Τρίτη 20 Ιουνίου 2017

Παράκλησις ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΑ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΥ.

Παράκλησις ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΑ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΥ.
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιο-σύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν. Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν καταράξαντα ἐχθροῦ μεθοδείας, ἐν τρόποις ξένοις, ἐν σαλότητι βίου, ἐν πνεύματος πραότητι καὶ ἐν ἀκλινεΐ ἐμπαιγμῷ, τιμήσωμεν θεοφόρον πατέρα, τὸν κλεινὸν συνώνυμον Πρωτοκλήτου, βοῶντες* ὑπὲρ ἡμῶν, Ἀνδρέα, ἐκτενῶς Χριστὸν δυσώπει, τῶν Ὕμνοις τιμώντων σε.
Δόξα, Τό αὐτό.
Τὸν καταράξαντα ἐχθροῦ μεθοδείας, ἐν τρόποις ξένοις, ἐν σαλότητι βίου, ἐν πνεύματος πραότητι καὶ ἐν ἀκλινεΐ ἐμπαιγμῷ, τιμήσωμεν θεοφόρον πατέρα, τὸν κλεινὸν συνώνυμον Πρωτοκλήτου, βοῶντες* ὑπὲρ ἡμῶν, Ἀνδρέα, ἐκτενῶς Χριστὸν δυσώπει, τῶν Ὕμνοις τιμώντων σε.
Καὶ νῦν. Θεοτόκιον
Οὐ σιωπήσομεν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σούς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
ΨΑΛΜΟΣ Ν'. 50.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γι-νώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.        Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. 
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδί-αν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Κανών, οὗ ἡ Ἀκροστιχὶς
«Ἀνδρέα, ἐπίγειε ἄγγελε, ἐπάκουσόν μοι. Χ.»
Ὠδὴ α'. Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
νδρέα, ἐπίγειε ἀσκητά, συνόμιλε δόξῃς, τῶν ἀγγέλων ἐν οὐρανοῖς αὐτῶν τῆς χαρᾶς ἀξίωσόν με, τὸν ἐκδεχόμενον χάριν τὴν θείαν σου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Νικήσας, Ἀνδρέα, τὸν πονηρόν, ἀσκήσει συντόνῳ, ταπεινώσει καὶ προσευχή, ὁδὸν καθυπέδειξας ἀρίστην, ἡμῖν βαδίσαι τοῖς σὲ μακαρίζουσι.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Δικαίως ἠξίωσαι δωρεῶν, ἀφθίτων, Ἀνδρέα, ὃ γυμνότητι καὶ λιμῷ, ἀνύσας τὸν βίον, ἵνα πάντας λιμοῦ ἐπάρσεως σώσῃς σούς πρόσφυγας.
Θεοτοκίον.
οὰς τῶν δακρύων μου, Μαριάμ, ἀπόσμηξον μάκτρῳ τῶν ἐνθέρμων σου προσευχῶν, πρὸς Ὂν ἀπεκύησας ἀφράστως, μονογενῆ σου Υἱόν, Μητροπάρθενε.
Ὠδὴ γ'. Οὐρανίας ἁψῖδος.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
γκωμίοις, Ἀνδρέα, σὲ μυστικοῖς στέφοντες, τάς πρὸς τὸν Θεὸν ἱκεσίας, σοῦ ἐκδεχόμεθα, ἵνα ἐχθροῦ μηχανάς, τάς πολυπλόκους ταχέως, ἀσκητὰ Θεόφιλε, καταπατήσωμεν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
σκητῶν ὡραιότης, ὁ βιοτὴν πρόσκαιρον, ἀπαθῶς ἐμπαίζων, Ἀνδρέα, πᾶσιν ὑπόδειξον, ἡμῖν ἀρίστην ὁδόν, πρὸς οὐρανίους ἐπάλξεις, ἄγουσαν τοῖς μέλπουσι, σὰ κατορθώματα.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
ξανθήσας ὡς ῥόδον, ἐν ταῖς αὐλαῖς εὔοσμον, τοῦ θεοῦ ἡμᾶς εὐωδίας, ἔπλησας ἅπαντας, τοὺς ἐκβοῶντας πιστῶς χαῖρε, Ἀνδρέα, μεσῖτα ἔνθερμε πρὸς Κύριον, τῶν εὐφημούντων σε.
Θεοτοκίον
Παναγία Παρθένε, τῶν ἀσθενῶν ἴασις, καὶ τραυματιῶν θεραπεία, σοῦ τῶν δεήσεων, φαρμάκῳ    ἄλγη    ψυχῶν, ἡμῶν   θεράπευσον    τάχος,   καὶ   σωμάτων, ἄχραντε Θεογεννήτρια.
μόζηλε ἀγγέλων δόξῃς, Ἀνδρέα πνευματοφόρε, ὃ σαλότητος τὴν ὁδὸν βαδίσας ὡς ἐξηχός, ἀξίωσον δόξῃς ἡμᾶς ἀφθίτου.
πίβλεψον ἐν εὐμένεια, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν  τοῦ  σώματος  κάκωσιν,  καὶ  ἴασαι τῆς ψηχής μου τὸ
ἄλγος.
Εἶτα μνημονεύει ὁ ἱερεύς.
Ὁ Ἱερεύς
λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε λησον (3)
τι δεμεθα πρ του ρχιεπισκπου μν (δεινς) κα πσης της ν Χριστ μν δελφτητος. Κριε λησον (3)
τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως των μαρτιν των δολων του Θεο, πντων των εσεβν κα ρθοδξων χριστιανν, των κατοικοντων κα παρεπιδημοντων ν τη (κμ, πλη) τατη, των νοριτν, πιτρπων, συνδρομητν κα φειρωτν του γου ναο τοτου. Κριε λησον (3)
τι δεμεθα πρ των δολων του Θεο, (νματα).
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τους αἰῶνας των αἰώνων.
Κάθισμα.
Ἦχος β'. Πρεσβεία θερμή.
νδρέα σοφέ, μωράνας προσποιήσεσι  μωραϊς σοῦ ἐχθρόν, τὸν σοφιστήν, πανόλβιε, τῆς κακίας, τήρησον ἀπαθεῖς ἒν τῷ κόσμῳ σοῦς πρόσφυγας, καὶ κοινωνοὺς ἀνάδειξον ἡμᾶς, χαρὰς αἰωνίου τοὺς τιμῶντας σέ.
Ὠδὴ δ'. Εἰσακήκοα Κύριε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
θυνὸν με, ἐπώνυμε  τῆς ἀνδρείας, κῆπον πρὸς εὐωδέστατον  σωφροσύνης καὶ συνέσεως,  θαυμαστὲ Ἀνδρέα, κῆπε χάριτος.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Γεγηθότες βοῶμέν σοι   εἰς ὕψος φθάσας ἀποκαλύψεων  θεῖον, ἴσχυσον ἱκέτάς σου  νόμων εἰς Ὑψίστου φθάσαι πλήρωσιν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
κ Θεοῦ κλῆσιν εἴληφας,  ὅσιε Ἀνδρέα, τῆς προσποιήσεως τοῦ ἔξηχου, καὶ τὴν δύναμιν  προστατεύειν ὕμνοις τοὺς τιμῶντας σε.
Θεοτοκίον.
σχυροὺς δεΐξον, Δέσποινα, ἐν τοῦ βίου μάχαις τοὺς μακα-ρίζοντας σὲ εὐτάκτως, καὶ τὴν χάριν σου ἀρετῆς πρὸς κτῆσιν ἐκζητούντάς σου.
Ὠδή ε'. Φώτισον ἡμᾶς.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
ν σεπτῶ ναῷ, Βλαχερνὼν ὃ θεασάμενος Θεοτόκον, περισκέπουσαν πιστούς, σκέπε, ἃπαντας, Ἀνδρέα, τοὺς τιμῶντάς σε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
νερ ἱερέ, κυσὶ συναυλισάμενος καὶ γευσάμενος, Ἀνδρέα, διωγμούς, ἕλκυσον μὲ πρὸς ζωήν, τὴν αἰωνίζουσαν.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Γνῶναι τοῦ Θεοῦ, τὰ σωτήρια ἐντάλματα καταξίωσον, Ἀνδρέα, τοὺς πιστῶς ὥσπερ γνώσεως Θεοῦ, φανὸν ὕμνοῦντάς σε.
Θεοτοκίον.
Γῆθεν πρὸς νομάς, οὐρανῶν ἡμᾶς ἀνάγαγε τοὺς βοώντας Χαῖρε, Μῆτερ τοῦ Θεοῦ, χαρμονῆς αἰωνιζούσης, κόσμου πρόξενε.  
Ὠδὴ στ'. Τὴν δέησιν.
πάκουσον πάντων δεομένων σου, ἀσκητὰ πνευματοφόρε, Ἀνδρέα, Ἀναστασίας Φαρμακολυτρίας καὶ Θεολόγου δεχθεὶς τὴν βεβαίωσιν, εὐαρεστήσεως Θεοῦ, ἐκ σαλότητος τρόπων τῶν ξένων σου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Λαμπρότησιν ὃ καλλωπιζόμενος ἀρετῶν, καὶ ὑπὲρ λόγον σοφίας, ὃ ἓν τῇ γῇ τῶν πραέων σκηνώσας, καὶ ἐνωθεὶς τῇ ἀγάπῃ τοῦ Κτίσαντος, Ἀνδρέα, ἔνωσον ἡμᾶς, τοῖς χοροῖς τῶν φιλούντων τὸν Ὕψιστον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
κδίωξον χαλεπὰ νοσήματα τῶν τιμώντων σέ, Ἀνδρέα θέοφρον, καὶ καταπράϋνον τάς ἀλγηδόνας τῶν εὐφημούντων σοῦς τρόπους σαλότητος, δι' ὧν ἐδέξω ἀληθῶς, τὸ βραβεῖον ἀφθίτου λαμπρότητος.
Θεοτοκίον.
φύμνιον ᾆσμα, Μητροπάρθενε, σοὶ προσάγομεν πιστῶν αἱ χορείας ὅτι ἒν πάσαις κακώσεσι βίου καὶ πειρασμοῖς καὶ δεινοῖς καταφεύγομεν, σὴ προστασία ἀκλινεῖ, καὶ θερμὴ μεσιτία, πανύμνητε.
μόζηλε ἀγγέλων δόξῃς, Ἀνδρέα πνευματοφόρε, σαλότητος τὴν ὁδὸν βαδίσας ὡς ἐξηχός, ἀξίωσον δόξῃς ἡμὰς ἀφθίτου.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμέρων τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Εἶτα μνημονεύει καὶ πάλιν·
Ὁ Ἱερεύς
λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε λησον (3)
τι δεμεθα πρ του ρχιεπισκπου μν (δεινς) κα πσης της ν Χριστ μν δελφτητος. Κριε λησον (3)
τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως των μαρτιν των δολων του Θεο, πντων των εσεβν κα ρθοδξων χριστιανν, των κατοικοντων κα παρεπιδημοντων ν τη (κμ, πλη) τατη, των νοριτν, πιτρπων, συνδρομητν κα φειρωτν του γου ναο τοτου. Κριε λησον (3)
τι δεμεθα πρ των δολων του Θεο, (νματα).
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τους αἰῶνας των αἰώνων.
Ὁ χορός·  Ἀμήν.
Μετὰ δὲ τὴν ἐκφώνησιν, τὸ ἑπόμενον·
Κοντάκιον.
Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου.
Σταυρὸν σαλότητος ἀναλαβόμενον ἐπ’ ὤμων, καὶ τὸν μωρὸν προσποιούμενον, ἵνα κερδήση ζωὴν τὴν αἰώνιον, Ἀνδρέαν μέλψωμεν, πόθῳ αἰτούμενοι αὐτοῦ τάς πρεσβείας πρὸς Κύριον.

Προκείμενον. Ἦχος δ'. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ὁ Ἱερεύς·
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Ὁ χορός· Κύριε, ἐλέησον (γ΄).
Ὁ Ἱερεύς·
Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Ὁ χορός·
Καὶ τῷ πνεύματί σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον  (ια' 27-30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου...
Δόξα.
Ταῖς τοῦ Σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον. Ἦχος πλ. β'.
Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλεησόν με,  Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.  
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Τὸν πολιτευσάμενον, ἐπὶ τῆς γῆς ἰσαγγέλως, καὶ  ἐχθροῦ ὀλέσαντα, φάλαγγας ὡς ἔξηχον προσποιήσεσι, ταῖς μωραῖς μέλψωμεν, εὐκλεῆ Ἀνδρέαν, Βασιλίδος ἐνδιαίτημα,* καὶ θεῖον μέτοχον, δόξῃς καὶ εὐκλείας ἀτέρμονος, ἐκθύμως ἀνακράζοντες ἔμψυχε ναὲ ταπεινώσεως, ῥΰσαι σοῦς ἱκέτας, ἐχθίστου ἐπηρείας καὶ δεινῶν, ἐπερχομένων πρεσβείαις σου, πρὸς Θεὸν τὸν εὔσπλαγχνον.
Ὁ ἱερεύς.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρο-νομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, Νικολάου του ἐκ Νάξου τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνά τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Πολυκάρπου, Χαραλάμπους, Βλασίου καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν Θέκλας, Αἰκατερίνης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ Ἁγίου Ἀνδρέου τοῦ διά Χριστόν Σαλοῦ, καὶ πάντων τῶν Ἁγίων· Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.
Ὁ χορὸς· Κύριε, ἐλέησον  (ιβ´).
Ὁ Ἱερεύς·
λέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὐ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς·
Ἀμήν.
Εἶτα, ἀποπληροῦμεν τάς λοιπὰς ᾠδὰς τοῦ
Κανόνος.
Ὠδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Πολυτίμητον σκεῦος, Παρακλήτου, Ἀνδρέα, ὃ τὰ ἐσόμενα, δυνάμενος προλέγειν καὶ βλέπειν τὰ ἐν πόλω, μυστικὰ καὶ ἀθέατα, πέμψον ἡμῖν δαψιλώς, ἐλέη τοῦ Ὑψίστου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
πολαύσαι, Ἀνδρέα, εὐφροσύνης ἀλήκτου ἡμᾶς ἀξίωσον, σὲ ἀνυμνολογοῦντας ὡς σύσκηνον Ἀγγέλων, καὶ συνόμιλον τάγματος Ὁσίων, διὰ Χριστὸν σάλων ἀποκληθέντων.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Κατ' ἐχθροῦ μισοκάλου, νικητὰς σοῦς ἱκέτας ταχὺ ἀνάδειξον, τοὺς ἐπικαλουμένους τὴν θείαν σοῦ πρεσβείαν, πρὸς τὸν εὔσπλαγχνον Κύριον, Οὐ ἀπολαύεις τὸ φῶς, μορφῆς τῆς πανιέρου.
Θεοτοκίον.
Οὐρανῶν ὑπερτέραν, τὴν ἁγνὴν Θεοτόκον καὶ παντευλόγητον, Κυρίαν σκηνωμάτων τῆς δόξῃς μελωδοῦντες, εὐλαβῶς ἀνακράζομεν  προστάτις χριστιανῶν, Θεοκυῆτορ, πέλεις.
Ὠδὴ η'. Τὸν Βασιλέα.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
μνολογουντὲς σέ, θεοφόρε Ἀνδρέα, ὡς ἀειρρυτον κρήνην ἐλέους, σᾶς θερμὰς πρὸς Κτίστην εὐχὰς ἀποζητοῦμεν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Σταυροῦ δυνάμει περιφραχθείς, τάς ἐνέδρας τοῦ ἔχθιστου διέλυσας, πάτερ θεαυγές, Ἀνδρέα, ἡμῶν ἀκέστορ θεῖε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
δήγησάν με πρὸς σωτηρίας ἐπάλξεις, σαλότητι, μάκαρ Ἀνδρέα, σὲ αὐτὸν ἴθυνας πρὸς θεϊκὰς σκηνώσεις.
Θεοτοκίον.
Νικήσαι πάθη σαρκός, ἁγνὴ Θεοτόκε, καταξίωσον σὲ τοὺς ὑμνοῦντας καὶ δοξολογοῦντας τὸν ἄχραντόν σου Τόκον.
Ὠδὴ θ'. Κυρίως Θεοτόκον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Μωράνας τῆς κακίας σοφιστήν, Ἀνδρέα, ταῖς σαῖς μωραῖς προσποιήσεσι, σοφισον τοὺς σούς ἱκέτας, δεικνύων αὐτοῖς τὰ κρείττονα.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
μόζηλε μαρτύρων καὶ ὁσίων πάντων, πνευματοφόρε Ἀνδρέα, ἰσότιμε, ἡμῖν ἰλέωσαι Κτίστην, τὸν πανευΐλατον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
πέρτερε γηΐνων καὶ ῥευστῶν, Ἀνδρέα, σούς ὑμνητὰς ὑπερόπτας ἀνάδειξον, σχέσεως πάσης προσύλου καὶ ματαιότητος.
Θεοτοκίον.
Μὴ παύσῃ δυσωποῦσα, Κεχαριτωμένη, σὺν τῷ πανσέπτῳ Ἀνδρέᾳ τὸν Τόκον σου, ὑπὲρ τῶν Ὕμνοις εὐήχοις μακαριζόντων σε.
Καὶ εὐθὺς τό·
ξιν στιν ς ληθς, μακαρζειν σε τν Θεοτκον, τν ειμακριστον κα παναμμητον, κα Μητρα το Θεο μν.
Τν τιμιωτραν τν Χερουβεμ, κα νδοξοτραν συγκρτως τν Σεραφεμ, τν διαφθρως Θεν Λγον τεκοσαν, τν ντως Θεοτκον, σ μεγαλνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια
Χαίροις, τῆς σοφίας καὶ ἀρετῆς, τῆς ἐνθέου πλήρης, προσποιήσεσιν μωραϊς, διανύσας βίον ἰσάγγελον, Ἀνδρέα, ἐν πόλει Βασιλίδι, πνευματοφόρητε.
Χαίροις, προσποιήσεσιν μωραῖς, καὶ σκληραγωγία, ὑπὲρ ἔννοιαν σεαυτόν, ταπεινώσας μάκαρ, Ἀνδρέα, ἵνα πόλου, εὐκλείας ἀπολαύσῃς καὶ δόξῃς κρείττονος.
λεημοσύνης τὸν τιμητήν, ταπεινοφροσύνης, ἐργαστήριον καὶ εὐχῆς, ἀσιγήτου σκεῦος, Ἀνδρέαν, ὡς σοφίας, ταμεῖον τῆς ἐνθέου, ἀνευφημήσωμεν.
Χαίροις, ἐν τεμένει τῶν Βλαχερνών, τὴν ἁγνὴν Παρθένον θεασάμενος τοὺς πιστούς,σκέπουσαν, Ἀνδρέα, αὐτῆς τῷ μαφορίω, τῷ ἱερῷ αὐτόπτα, ξένου θεάματος.
Χαίροις, ὁ μωράνας τὸν πτερνιστήν, τρόποις σου ἐνθέοις, καὶ εὐφράνας τὸν Λυτρωτήν, σὴ ἀσκήσει, πάτερ, φωτοειδές Ἀνδρέα, πολλῶν θορύβων μέσον, ὃ βιωσάμενος.
Σμῆνος τῶν δαιμόνων ὅ τῷ ἐσμῷ, ἀρετῶν σκορπίσας, ὡς κηφῆνας καὶ τὸ γλυκύ, μέλι τῆς σοφίας, τῆς ὑπὲρ νοῦν συλλέξας, Ἀνδρέα, σὴ ἀσκήσει, κόσμον καθήδυνας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ὁ Ἀναγνώστης·
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς  (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
        Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δεσπότα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
        Πάτερ ἡμῶν, ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς·
τι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· 
Ἀμήν.
Εἶτα τὸ παρόν Ἀπολυτίκιον.  
Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Τὸν μωραΐς προσποιήσεσι καὶ σαλότητι, καθυποτάξαντα πάθη τὰ ψυχοκτόνα σαρκός, καὶ συντρίψαντα μισόκαλον τὸν δόλιον, ὡς θείου Πνεύματος ναὸν καὶ ὁσίων ἀσκητῶν, τιμήσωμεν λαμπηδόνα, σοφὸν Ἀνδρέαν, πρεσβείας αὐτοῦ πρὸς Κύριον αἰτούμενοι.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμη, πόλει, νήσω) ταύτη, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν  ( κώμην, χώραν, νῆσον μονὴν) ταύτην ( τὸν οἶκον  τούτον), καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς
Ἒτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι……..
Ἐπάκουσον ὁ Θεός ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς………..
Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·  Ἀμήν.
Καὶ ὁ ἱερεὺς ποιεῖ τὴν ἀπόλυσιν·
Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου  (τοῦ Ναοῦ)·  τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ Ἁγίου Ἀνδρέου τοῦ διά Χριστόν Σαλοῦ, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἦχος β'. Ὅτε ἐκ τὸν Ξύλου σὲ νεκρὸν
Πάτερ, δουλεύσας τῷ Χριστῷ, ταπεινοφροσύνη τελεία, γυμνώσει καὶ ἐμπαιγμοῖς, καὶ Βελίαρ δύναμιν τὴν διαφθείρουσαν, ἤθη σαῖς προσποιήσεσι μωραΐς θριαμβεύσας, λύτρωσαι κακότητος τοῦ παναλάστορος, πάντας καὶ στενώσεων βίου, τοὺς εἰλικρινῶς σὲ τιμῶντας,  ἄνθρωπε, Ἀνδρέα, ἰσουράνιε.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τήν πάσαν ἐλπίδα μου εἰς  σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.
Δι’ εὐχῶν….

Δίστιχον.

Δανιηλαίων συνοδίαν, Ἀνδρέα, σέ τιμώσαν σκέπε, βοᾶ Χαραλάμπης.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου