Τρίτη 20 Ιουνίου 2017

Παράκλησις ΑΓΙΑΣ ΑΝΑΣΤΑΣΙΑΣ ΤΗΣ ΡΩΜΑΙΑΣ.

Παράκλησις ΑΓΙΑΣ ΑΝΑΣΤΑΣΙΑΣ ΤΗΣ ΡΩΜΑΙΑΣ.
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


ἱερεύς·
Εὐλογητὸς Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ'. Ὁ ὑψωθείς.
π’ ἀμετρήτων ἀναγκῶν καὶ κακώσεων, καὶ ἀφορήτων πειρασμῶν οἱ στενούμενοι, ἐν μετανοία σπεύσωμεν, βοῶντες θερμῶς· Μάρτυς ἀξιάγαστε, ἀθληφόρε Κυρίου, σπεῦσον ἐξανάστησον, ἐκ παθῶν ἡμᾶς πάντας, ἑξαιτουμένους τὴν σὴν ἀρωγήν, Ἀναστασία, τῆς Ρώμης τὸ βλάστημα.
Δόξα. Τὸ αὐτό.
π’ ἀμετρήτων ἀναγκῶν καὶ κακώσεων, καὶ ἀφορήτων πειρασμῶν οἱ στενούμενοι, ἐν μετανοία σπεύσωμεν, βοῶντες θερμῶς· Μάρτυς ἀξιάγαστε, ἀθληφόρε Κυρίου, σπεῦσον ἐξανάστησον, ἐκ παθῶν ἡμᾶς πάντας, ἑξαιτουμένους τὴν σὴν ἀρωγήν, Ἀναστασία, τῆς Ρώμης τὸ βλάστημα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προίστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοὺ σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
ΨΑΛΜΟΣ Ν'. 50.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.  Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων Θεός, Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ κανόνος, οὐ ἡ ἀκροστιχίς·
ΔΙΑΣΩΣΟΝ ΜΕ ΟΣΙΟΜΑΡΤΥΣ ΑΝΑΣΤΑΣΙΑ.
Ὠδὴ α'. Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δειναῖς χειμαζόμενος προσβολαῖς, πρὸς σὲ ἀνατρέχω, ἐκζητῶν τὴν ἀναψυχὴν ὢ μάρτυς Χριστοῦ Ἀναστασία, ἐξ ὀμιχλώδους θυέλλης με λύτρωσαι.  
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
άσεων χάριν παντοδαπῶν, καὶ δύναμιν πάσαν, διασώζειν ἐκ συμφορῶν, λαβοῦσα Σεμνὴ παρὰ Κυρίου, ἐκ τῆς διττῆς ἀσθενείας με ἴασαι.
Δόξα Πατρὶ…
ρρήτων χαρίτων καὶ δωρεῶν, τυχεῖν ἠξιώθης, ἐκ χειρὸς παγκρατορικῆς· διό ἐκ τῆς πλάνης καὶ τοῦ δόλου, τοῦ Ἀρχεκάκου ταχὺ με ἑξάρπασον.
Καὶ νῦν...
Σωτῆρα τεκοῦσα καὶ ποιητήν, Ἀνύμφευτε Νύμφη, ὑπερήρθης
τῶν οὐρανῶν διό δυσωπῶ σὲ τῶν παγίδων, καὶ τῶν τοῦ κόσμου κακῶν με ἁπάλλαξον.
Ὠδὴ γ'. Οὐρανίας ἁψίδος.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
ς θερμὴν προστασίαν, καὶ ἀκλινῆ πρόμαχον, ὡς καταφυγὴν τῶν νοσούντων καὶ ἐπανόρθωσιν, ἀεὶ τιμῶντες σε, Ἀναστασία παρθένε, νῦν ἐπικαλούμεθα τὴν σὴν ἀντίληψιν.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σὺ ἐδέξω Ἁγία, πρὸ τοῦ σεπτοῦ τέλους σου, ἄνωθεν φωνὴν βεβαιοῦσαν, σοὶ τὸ αἰτούμενον, τὸ θεραπεύειν δή, παντοίας νόσους πασχόντων, ὅθεν νῦν ἐνέργησον τὸ ἐν σοί χάρισμα.
Δόξα Πατρὶ...
μηγύρεις ἀζύγων, ἀθωνικὸν σύστημα, καὶ πληθὺς πιστῶν ἐκ περάτων, πάντες προστρέχουσιν, ὡς ἀνυμνήσοντες ἐν τῇ Μονῇ Γρηγορίου, τὰ λαμπρά σου θαύματα καὶ ἀγωνίσματα.
Καὶ νῦν...
Νοσημάτων  ποικίλων,  καὶ  πειρασμῶν ἔφοδος, καὶ ἀλλεπαλλήλων κυμάτων,  μέγα κλυδώνιον, ἀναχαιτίζεται, ταῖς κραταιαῖς μεσιτείαις,
καὶ ταῖς παρακλήσεσι τῆς θεομήτορος.
Διάσωσον, ὁσιομάρτυς παρθένε Ἀναστασία, τοὺς σοὺς δούλους ἐκ συμφορῶν, παθῶν τε καὶ θλίψεων, ὡς ἄληκτος κρήνη τῶν Ἰαμάτων.
πίβλεψον, ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἴτα μνημονεύει ἱερεύς, διοὖς Παράκλησις γίνεται· καὶ ἡμεῖς ψάλλομεν τὸ Κύριε ἐλέησον.
Ἱερεύς
Ἐλέησον ἡμᾶς Θεὸς... .
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος)... .
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης,... 
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ(ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Μετὰ δὲ τὴν ἐκφώνησιν, τὸ ἑπόμενον·
Κάθισμα. Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Πηγὴ δωρεῶν, ὑγείαν ἀναβρύουσα, αἰτία καλῶν, ψυχῶν θεραπευτήριος, συμπαθῶς ἐπίβλεψον Ἀναστασία τοῖς ἰκέταις σου, σαῖς μεσιτείαις ἄγουσα ἡμᾶς, εἰς θεῖον νυμφώνα καθαρότητας.
Ὠδὴ δ'. Εἰσακήκοα Κύριε.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μεγαλύνω τὰ πάθη σου, ἄπερ καθυπέστης διὰ τὸν Κύριον ἑξανάστησόν με δέομαι, Μάρτυς Ἀναστάσεως ἐπώνυμε.  
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
πανέγειρον Πάνσεμνε, κλίνης ὀδυνῶν μου πίκρας τε θλίψεως, κατευθύνουσα τὸν βίον μου, ἐκ τῆς ἀκηδίας πρὸς τὰ κρείττονα.  
Δόξα Πατρὶ...
Οἰδημάτων νοσήματα, ψύξεις, αἱματώσεις, κῆλαι, ἐγκαύματα, ἀσθενούντων δεομένων σου, τῇ σῇ ἐπικλήσει θεραπεύονται.  
Καὶ νῦν...
Συμμαχία ὑπέρμαχος, συμπόνος καὶ συμπλοῦς τῶδε τῷ βίω μου, συνεργὸς καὶ συνεπίκουρος, στήθι μοὶ Μαρία Ἀειπάρθενε.  
Ὠδὴ ε'. Φώτισον ἡμᾶς.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
λιγγος δεινός, πυρετός, καρδιοπάθεια, νοσώδεις καὶ λοιμώδεις ἐπιφοραί, τῇ σῇ προνοία, Ἀθληφόρε ἀπελαύνονται.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
γκοι φοβεροί, λευχαιμία, νεφροπάθεια, αἱμορραγίαι, ἀρθρίτις καὶ πληγαί, τῇ σῇ φροντίδι καὶ ἀγάπη θεραπεύονται.  
Δόξα Πατρὶ...
Μόλυνσις ψυχῆς, τῇ μολύνσει νοῦ καὶ σώματος, συνῆλθε ἐν ἐμοὶ τῷ ρυπαρῶ Ἀναστασία, σαῖς λιταῖς ὅλον με κάθαρον.
Καὶ νῦν...
γνισον Ἁγνή, λεπρωθείσαν τὴν καρδίαν μου, τῷ πλήθει τῶν ἀμέτρων μου κακιῶν, ὀδοποιοῦσα, πρὸς τὸ φῶς τῆς Ἀναστάσεως.
Ὠδὴ στ'. Τὴν δέησιν.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
ωννύμενος, ἐκ πολλῶν κακώσεων, καὶ ἁλλόμενος ὡς ἔλαφος ψάλλω, ἀνευφήμων ποσαπλὼς σοῦς ἀγῶνας, καὶ ἀνύμνων σὰ λαμπρὰ κατορθώματα, προσπίπτω δὲ καὶ προσκυνῶ, τὴν παμπόθητον θείαν εἰκόνα σου.
Ἁγία του Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Τὸ σῶμά σου, ἠξιώθης Πάνσεμνε, τῷ Νυμφίῳ παραστήσαι θυσίαν, καὶ δι' ἐλαίου φρονίμων παρθένων, συνεισελθεῖν εἰς νυμφῶνα οὐράνιον, κακεῖθεν οἵα συμπαθής, καταπέμπειν ἀφθόνως δωρήματα.
Δόξα Πατρὶ...
πήκοος, ἕως τέλους γέγονας, τῇ σεμνῇ σοῦ διδασκάλῳ Σοφίᾳ οὐκ ἐδειλίασας γὰρ τοὺς τυράννους, καὶ τὸ δριμὺ τῶν βασάνων ὑπήνεγκας· διὸ ἀπείληφας τρανώς, τὸν τῆς δόξῃς ἀμάραντον στέφανον.
Καὶ νῦν...
Συνέλαβες, ἀπορρήτως Δέσποινα, τόν τοῦ κόσμου συνοχέα καὶ Κτίστην, ἀποκυήσασα τοῦτον ἀφράστως, καὶ μετὰ τόκον ὡς πρὶν διαμείνασα διὸ τιμῶμεν εὐλαβῶς, σὲ τὴν μόνην Ἁγνὴν Ἀειπάρθενον.
Διάσωσον, ὀσιομάρτυς παρθένε Ἀναστασία, τοὺς σοῦς δούλους ἐκ συμφορῶν, παθῶν τε καὶ θλίψεων, ὡς ἄληκτος κρήνη τῶν ἰαμάτων.
χραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς... .
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος)... .
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης,... 
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Μετὰ δὲ τὴν ἐκφώνησιν, τὸ Κοντάκιον.
Ἦχος β'. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν χειμαζόμενων ἀκράδαντε, ἱκεσία πρὸς τὸν Πλαστουργὸν ἀμετάσειστε, μὴ βραδύνης ἀνενεγκεὶν θεῷ λιτὰς ἡμῶν, ἀλλὰ πλήρωσον ὡς συμπαθής, τὸ δεδομένον ἐξ Αὐτοῦ, τοῖς πιστῶς εὐφημούσι σὲ τάχυνον ἐν ἀνάγκῃ, καὶ σπεῦσον πρὸς θεραπείαν, ἡ ἰατρεύουσα ἡμᾶς, Ἀναστάσεως φερώνυμε.
Εἶτα τὸ Α´. Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ´ ἦχου.
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ μὲ πάθη* ἀλλ΄ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Δίς
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου* ὡς χόρτος γὰρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δίς
Δόξα
Ἁγίῳ Πνεύματι, πᾶσα ψύχη ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν
Ἁγίῳ Πνεύματι ἀναβλυζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Καὶ εὐθὺς Τὸ Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἱσήκουσε τῆς δεήσεώς μου.
Στίχ: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Ὁ Ἱερεὺς
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου…..
Ὁ Χορός.
Κύριε ἐλέησον (τρὶς)
Ὁ Ἱερεὺς
Σοφία ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὁ Χορὸς. Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεὺς
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου, τὸ ἀνάγνωσμα.
Πρόσχωμεν
Κεφ. κε', 1-13.
Ὁ Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Ἱερεὺς
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην, ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τάς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τάς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ' ἑαυτῶν ἔλαιον αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ Νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν ἰδοὺ ὁ Νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τάς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ Νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ' αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ἡ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Ὁ Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα. Ἦχος β'.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ: Ἐλέησόν με ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ Προσόμοιον.
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
λη εἰ πλησίον μου, περικαλλὴς καὶ ὡραία, μῶμός σοι οὐκ ἐνεστί, λέγει σοὶ ὁ Κύριος, Ὀσιόαθλε ἄσπιλον κόσμον γάρ, περιβεβλημένη, παρεὶ νῦν ἐκ δεξιῶν αὐτοῦ, πεποικιλμένη δέ, τὰ τροπαιοφόρα μαρτύρια ταῦτα δὴ ταῦτα πρότεινον, ἅπερ δι' Αὐτὸν καθυπέμεινας, ὅπως ἐξιλάση Αὐτὸν κινοῦσα σπλάγχνα οἰκτιρμῶν, τοῦ συγχωρήσαι καὶ σώσαι μέ, ὅταν μέλλω κρίνεσθαι.
Ὁ ἱερεύς.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, Νικολάου του ἐκ Νάξου τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνά τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Πολυκάρπου, Χαραλάμπους, Βλασίου καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν Θέκλας, Αἰκατε-ρίνης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῆς Ἁγίας Ἀναστασίας τῆς Ρωμαίας, καὶ πάντων τῶν Ἁγίων. Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.
Ὁ χορὸς·
Κύριε, ἐλέησον  (ιβ´).
Ἱερεύς·
λέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σοῦ Υἱοῦ, μεθ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς· Ἀμήν.
Εἶτα, ἀποπληροῦμεν τάς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.
Ὠδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
νεγείρεις πεσόντας, νουθετεῖς τοὺς πιστούς, καὶ νεύροις τοὺς κάμνοντας, ὑψοῖς ἡμῶν τὸ κέρας, εὐφραίνεις τοὺς ὑμνούντας, ἐκ καρδίας καὶ μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, θεὸς εὐλογητὸς εἰ.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Νοεραῖς ταῖς ἀκτῖσιν, ἐλαμπρύνθης Παμμάκαρ ψυχὴ καὶ σώματι· διὸ ἡ μυροθήκη, τῶν θείων σοῦ λειψάνων, θεραπεύει τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, θεὸς εὐλογητὸς εἰ.
Δόξα Πατρὶ……
γαπῶσα τὸν Κτίστην, τὴν διττὴν ἐντολὴν Μάρτυς ἐξεπλήρωσας, ἐπεὶ καὶ τὸν πλησίον, ἠγάπησας ὡς ἔδει, ἐν τῇ πράξει διδάσκουσα ὁ τῶν Πατέρων θεός, ὄντως ἐστὶν Ἀγάπη.
Καὶ νῦν…
Στάμνος ὄντως ἐφάνης, συλλαβοῦσα Χριστὸν μάννα τὸ οὐράνιον, καὶ τοῦτον ἐκτεκοῦσα, τροφὴν ἀθανασίας, καὶ τρυφὴν ἠμῶν ἄρρητον, τὸν τῶν Πατέρων ἠμῶν, θεὸν εὐλογημένον.

Ὠδὴ η'. Τὸν βασιλέα.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Τὶς μὲ χωρίσει, ἀπὸ ἀγάπης Κυρίου; οὐ λιμός, οὐ γυμνότης, οὐ θλῖψις· Αὐτῶ ποθῶ συνεῖναι, ἔφης εἰς τοὺς αἰῶνας.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
νακουφίζεις, παραμυθεῖς ἀσθενοῦντας, ἀναψύχεις κατα-πονουμένους· πάντα δρᾶς εἰς δόξαν, Χριστοῦ τοῦ ἀναστάντος.
Δόξα Πατρὶ…
Συμπαθέστατη καὶ φιλανθρώπῳ προνοίᾳ, συμπαρίστασαι τοῖς ἐνδεέσι, καὶ εὐγνωμονούσι, σὲ Κόρη εἰς αἰῶνας.
Καὶ νῦν…
λαρωτάτη, καὶ ἀγαθὴ διαθέσει, ἀσφαλίζεις παντοίων ἐκ κινδύνων, τοὺς ὑπερυψούντας σε μόνη Θεοτόκε.
Ὠδὴ θ'. Κυρίως θεοτόκον.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Αἱμάτων σου ἐκχύσεις, κάλλος παρθενίας, καὶ ἀκλινεῖς μεσιτείαί σου Πάνσεμνε, ἀποκαθαίρουσι πάθη, πληγὰς καὶ τραύματα.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
μόλυντον νυμφῶνα, Κόρη ἐκληρώσω, εἰς οὐρανίους θαλάμους χορεύουσα, τοὺς εὐσεβῶς σὲ τιμῶντας ἐπιβραβεύουσα.
Δόξα Πατρὶ
οαῖς τῶν σῶν αἱμάτων, μύροις δὲ λειψάνων, ἐν ἐπικλήσει σεπτού σου ὀνόματος, Ἀναστασία πηγάζεις, ἄφθιτα νάματα.
Καὶ νῦν
Τρυφὴ πιστῶν Παρθένε, δόξα σύ Μαρτύρων, Ἱεραρχῶν τὸ σεπτὸν ἐγκαλλώπισμα, Ἀθωνιτὼν δὲ Πατέρων στερρὸν προτείχισμα.
Καὶ εὐθὺς τό·
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ἱερεὺς θυμιὰ τὸ Ἅγιον Θυσιαστήριον, τάς Ἁγίας Εἰκόνας, καὶ τὸν Λαόν, τὸν οἶκον ὅπου ψάλλεται παράκλησις καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα μεγαλυνάρια.
νυχας, ὀδόντας τε καὶ μαστούς, χεῖράς τε καὶ πόδας, ἐκκοπεῖσα ἀνηλεῶς, ὄνυξιν ἐξέσθης, πυρὶ καταφλεχθεῖσα, Ἀναστασία μάρτυς ὀσιοπάρθενε.
Δόξῃς ἀκηράτου κατατρυφάν, κατηξιωμένη, ἐν ταῖς   ἄνῳ  διαμοναῖςπρόσδεξαι   δεήσειςλαοῦ ἡμαρτηκότος, καὶ σαῖς πρεσβείαις ῥῦσαί, πάντας κολάσεως.
Τρεῖς λαμπροὺς στεφάνους ἀπολαβεῖν, Μάκαρ ἠξιώθης, ἐκ χειρὸς τοῦ Δημιουργοῦ τὸν τῆς παρθενίας, καὶ τόν του μαρτυρίου, τὸν τῆς ὑπακοῆς δέ, ἐν τῇ ἀσκήσει σου.
φθονα Ἰάματα παρασχεῖν, νῦν μὴ κατοκνήσῃς, μηδὲ πέμψῃς ἡμᾶς κενούς· Ἀναστασία, τὸ δύνασθαι γὰρ ἔχεις, ὡς φέρουσα τὴν χάριν τοῦ Παντοκράτορας.
Ζ σὴ ψυχὴ ἐν χειρὶ θεοῦ, ἄνευθεν βασάνων, ἐν εἰρήνῃ διηνεκεῖ χαίρει δὲ πλουτοῦσα, Μονὴ τοῦ Γρηγορίου, τὰ θεία λείψανά σου, κόσμον ὡς ἄφθαρτον.
λαιον ἀγάπης παρθενικῆς, νήψεως ἐν πᾶσι, ἐγρηγόρσεως μυστικῆς, ἔσχες ἐν λαμπάδι, τῇ σὴ Ἀναστασία, διὸ νῦν ἐμβατεύεις εἰς τὰ οὐράνια.
λαιον ἐπίσταξον ἐπἐμέ, τὸν κεναῖς ἀπάταις, δουλωθέντα καὶ ἡδοναῖς, φώτισον τὸν νοῦν μου, ψυχήν τε καὶ καρδίαν, χριόμενα ἐλαίῳ ἀγαλλιάσεως.
Δίδαξον μὲ Μάρτυς ἐπιτελεῖν, τὴν ἁγιωσύνην, ἐν τῷ φόβῳ τῷ πρὸς θέον, καὶ τῇ σῇ πρεσβείᾳ καθήλωσον τάς σάρκας, καὶ πρὸς τὸν Ἰησοῦν μου, στρέψον τὴν ἔφεσιν.
ς ἀπολαβοῦσα δόξῃς τρισσώς, τὸ λογιστικόν μου, σὺν τῷ ἐπιθυμητικῷ, καὶ θυμοειδεῖ μου καταύγασαν φωτί σου, καὶ τῆς
θεώσεως μὲ ποίησον ἄξιον.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Ὁ Ἀναγνώστης·
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς  (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δεσπότα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς·
Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης·  Ἀμήν.
Εἶτα τὸ παρόν Ἀπολυτίκιον.
Ἦχος γ'. Τὴν ὡραιότητα.
Τὴν ὀσιόαθλον καὶ καλλιπάρθενον, Ῥώμης τὸ βλάστημα, καὶ μέγα καύχημα, τῆς ἀναστάσεως Χριστοῦ, ἀξίως τὴν ἐπώνυμον, δεῦτε εὐφημήσωμεν, Ἀναστασίαν τὴν πάνσεμνον, βρύει γὰρ ἰάσεων, ἀκεσώδυνα φάρμακα, τοῖς τῶν λειψάνων αὐτῆς τὴν θήκην, προσπτυσσομένοις μετὰ πίστεως.
Εἶτα μνημονεύει καὶ πάλιν Ἱερεύς, καὶ μεθ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε, ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
       Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστι-ανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμη, πόλει, νήσω) ταύτη, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
       Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν  (ἡ κώμην, ἢ χώραν, ἢ νῆσον ἢ μονὴν) ταύτην (ἢ τὸν οἶκον  τούτον), καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς. 
Ἒτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι……..
Ἐπάκουσον ὁ Θεός ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς………..
Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·  Ἀμήν.
Ὁ Ἱερεύς·
Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου  (τοῦ Ναοῦ)·  τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῆς Ἁγίας Ἀναστασίας της Ρωμαίας,  ἧς καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ Δι’ εὐχῶν, ψάλλονται τὰ παρόντα·
Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες οἱ ἐν νόσοις χαλεπαῖς, καὶ ταῖς τρικυμίαις τοῦ βίου, ἐκταρασσόμενοι νῦν, δεῦτε δὴ προσδράμωμεν καὶ προσκυνήσω-μεν, τὴν εἰκόνα τὴν πάντιμον, τῆς Ἀναστασίας, ταύτην ἱκετεύοντες ἐν κατανύξει πολλῇ· σπεῦσον, ἐξεγέρθητι ὅπως πάντας ἐκ παθὼν ἀναστήσῃς, Μάρτυς Ἀναστάσεως φερώνυμε.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ θεοῦ, φύλαξόν μὲ ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου