Παράκλησις Παν.
ΣΙΤΟΔΟΤΡΙΑΣ.
ἐπί τῆς
δυσπραγίας καί κρίσεως
τῆς Ἑλλάδος
Εὐλογητός ὁ Θεός
ἡμῶν, πάντοτε, νῦν καί ἀεί
καί εἰς τούς
αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὃτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἓνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τά
παρόντα Τροπάρια.
Ἦχος δ’. Ὁ ὑψωθείς
ἐν τῷ Σταυρῷ.
Σιτοδοτρίας
τῆς Θεοτόκου Εἰκόνι,* οἱ
ἐν κινδύνοις, δυσπραγίᾳ καί
πόνοις* ὑπάρχοντες,
προσπίπτωμεν ἐν πίστει
πολλῇ·* Δέσποινα βοήθησον* ἐκβοῶντες
ἐν τάχει,* τόν ζυγόν
τῆς θλίψεως* ἀφ’ ἡμῶν ἀραμένη·* Σέ
γάρ μητέρα ὁμολογοῦμεν, Ἀγαθή,* καί τῇ Σῇ σκέπῃ*
ὡς νήπια σπεύδομεν.
Δόξα. Ἀπολυτίκιον τῆς Σιτοδοτρίας.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῇ σεπτῇ
Σου Εἰκόνι Σιτοδοτρίας
προσπίπτωμεν,* κλίνοντες τό γόνυ, Παρθένε,* τῆς ψυχῆς
καί τοῦ σώματος·* δεόμενοι ἀντιλήψεως, Ἁγνή,*
πρεσβείαις πρός Υἱόν
Σου καί λιταῖς·* ἵνα
τύχωμεν, Παρθένε, τῆς παρ’ Αὐτοῦ*
πλημελημάτων ἀφέσεως.* Δόξα
τοῖς μεγαλείοις Σου,
Σεμνή,* δόξα τοῖς θαυμασίοις
Σου,* δόξα ὑπερβαλόντως, Κόρη, τῇ
δυναστείᾳ Σου.
Ἀπολυτίκιον τοῦ ἁγ. Ἀμβροσίου τῆς
Ὄπτινα.
Ἦχος ὁ αὐτός.
Τῶν ἐν Ὄπτινᾳ
Γερόντων ἀνυμνοῦμεν τόν
πρύτανην,* τόν ἐν
ἁγιότητι μέγαν,* θεοφόρον Ἀμβρόσιον·*
καί τούτου τῇ
Εἰκόνι τῇ σεπτῇ*
Σιτοδοτρίας τῆς Παρθένου,
εὐλαβῶς* προσπίπτωμεν κινδυνεύοντες
οἱ πιστοί,* μετά θέρμης
ἀναβοῶντες·* πρόφθασον ταῖς λιταῖς
Σου πρός Θεόν,* ἄρον
δεινήν περίστασιν,* ἔπαρον
ὑπέρ ἡμῶν τάς
χεῖρας, Ὅσιε.
Καί νῦν. Ἦχος δ’. Ὁ
ὑψωθείς.
Τῇ Θεοτόκῳ ὡς
μητρί ἐκβοῶμεν,* οἱ τυραννούμενοι
ἐχθροῦ δυναστείᾳ,* τῇ θεϊκῇ Σου
σκέπασον ἀγάπῃ ἡμᾶς·* σπεῦσον, Κόρη, ῥύσασθαι* τῶν
τοῦ Βελίαρ παγίδων*
καί τῆς περιστάσεως*
καί τῆς δαιμόνων μανίας·* Σύ
γάρ ὑπάρχες Σιτοδότρια ἡμῶν,* πάντων προστάτις,* σκέπη
τε καί
ἀντίληψις.
Ψαλμὸς 50
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὃτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς. Σοὶ μόνω ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ‘Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὃτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα
ψάλλομεν ἐξ ὑπαμοιβῆς,
πραείᾳ τῇ φωνῇ
καί ἐν εὐλαβείᾳ, τόν
παρόντα Κανόνα, οὗ ἡ
ἀκροστιχίς «ΕΙΚΟΝΙ ΣΙΤΟΔΟΤΡΙΑΣ ΠΡΟΣΠΙΠΤΩ. ΑΝΤΩΝΙΟΣ».
Ὠδή
α’. Ἦχος πλ. δ’. Ὁ
Εἱρμός. Ὑγράν διοδεύσας.
Ὑπεραγία Θεοτόκε σῶσον
ἡμᾶς.
Εἰκόνι Σου, Παρθένε, οἱ ἐν πειρασμοῖς* ὑπάρχοντες,
Κόρη,* Θεοπόθητε Μαριάμ,* προσπίπτωμεν·
Σοί τάς
ἱκεσίας,* ὡς εἰς Μητέρα
προσφέροντες, Δέσποινα.
Ὑπεραγία Θεοτόκε σῶσον
ἡμᾶς.
Ἰδεῖν τοῦ Υἱοῦ
Σου τήν φοβεράν*
ἡμέραν, Παρθένε,* καταξίωσον
Σαῖς λιταῖς·* καί
Τοῦτον ὄμματι ἐλέους,* Σαῖς
ἱκεσίαις κατάστησον βλέποντα.
Δόξα.
Κυρία
Παρθένε χῶρας ἡμῶν*
κρίσιν δεινοτάτην* καί τόν
πόνον καί τήν
φθοράν* ἀπέλασον καί
τήν ἁμαρτίαν,* τήν
ταῦτα πάντα ἡμῖν προκαλέσαντα.
Καί νῦν.
Ὁδὸνμετανοίας καὶ
ἐπιστροφῆς* εὑρεῖν, Θεοτόκε,* καθο-
δήγησον Σαῖς
λιταῖς,* δεόμεθα καί πρός
τόν Υἱόν Σου,* Σύ
ἡμᾶς ὁδήγησον, ὡς
Ὁδηγήτρια.
Ὠδή γ’. Ὁ Εἱρμός. Οὐρανίας ἀψίδος.
Ὑπεραγία Θεοτόκε σῶσον
ἡμᾶς.
Ναῷ, Παρθένε, τεμένει* τῷ ἐν τῇ Ὄπτινᾳ κείμενον,*
ἐν ὅ
ἡ Σῆ Εἰκών
ἡ ἁγία ἀποθησαύρισται,* τά νῦν
προσφεύγομεν* οἱ Ὀρθόδοξοι,
κακεῖσε* τήν δέησιν
προσφέρομεν* Σοί τῇ Μητρί
ἡμῶν.
Ὑπεραγία Θεοτόκε σῶσον
ἡμᾶς.
Ἴδε, Κόρη Ἁγία,*
τούς τῇ
Εἰκόνι Σου σπεύδοντας*
καί δεινοῦ ἄλγους
καί λύπης* ἡμᾶς
ἀπάλλαξον,* τούς τῇ Σῇ
χάριτι* γονυκλινῶς αἰτουμένοις·*
πρόφθασον, ἀπάλλαξον* ἡμᾶς
πρεσβείαις Σου.
Δόξα.
Σῇ Εἰκόνι τῇ θείᾳ,* Μαρία, ὦ Σιτοδότρια,* σπεύδομεν οἱ ἐν θλίψεσι
πάντες* καί ἐν
κρίσει ὑπάρχοντες·* αὐτῇ γάρ
δέδοκας* πλουσίαν τήν
Σήν χάριν,* ἧν ἡμῖν
ἐπόμβρισον,* Ἁγία Δέσποινα.
Καί νῦν.
Ἴδε πάντας,
Παρθένε,* τούς τῇ σκέπῃ Σου
σπεύδοντας* καί θερμῶς
αἰτουμένους Σῆς ἀντιλήψεως·* ἄρον τό
ἄχθος τά νῦν* ἀπό τῆς
χώρας, Παρθένε,* ἵνα
ἀνυμνοῦμεν Σε,* ὦ Σιτοδότρια.
Διάσωσον,* τούς Σύ προσπίπτοντας, Σιτοδότρια Κόρη,*
εἰκόνι Σου γάρ τῇ σεπτῇ*
ἐπισκιάζει* ἀφθόνως ἡ Σῆ χάρις.
Ἐπίβλεψον* ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε,* ἐπί
τήν ἐμήν χαλεπήν
τοῦ σώματος κάκωσιν*
καί ἴασαι* τῆς
ψυχῆς μου τό
ἄλγος.
Ὁ
Ἱερεύς τήν κάτωθι
δέησιν, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις:
Ἐλέησον ἡμᾶς, ὁ
Θεός, κατά τό μέγα
ἔλεός Σου, δεόμεθά Σου,
ἐπάκουσον καί ἐλέησον.
Ἔτι δεόμεθα, ὑπέρ
τοῦ Ἀρχιεπισκόπου ἡμῶν
(δεῖνος) καί πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος.
Ἔτι δεόμεθα,
ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καί ἀφέσεως τῶν
ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί
Ὀρθοδόξων Χριστιανῶν.
Ἔτι δεόμεθα
καί ὑπέρ τῶν
δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται
τά ὀνόματα τῶν
ὑπέρ ὧν ἡ
Ἱερά Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καί
φιλάνθρωπος Θεός ὑπάρχεις
καί Σοί τήν
δόξαν ἀναπέμπομεν, τῷ Πατρί
καί τῷ Υἱῷ
καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί
ἀεί καί εἰς
τούς αἰῶνας τῶν
αἰώνων.
Ὁ χορός. Ἀμήν.
Κάθισμα. Ἦχος β’. Τά ἄνω ζητῶν.
Σιτοδοτρίας
τῇ σεπτῇ* Εἰκόνι
νῦν προσπίπτωμεν,* οἱ ἐν
πόνῳ ψυχῆς* καί
ἀνάγκῃ ἐνυπάρχοντες* καί δι’ αὐτῆς
αἰτούμεθα* τῆς Θεοτόκου
τό ἄμετρον ἔλεος*
καί τήν ταχεῖαν
Ταύτης συνδρομήν* καί
τήν βεβαίαν* Αὐτῆς
ἀντίληψιν.
Ὠδή δ’. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.
Ὑπεραγία Θεοτόκε σῶσον
ἡμᾶς.
Τῆς Ἑλλάδος προστάτιδα,* Ὀρθοδόξων πάντων
τήν ἀντιλήπτορα* καί
τήν κόσμου χαρᾶς
πρόξενον,* Θεοτόκε Σέ κηρύττομεν.
Ὑπεραγία Θεοτόκε σῶσον
ἡμᾶς.
Τῇ ἐν
Ὄπτινᾳ Εἰκόνι* τῆς
Παρθένου προσπίπτωμεν* οἱ ἐν
θλίψεσι ὑπάρχοντες,* αἰτούμενοι
ἄχθους βαρυτάτου ἀπολύτρωσιν.
Δόξα.
Δέησιν καί ὕμνον
τε,* τόν πρός
Σέ, Παρθένε, μή ὑπερείδης μου·* ἀλλά
σπεῦσον ὡς φιλόστοργος,*
Ἄνασσα, καί ἐλέησον
τόν κάμνοντα.
Καί νῦν.
Ὅλος ἐν βορβόρῳ
νῦν,* τόν τῆς ἁμαρτίας, ὡς
κύων εὕροιμι* καί
ἐκεῖσε κυλιώμενος,* τοῦ ἐλέους
Σου τυγχάνω ἀνεπίδεκτος.
Ὠδή ε’. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς.
Ὑπεραγία Θεοτόκε σῶσον
ἡμᾶς.
Ταῖς τῆς Σῆς
Μητρός* ἱκεσίαις, Πολυέλεε,* Ἀμβροσίου
τε δεήσῃ τοῦ
σεπτοῦ,* ἐφ’ ἡμᾶς τούς δεομένους
νῦν ἐπίβλεψον.
Ὑπεραγία Θεοτόκε σῶσον
ἡμᾶς.
Ῥῦσαι
πειρασμοῦ* καί θλιβούσης
περιστάσεως,* Σῆς Μητρός ἐπικαμπτόμενος Χριστέ,* μεσιτείᾳ καί
πρεσβείᾳ καί δεήσεσι.
Δόξα.
Ἴδε τήν ἡμῶν* δυσπραγίαν ὡς Φιλάνθρωπος,* τῆς
Μητρός Σου ἐπικαπτόμενος Σωτήρ* τῇ
πρεσβείᾳ, ὅτι Αὐτῇ νῦν
καταφεύγωμεν.
Καί νῦν.
Ἆρον ἀφ’
ἡμῶν* τόν ζυγόν
τῶν ξένων Κύριε, μεσιτείᾳ τῆς
Πανάγνου καί λιταῖς,* Σιτοδοτρίας γάρ τῇ
Εἰκόνι νῦν προσπίπτωμεν.
Ὠδή στ’. Ὁ Εἱρμός. Τήν
δέησιν.
Ὑπεραγία Θεοτόκε σῶσον
ἡμᾶς.
Σωθῆναι*
ἀπό τῆς κρίσεως
ἐλπίζομεν,* οἱ πολλαπλῶς πταίοντες
τῷ Κυρίῳ·* Σιτοδοτρίας γάρ
προσπεσόντες τῇ Εἰκόνι,* τῇ Θεοτόκῳ
μετά δακρύων προσφεύγομεν,* αἰτούμενοι τήν
παρ’ Αὐτῆς* πρός τόν
Θεόν μεσιτείαν καί
ἔλεος.
Ὑπεραγία Θεοτόκε σῶσον
ἡμᾶς.
Παντοίων
με* πόνων ψυχῆς
ἀπάλλαξον* καί κακώσεων, τραυμάτων τε, Παρθένε·* Σιτοδοτρίας γάρ τῇ
Εἰκόνι
προσπίπτων,* τήν παρά Σοῦ
αἰτοῦμαι βοήθειαν·* καί
Σέ θαυμάτων τήν
πηγήν* ὁμολογῶ καί
κηρύττω, Πανύμνητε.
Ὑπεραγία Θεοτόκε σῶσον
ἡμᾶς.
Ῥωσίας τε* καί
Ὀρθοδόξων ἁπάντων,* τά Σά
θαυμάσια κηρύσσουσι προστάτην·*
καί τριχομένων κακίαις
παντοίαις* καί ὀχλουμένων
Βελίαρ προσκρούσεσι·* καί
πάντων τῶν ἐν
συμφοραῖς,* μόνη βοήθεια πέλεις, Θεόνυμφε.
Δόξα.
Ὅρμησον* τήν
ψυχήν μου, Παρθένε,* εἰς λιμένα
ἀσφαλῆ σωτηρίας,* ταῖς
Σαῖς θερμαῖς πρός
Θεόν ἱκεσίαις* καί τῇ πρεσβείᾳ
Σου τήρησον ἄτρωτον·*
καί ἐπί πέτραν
ἀσφαλῇ* τῆς πρός
Υἱόν Σου πίστεως, Ἄχραντε.
Καί νῦν.
Συμπνίγομαι*
ταῖς τοῦ βίου
πάθεσι* τοῖς ἀκαθάρτοις, ἅ μολύνουσι, Μήτερ,* τήν
ἐν ἐμοί τοῦ
Κυρίου εἰκόνα·* ἀλλά Σύ
δέομαι, Κόρη, ἀποκάθαρον,*
ταῖς δάκρυσι καί
στενα-γμοῖς,* ἅ δώρησαί μοι, σεπτή
Σιτοδότρια.
Διάσωσον,* τούς
Σύ προσπίπτοντας, Σιτοδότρια
Κόρη,* Εἰκόνι Σου γάρ
τῇ σεπτῇ* ἐπισκιάζει
ἀφθόνως ἡ Σῆ χάρις.
Ἄχραντε,* ἡ διά λόγου
τόν Λόγον ἀνερμηνεύτως,* ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον,* ὡς ἔχουσα*
μητρικήν παρρησίαν.
Ὁ
Ἱερεύς μνημονεύει ὡς δεδήλωται, ἡμῶν ψαλλόντων
τό Κύριε ἐλέησον δωδεκάκις καί
μετά τήν ἐκφώνησιν:
Κοντάκιον. Ἦχος γ’. Τήν ὡραιότητα.
Σεπτήν Εἰκόνα
Σου,* Ὄπτινας καύχημα* τιμῶμεν,
Δέσποινα,* Σοί ἀναμέλποντες* ὠδάς καί
ὕμνους, Ἀγαθή,* πρεσβείας
Σου ἐξαιτοῦντες·* πᾶσι γάρ θαυμάσια*
ἐκτελεῖ Σόν ἐκτύπωμα,* προσαγορευόμενον* παρ’ ἡμῶν
Σιτοδότρια·* καί νῦν ὑπέρ
ἡμῶν ἐκδυσώπει* τόν
Υἱόν Σου Θεοτόκε.
Καί εὐθύς τό
Προκείμενον
Μνησθήσομαι τοῦ
ὀνοματός σου* ἐν
πάσῃ γενεᾷ καί
γενεᾷ. (Δίς).
Στίχ. Ἄκουσον,
Θύγατερ, καί ἴδε
καί κλῖνον τό
οὗς Σου καί
ἐπιλάθου τοῦ λαοῦ
Σου καί τοῦ
οἴκου τοῦ πατρός
Σου καί ἐπιθυμήσει
ὁ Βασιλεύς τοῦ
κάλλους Σου.
Μνησθήσομαι τοῦ
ὀνόματός σου* ἐν
πάσῃ γενεᾷ καί
γενεᾷ.
Ὁ
Ἱερεύς:
Καί ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς
τῆς ἀκροάσεως τοῦ
ἁγίου Εὐαγγελίου, Κύριον τόν
Θεόν ἡμῶν ἱκετεύσωμεν.
Ὁ χορός: Κύριε ἐλέησον (γ’).
Ὁ Ἱερεύς:
Σοφία. Ὀρθοί ἀκούσωμεν τοῦ
ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὁ χορός: Καί τῷ
πνεύματί σου.
Ὁ Ἱερεύς:
Ἐκ
τοῦ κατά Λουκᾶν
ἁγίου Εὐαγγελίου, τό ἀνάγνωσμα. Σοφία, πρόσχωμεν.
Ὁ χορός: Δόξα Σοι, Κύριε,
δόξα Σοι.
Ἐν ταῖς ἡμέραις
ἐκείναις, ἀναστᾶσα Μαριάμ,
ἐπορεύθη εἰς τήν
Ὀρεινήν μετά σπουδῆς, εἰς πόλιν Ἰοῦδα. Καί
εἰσῆλθεν εἰς τόν
οἶκον Ζαχαρίου καί
ἠσπάσατο τήν Ἐλισάβετ. Καί
ἐγένετο, ὡς ἤκουσεν Ἐλισάβετ
τόν ἀσπασμόν τῆς
Μαρίας, ἐσκίρτησε τό βρέφος
ἐν τῇ κοιλίᾳ
αὐτῆς. Καί ἐπλήσθη Πνεύματος
Ἁγίου ἡ Ἐλισάβετ
καί ἀνεφώνησε φωνῇ
μεγάλῃ καί εἶπεν. Εὐλογημένη σύ
ἐν γυναιξί καί
εὐλογημένος ὁ καρπός
τῆς κοιλίας σου. Καί
πόθεν μοι τοῦτο, ἵνα
ἔλθῃ ἡ μήτηρ
τοῦ Κυρίου μου
πρός με; Ἰδού γάρ, ὡς
ἐγένετο ἡ φωνή
τοῦ ἀσπασμοῦ σου
εἰς τά ὦτά
μου, ἐσκίρτησε τό βρέφος
ἐν ἀγαλλιάσει ἐν
τῆ κοιλίᾳ μου. Καί
μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται
τελείωσις τοῖς λελαλημένοις
αὐτῇ παρά Κυρίου. Καί
εἶπε Μαριάμ. Μεγαλύνει ἡ
ψυχή μου τόν
Κύριον καί ἠγαλλίασε
τό πνεῦμα μου
ἐπί τῷ Θεῷ
τῷ σωτῆρί μου. Ὅτι
ἐπέβλεψεν ἐπί τήν
ταπείνωσιν τῆς δούλης
Αὐτοῦ. Ἰδού γάρ ἀπό
τοῦ νῦν μακαριοῦσί
με πᾶσαι αἱ
γενεαί· ὅτι ἐποίησέ μοι
μεγαλεῖα ὁ Δυνατός
καί ἅγιον τό
ὄνομα Αὐτοῦ. Ἔμεινε δέ
Μαριάμ σύν αὐτῇ
ὡσεί μῆνας τρεῖς
καί ὑπέστρεψεν εἰς
τόν οἶκον αὐτῆς.
Ὁ χορός: Δόξα Σοι, Κύριε,
δόξα Σοι.
Δόξα. Ἦχος β’.
Ταῖς τῆς
Θεοτόκου* πρεσβείαις, Ἐλεῆμον,* ἐξάλειψον τά
πλήθη* τῶν ἐμῶν
ἐγκλημάτων.
Καί νῦν.
Τῆς Σιτοδοτρίας*
πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον
τά πλήθη* τῶν
ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον,
ἐλέησόν με ὁ
Θεός κατά τό
μέγα ἔλεός Σου
καί κατά τό πλῆθος
τῶν οἰκτιρμῶν Σου
ἐξάλειψον τό ἀνόμημά
μου.
Ἦχος πλ. β’. Ὅλην
ἀποθέμενοι.
Ὄλβον
ἀναφαίρετον,* τήν θαυμαστήν Σου
Εἰκόνα,* ἡ Ῥωσία
ἔχουσα,* θείᾳ εὐδοκίᾳ Σου,* Κόρη
Πάντιμε·* ἐν Ὄπτινᾳ αὗτη γάρ,* ὑπό
Ἀμβροσίου* ἱστορήθη ἵνα
πάντοτε* ἡμῖν ὑπομιμνήσκει
τά ἐλέει Σου·* σώζει
δέ ἐκ θλίψεων,* τούς ἐν
πίστει ταύτῃ προστρέχοντας.* Ὅθεν πάντας
σκέπε* ἡμᾶς τούς
καταφεύγοντας πρός Σε* καί
αἰτουμένους, Πανύμνητε,* τήν
Σήν θείαν ἀντίληψιν.
Εὐθύς ἐκφωνεῖται
ὑπό τοῦ Ἱερέως
ἡ λιτανευτική ἱκεσία:
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον (ιβ')
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Καί ἀποπληροῦμεν
τάς λοιπάς ὠδάς τοῦ
Κανόνος:
Ὠδή
ζ’. Ὁ Εἱρμός. Οἱ ἐκ
τῆς Ἰουδαίας.
Ὑπεραγία Θεοτόκε σῶσον
ἡμᾶς.
Πατρίδος Ἑλληνίδος* μνήσθητι, Θεοτόκε,* ὡς Πόλεως Κωνσταντίνου ποτέ·*
Ὑπέρμαχον γάρ ταύτης*
καί Στρατη-όν ἐν
πίστει* Σέ ἐπιγράφεται
ψάλουσα·* ὁ τῶν Πατέρων
ἡμῶν* Θεός εὐλογητός
εἶ.
Ὑπεραγία Θεοτόκε
σῶσον ἡμᾶς.
Ἴασαι τῆς ψυχῆς
μου* τόν πόνον, Παναγία,* ἡ Ὀρθοδόξων
προστάτης καί πρόμαχος·* Σῆ
γάρ προσπίπτω, Κόρη,* τῇ Σῇ
ἐπιστασίᾳ* καί γηθοσύνως
κραυγάζω Σοι·* ὁ τῶν Πατέρων
ἡμῶν* Θεός εὐλογητός
εἶ.
Δόξα.
Πῦρ τό τῆς
ἁμαρτίας,* Παρθένε, τόν Σόν
δοῦλον* καταναλίσκει, πλήν
σπεῦσον ῥυσθῆναι με·* κατάσβεσον τήν
φλόγαν,* εὐχαῖς πρός τόν
Υἱόν Σου,* ἵνα εὐγνωμόνως
κραυζάγω Σοι·* ὁ τῶν Πατέρων
ἡμῶν* Θεός εὐλογητός
εἶ.
Καί νῦν.
Τίμιος ἐναντίον* Κυρίου
τοῦ Ὁσίου* ἀναδέδεικται θάνατος, Δέσποινα,* τοῦ θείου
Ἀμβροσίου·* αὐτόν γάρ
ἡ Εἰκών Σου*
Σιτοδοτρίας ηὐλόγησε ψάλλοντα·*
ὁ τῶν
Πατέρων ἡμῶν* Θεός
εὐλογητός εἶ.
Ὠδή
η’. Ὁ Εἱρμός. Τόν Βασιλέα
τῶν οὐρανῶν.
Ὑπεραγία Θεοτόκε σῶσον
ἡμᾶς.
Ὠραιοτάτη*
ἡ μορφή Σῆς
Εἰκόνος,* Σιτοδοτρίας, εὐσυμπάθητε
Κόρη,* πρός ἧν τό
γόνυ* ψυχῆς κλίνωμεν
πάντες.
Ὑπεραγία Θεοτόκε
σῶσον ἡμᾶς.
Ἄνασσα Κόρη,*
Σιτοδοτρίας Εἰκόνι* προσπεσόντες
οἱ πιστοί ἀναβοῶμεν·* σπεῦσον,
Παρθένε,* ἀπάλλαξον ἐν τάχει.
Δόξα.
Ναῷ Σου θείῳ* ἐν Ὄπτινα, Παρθένε,* χαίρουσα σπεύδει πληθύς τῶν Ὀρθοδόξων,* τυχεῖν
συγγνώμης,* ἐλέους τε βοηθείας.
Καί νῦν.
Τῆς Βασιλείας,*
Παρθένε, τοῦ Υἱοῦ Σου*
τύχοιμεν πάντες Ὀρθόδοξοι
ποθοῦμεν,* Σῇ μεσιτείᾳ,* δεήσι
καί βοηθείᾳ.
Ὠδή
θ’. Ὁ Εἱρμός. Κυρίως Θεοτόκον.
Ὑπεραγία Θεοτόκε σῶσον
ἡμᾶς.
Ὠραῖος
κάλει πάντων* ἀνθρώπων
πέλει, Μῆτερ,* ὁ Σός Υἱός
πρός Ὅν τήν
δέησιν ἔκχεε,* ἵνα ῥυσθῶμεν
διά Σοῦ* κρίσεως βαρυτάτης.
Ὑπεραγία Θεοτόκε σῶσον
ἡμᾶς.
Νικῆσαι τοῦ Βελίαρ*
τάς μηχανάς, Παρθένε,* Σῇ βοηθείᾳ
ἐλπίζομεν πάντοτε,* πρός Σόν
Υἱόν ταῖς Σαῖς
λιταῖς,* δι’ ὧν βεβαίως οἱ
πάντες σωζόμεθα.
Ὑπεραγία Θεοτόκε
σῶσον ἡμᾶς.
Ἴασαι τῆς
ψυχῆς μου* τό
ἄλγος, Θεοτόκε,* ὅτι
συνθλίβει ἐντόνως τόν
δοῦλον Σου·* καί δώρησαί μοι
τήν χαράν,* ἵνα ὑμνῶ
Σε, κλεινή Σιτοδότρια.
Δόξα.
Ὄμματι
εὐσπλαχνίας* βλέψον ἡμῖν
ἐν τάχει* καί
τοῖς δούλοις Σου τήν χείραν Σου ἔκτεινον·* Σέ γάρ
μητέρα ἡμῶν* κατά
χάριν κηρύττομεν.
Καί νῦν.
Σάλον τόν τῆς
ψυχῆς μου* καί ἄλγος
καί ὀδύνην,* ταῖς
Σαῖς πρεσβείαις κατάστειλον
δέομαι·* Σῆ γάρ προσφεύγω
τά νῦν,* σεπτή Παρθενομήτωρ.
Καί εὐθύς,
τοῦ Ἱερέως θυμιῶντος
τό Ἱερόν Θυσιαστήριον
καί τόν εὐσεβῆ λαόν, ψάλλονται τά
παρόντα Μεγαλυνάρια:
Ἄξιον ἐστιν ὡς
ἀληθῶς,* μακαρίζειν Σε τήν
Θεοτόκον,* τήν ἀειμακάριστον καί
παναμώμητον* καί μητέρα
τοῦ Θεοῦ ἡμῶν.*
Τήν τιμιωτέραν τῶν
Χερουβείμ* καί ἐνδοξοτέραν*
ἀσυγκρίτως τῶν Σεραφείμ,* τήν ἀδιαφθόρως
Θεόν Λόγον τεκοῦσαν,* τήν ὄντως
Θεοτόκον* Σέ μεγαλύνομεν.
Εἰκόνι Σου τῇ
θείᾳ πανευλαβῶς* προσπίπτωμεν, Κόρη,* οἱ
ἐν θλίψεσι τῆς
ψυχῆς,* αἰτούμενοι δι’ αὐτῆς τήν
Σήν γενναῖαν* καί ἀναγκαῖαν
τοῖς πᾶσι ἀντίληψιν.
Ἑλλάδος ἁπάσης
τήν ὁδηγόν,* Γένους
Ὀρθοδόξων* τήν προστάτην
καί βοηθόν* Σιτοδοτρίας τήν Εἰκόνα
νῦν τιμῶμεν,* ὡς τῆς
Παρθένου λαμπρόν ἀποτύπωμα.
Κατάπαυσον
τόν τάραχον τῆς
ψυχῆς* τῶν δούλων
Σου, Κόρη,* Θεοπόθητε Μαριάμ,*
καί δώρησαι εἰρήνην
Σοῖς ἱκέταις,* ὅπως μή
παύουν τοῦ μεγαλύνειν
Σε.
Βάρος, Παρθένε, ἐν
τῇ ψυχῇ* καί
ἄλγος καί πόνος*
ἐπιπολάζει νῦν ἐφ’ ἡμᾶς·* Σύ ἄρον
τόν ζυγόν τῆς
ἁμαρτίας,* ἧ ὡς μεσότοιχον
τοῦ Υἱοῦ Σου
χωρίζει ‘μᾶς.
Ἀμβροσίῳ τῷ Γέροντι
οἱ πιστοί,* προσπίπτομεν πάντες*
οἱ κινδυνεύοντες εὐλαβῶς·* ἆρον τάς
χεῖρας Πάτερ θεῖε*
πρός τήν Παρθένον
καί ἔλεος ὄμβρισον.
Τό Μεγαλυνάριον
τοῦ Ἁγίου τοῦ
Ναοῦ ἤ τοῦ
Ἁγίου τῆς ἡμέρας.
Καί κλείομεν μετά
τοῦ
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* Ἀποστόλων ἡ
δωδεκάς,* οἱ Ἅγιοι Πάντες
μετά τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν*
εἰς τό σωθῆναι
ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι
καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,* Κύριε, ἐλέησον
ἡμᾶς,* πάσης γάρ ἀπολογίας*
ἀποροῦντες,* ταύτην Σοι τήν
ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,* ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς,* ἐπί
Σοί γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν
πύλην ἄνοιξον ἡμῖν,* εὐλογημένη Θεοτόκε,* ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ
ἡ σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς τήν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό
λιτανευτικόν Κύριε ἐλέησον,
τρίς (3) μεθ’ ἑκάστην δέησιν, ἐξαιρέσει τῆς
πέμπτης δεήσεως, μεθ’ ἧν ψάλλεται
τοῦτο τεσσαράκοντα (40).
Ἐλέησον ἡμᾶς ὁ
Θεός, κατά τό μέγα
ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί
ἐλέησον.
Ἔτι δεόμεθα,
ὑπέρ τοῦ Ἀρχιεπισκόπου
ἡμῶν (δεῖνος) καί
πάσης τῆς ἐν
Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα,
ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καί ἀφέσεως τῶν
ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί
Ὀρθοδόξων Χριστιανῶν.
Ἔτι δεόμεθα
καί ὑπέρ τῶν
δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται
τά ὀνόματα τῶν
ὑπέρ ὧν ἡ
Ἱερά Παρά-κλησις τελεῖται).
Ἔτι δεόμεθα,
ὑπέρ τοῦ
διαφυλαχθῆναι τήν ἁγίαν
Ἐκκλησίαν (ἤ Μονήν)
καί πόλιν (ἤ
νῆσον) ταύτην καί
πᾶσαν πόλιν καί
χώραν, ἀπό ὀργῆς, λοιμοῦ, λιμοῦ,
σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου
καί αἰφνιδίου θανάτου. Ὑπέρ
τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον
γενέσθαι τόν Ἀγαθόν
καί Φιλάνθρωπον Θεόν
ἡμῶν, τοῦ ἀποστρέψαι καί
διασκεδάσαι πᾶσαν ὀργήν
καί νόσον, τήν καθ’ ἡμῶν
κινουμένην καί ῥύσασθαι
ἡμᾶς ἐκ τῆς
ἐπικειμένης δικαίας Αὐτοῦ
ἀπειλῆς καί ἐλεῆσαι
ἡμᾶς.
Ἔτι δεόμεθα, ὑπέρ
τοῦ εἰσακοῦσαι Κύριον
τόν Θεόν, φωνῆς τῆς
δεήσεως ἡμῶν τῶν
ἁμαρτωλῶν καί ἐλεῆσαι
ἡμᾶς.
Ἐπάκουσον ἡμῶν, ὁ
Σωτήρ ἡμῶν, ἡ ἐλπίς
πάντων τῶν περάτων
τῆς γῆς καί
τῶν ἐν θαλάσσῃ
μακράν καί ἵλεως, ἵλεως
γενοῦ ἡμῖν, Δέσποτα, ἐπί ταῖς
ἁμαρτίαις ἡμῶν καί
ἐλέησον ἡμᾶς. Ἐλεήμων γάρ
καί Φιλάνθρωπος Θεός
ὑπάρχεις καί Σοί
τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί
καί τῷ Υἱῷ
καί τῷ Ἁγίῳ Πνεύματι,
νῦν καί
ἀεί καί εἰς
τούς αἰῶνας τῶν
αἰώνων.
Ὁ χορός: Ἀμήν.
Δόξα.
Ἀπολυτίκιον τῆς Σιτοδοτρίας.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῇ σεπτῇ
Σου Εἰκόνι Σιτοδοτρίας
προσπίπτωμεν,* κλίνοντες τό γόνυ, Παρθένε,* τῆς ψυχῆς
καί τοῦ σώματος·* δεόμενοι ἀντιλήψεως, Ἁγνή,*
πρεσβείαις πρός Υἱόν
Σου καί λιταῖς·* ἵνα
τύχωμεν, Παρθένε, τῆς παρ’ Αὐτοῦ*
πλημελημάτων ἀφέσεως.* Δόξα
τοῖς μεγαλείοις Σου,
Σεμνή,* δόξα τοῖς θαυμασίοις
Σου,* δόξα ὑπερβαλόντως, Κόρη, τῇ
δυναστείᾳ Σου.
Ἀπολυτίκιον τοῦ ἁγ. Ἀμβροσίου τῆς
Ὄπτινα.
Ἦχος ὁ αὐτός.
Τῶν ἐν Ὄπτινᾳ
Γερόντων ἀνυμνοῦμεν τόν
πρύτανην,* τόν ἐν
ἁγιότητι μέγαν,* θεοφόρον Ἀμβρόσιον·*
καί τούτου τῇ
Εἰκόνι τῇ σεπτῇ*
Σιτοδοτρίας τῆς Παρθένου,
εὐλαβῶς* προσπίπτωμεν κινδυνεύοντες
οἱ πιστοί,* μετά θέρμης
ἀναβοῶντες·* πρόφθασον ταῖς λιταῖς
Σου πρός Θεόν,* ἄρον
δεινήν περίστασιν,* ἔπαρον
ὑπέρ ἡμῶν τάς
χεῖρας, Ὅσιε.
Ὑπό
τοῦ Ἱερέως Ἀπόλυσις. Καί
τῶν Χριστιανῶν ἀσπαζομένων
τήν Εἰκόνα τῆς Ὑπεραγίας Θεοτόκου καί
τοῦ ἁγ. Ἀμβροσίου καί χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τά
παρόντα Τροπάρια:
Ἦχος β’. Ὅτε ἐκ τοῦ
ξύλου.
Πάντας τούς προσπίπτοντας
πιστῶς,* τῇ Σῇ πανυπερτίμῳ
Εἰκόνι,* Σιτοδοτρίας σεπτῆς,* ῥύου
πάσης θλίψεως καί
περιστάσεως·* τῶν παθῶν δέ
διάλυσον* τόν σάλον, Παρθένε,* ἅπασι παρέχουσα
χάριν σωτήριον·* Σύ γάρ
ἡμῶν ἡ προστάτις* καί πιστῶν
ἁπάντων ἡ σκέπη*
πέλεις, οἷα Μήτηρ τοῦ
Παντάνακτος.
Ἦχος πλ. δ’.
Δέσποινα
πρόσδεξαι* τάς δεήσεις
τῶν δούλων Σου*
καί λύτρωσαι ἡμᾶς*
ἀπό πάσης ἀνάγκης
καί θλίψεως.
Ἦχος β’.
Τήν πᾶσαν ἐλπίδα
μου* εἰς Σέ
ἀνατίθημι,* Μήτερ τοῦ Θεοῦ,* φύλαξόν με
ὑπό τήν σκέπην
Σου.
Ὁ Ἱερεύς
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ
Χριστέ ὁ Θεός, ἐλέησον
καί σῶσον ἡμᾶς, Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου