦλος ποιεῖται, καὶ
μιμητάς, τῆς σεπτῆς ἀγωγῆς σου, τούτους γενέσθαι καλεῖ παμμακάριστε· ἀξίωσον
οὖν καὶ ἡμᾶς, ἐν παντί μιμηθῆναι Ἀκύλά σε.
Κορίνθιοι, καὶ Ῥωμαῖοι Πόντιοι, Ἐφεσίοις οἱ Λευκάδιοι
ἅμα, καὶ οἱ ἐν γῇ, νῦν ἁπάσῃ καλοῦνται, ἀναστροφῆς σου θεάσασθαι ἔκβασιν,
μιμήσασθαί δὲ καὶ τὴν σήν, πίστιν πάτερ Ἀκύλα
τρισόλβιε.
Θεοτοκίον
Ἀνάῤῥωσις, ἀσθενούντων Πάναγνε, τῶν ἐν δειναῖς κουφισμός τε καὶ ῥύστης, τῶν τε τῆς γῆς, δονημάτων ἡ παῦσις, καὶ ἐμπαθῶν λογισμῶν ἡ κατάσβεσις,
ὑπάρχεις· ὅθεν καὶ ἡμεῖς, μελῳδοῦμεν ᾠδὴν σοι εὐγνώμονα.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντῶν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εἶτα, Κοντάκιον·
Ἦχος β᾿. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Ταῖς διδαχαῖς σου Ἀκύλα θεσπέσιε, τῶν Λευκαδίων ψυχαὶ
κατηυγάσθησαν· ᾠδαῖς σοι διό προσφθεγγόμενοι, τὸν χριστομίμητον βίον σου
μέλπουσιν· αὐτῶν γὰρ ὑπάρχεις διδάσκαλος.
Εἶτα, Ἀναβαθμοί
τοῦ δ' ἤχου. Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ
φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν
Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Πᾶσα πνοή. Εὐαγγέλιον τοῦ Ὄρθρου, τὸ Α' ἑωθινόν·
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
(Μτθ. κη'16-20)
Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν
Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. καὶ ἰδόντες αὐτὸν
προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς
λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. πορευθέντες οὖν
μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ
Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην
ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ
αἰῶνος. Ἀμήν.
Δόξα. Ταῖς τοῦ Ἀποστόλου.
Καί νῦν. Ταῖς τῆς Θεοτόκου.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ
μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος
πλ. β'. Ὅλην ἀποθέμενοι.
Μὴ παρίδῃς ἔνδοξε, τὰς ἐκτενεῖς ἱκεσίας, τῶν
μαθητευσάντων
σοι, καὶ νῦν
ἐπαινούντων σε πολυΰμνητε· ἐν χορῷ ἤχθη γάρ, σύμπασα ἡ νῆσος, τῆς Λευκάδος
ἐπαινέσουσα, τὸν φωτιστὴν αὐτῆς, μνήμην ἐκτελοῦσα περίλαμπρον, δεήσεις
αἰτουμένη δέ, σοῦ πρὸ Θεοῦ τοῦ πανοικτίρμονος, ὅπως ἀπαλλάξῃ, τὴν νῆσον ἐκ
δεινῶν καὶ ἐκ σεισμοῦ, ταῖς διαπύροις ἐντεύξεσιν, σοῦ Ἀκύλα ἅγιε.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον (ιβ')
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ'.
Οἱ ἐκ τῆς Ἰουδαίας.
Συζευχθέντες ἐν βίῳ, γεηρῷ κἀν ἀλήκτῳ ζωῇ συνώφθητε,
Πρίσκιλλα καὶ Ἀκύλα, ὁμόχωροι πρὸ Θρόνου, τοῦ Θεοῦ παριστάμενοι, καὶ
εὐλογοῦντες ὁμοῦ, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἐν Κορίνθῳ ἐκ Ῥώμης, προσταγῇ βασιλέως μετεκομίσω ποτε·
ὑπείκων δὲ
τῷ Παύλῳ, εἰς Ἔφεσον ἐκεῖθεν, τῇ συζύγῳ συνέπλευσας· διὸ ἐκ γῆς πρὸς Θεόν,
Ἀκύλα ἀνηνέχθης.
Ὑπερεῖδες πατρίδα, ἀφορῶν εἰς τὰ ὕψη Ἀκύλα ἔνδοξε· ἐκ
τόπου γὰρ εἰς τόπον, σὺν τῇ σεπτῇ συζύγῳ, διερχόμενος ἔπειθες, τὸν Ἰησοῦν
προσκυνεῖν, ὡς Ἕνα τῆς Τριάδος.
Θεοτοκίον
Γεέννης αἰωνίου, καὶ παθῶν καθ' ἡμέραν λυτροῦσαι
Δέσποινα, τοὺς πόθῳ προσιόντας, τῇ σκέπῃ σου καὶ πίστει, ἐκ ψυχῆς ἀνακράζοντας·
ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η'. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Νῆσον
Λευκάδα, τὸ κήρυγμά σου φαιδρύνει, πρὸς τὴν ἄληκτον φαιδρότητα Ἀκύλα, τρίβον
ἐκλάμπρυνον, τὴν πρὶν ἐσκοτισμένην.
Ὡς θεηγόρος, τοῖς Λευκαδίοις ὡμίλεις, καὶ Θεῷ Ἀκύλα νῦν
παῤῥησιάζῃ· λάλησον οὖν ἔνδον, ἡμῶν λόγον Κυρίου.
Μὴ διαλίπῃς, δεητικῶς παρεδρεύειν, ὑπερένδοξε ὑπὲρ τῶν
μαθητῶν σου, θεόφρον Ἀκύλα, πρὸ θρόνου τοῦ ἁγίου.
Θεοτοκίον
Ὅλος ὑπάρχει, Θεὸς καὶ ἄνθρωπος ὄντως, ὁ ἐκ σοῦ σάρκα
λαβών Θεοκυῆτορ· Ὅν καὶ εὐλογοῦμεν, χείλεσι καὶ καρδίαις.
ᾨδὴ θ'. Κυρίως Θεοτόκον.
Νεώριον συνέστη, παρ' ἀλὸς Λευκάδος, ἐν ᾧ ὀλκὰς
σωτηρίας ἐσκεύασται, τοῖς ἐξ ἐθνῶν τοῦ Ἀκύλα, Χριστὸν κηρύσσοντος.
Ὁμόφθογγος συστᾶσα, Λευκὰς ἐν τῇ μνήμῃ, τοῦ θεοφόρου
Ἀκύλα ἀνέμελψεν, ὕμνον εὐγνώμονα ταύτῃ, καὶ χαριστήριον.
Ὑμνῆσαι ἐπαξίως, τὰ κατορθώματά σου, γλῶτταν βροτῶν
ἐξαρκέσαι ἀδύνατον· καὶ γὰρ ἀτέρμονα ταῦτα, Ἀκύλα ὤφθησαν.
Σαθρὰ τὰ εἰδωλεῖα, τῷ λόγῳ σου ἐποίεις, τὰ ἀληθῆ
μεγαλύνων διδάγματα, βυθοῦ ἀνέλκων τὰ ἔθνη, πρός γνῶσιν πάνσοφε.
Θεοτοκίον
Ἀνήγαγες
ἐκ πλάνης, πάντας τῷ σῷ τόκῳ, καὶ τὴν ἀγήρω ζωὴν ὡοίησας, ὡς ἡμῖν πάλαι Ἀκύλας,
τρανῶς ἐδίδαξεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια·
Κόρινθος ἀγάλλεται ἐπὶ σοί, συγγηθοῦσα Πόντῳ ,
γενετείρᾳ σου ἱερᾷ, καὶ Λευκὰς συγχαίρει, Ἀκύλα ἀσπασθεῖσα, τὴν θείαν διδαχὴν
σου καὶ μεγαλύνει σέ.
Ὡς ὑπὸ τοῦ Παύλου μαθητευθείς, καὶ ὑπὲρ τοῦ Λόγου τὸν
σὸν τράχηλον ὑποθείς, τὸν δὲ θεῖον δρόμον, ἀνδρείως ἐκτελέσας, Ἀκύλα παρὰ
πάντων, δέχῃ τὸν ἔπαινον.
Πλάνην ἀμαυρώσας τὴν δυσεβῆ, ὡς ἱεροκῆρυξ, καὶ
διδάσκαλος τῶν ἐθνῶν, μιμητὴς ἐγένου, τοῦ Παύλου θεοφόρε, πλησθείς ἐνθέου ζήλου,
Ἀκύλα ἔνδοξε.
Νῦν ἐγκωμιάζει σὲ ἡ Λευκάς, φῶς θεογνωσίας, δεδεγμένη
περιφανῶς, ἱερὲ Ἀκύλα· καὶ γὰρ τῇ διδαχῇ σου, ἀθέων τὰ σεβάσματα, ἡρημώθησαν.
Δεῦτε μεγαλύνωμεν οἱ πιστοί, θείαν διπλοΐδα,
στεφανοῦντες ὑμνητικῶς, τὸν σεπτὸν Ἀκύλαν, σὺν τῇ σεμνῇ Πρισκίλλῃ, Χριστοῦ τῆς
πολιτείας τὰ ὑποδείγματα.
Ποῖος ἐξαρκέσει θαυμαστικός, λόγος θεοφόρε ἀνυμνῆσαι
σὴν βιοτήν, ἄμα σοῦ τοῖς κόποις, ὑπὲρ τῆς Ἐκκλησίας, ἀπόστολε Ἀκύλα,
ἀξιοθαύμαστε.
Πᾶσαι Λευκαδίων αἱ γενεαί, σοὶ εὐγνωμονοῦσιν, καὶ
γεραίρουσιν ἐν ᾠδαῖς, τοὺς κόπους τὸ αἷμα , καὶ τὰ κηρύγματὰ σου, δι' ὧν τὴν
καινὴν πίστιν, μάκαρ ἐτράνωσας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι
καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου,
ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἦχος γ'. Θείας πίστεως.
Φῶς ἐνήστραψε θεογνωσίας, σκότος ἄθεον διασκεδάσας, ἐν
Λευκάδι Ἀκύλας ὁ ἔνθεος· καί εὐσεβείας σαργάνῃ χρησάμενος, ἰχθύων πλῆθος πρός
πίστιν ἐζώγρησεν· τοῦτον ἅπαντες συμφώνως ὕμνοις τιμήσωμεν, αὐτοῦ βίον τόν
ἅγιον μιμούμενοι.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας Λευκαδίους συγκαλεῖ, ἡ τοῦ φωτιστοῦ αὐτῶν μνήμη,
καὶ συνευφραίνει τρανῶς· ὅθεν ἀνακράζουσι χαρμονικῶς ἐν χορῷ· θεηγόρε
μεσίτευσον, Χριστῷ Ὅν ἐδήλους, διὰ τοῦ κηρύγματος, ᾧ παῤῥησίαν τἀνῦν, ἔχεις καὶ
δυσώπει ἀπαύστως, ὅπως λυτρωθῶμεν κινδύνων, οἱ σὲ νῦν Ἀκύλα μεγαλύνοντες.
Ἦχος πλ. δ'
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β'
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι' εὐχῶν τῶν
Ἁγίων Πατέρων ἡμῶν...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου