Τρίτη 20 Ιουνίου 2017

Παράκλησις εἰς τὸν ΑΠΟΣΤΟΛΟ ΣΙΛΑ

Παράκλησις εἰς τὸν ΑΠΟΣΤΟΛΟ ΣΙΛΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.  
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
μοφρονήσας τῷ θεόφρονι Παύλῳ, Χριστῷ συνδέδεσαι μακάριε Σίλα, Οὗ κήρυξ ἐν τοῖς ἔθνεσιν ἐδείχθης ἱερός, διωγμοῖς καὶ θλίψεσι καὶ δεσμοῖς ἀριστεύσας, Κορινθίων γέγονας, ἱεράρχης θεόφρων, καθικετεύων πάντοτε Χριστόν, ὑπὲρ τῶν πίστει, εὐχὰς δεομένων σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα Κανών, οὗ ἀκροστιχίς: Εὐχαῖς, Σίλα, φύλαττε φιλαποστόλου. (θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Εὐχαῖς σου ὦ Σίλα ταῖς ἱεραῖς, φυλάττοις τοὺς πόθῶ, σὲ τιμῶντας ἀπὸ ψυχῆς, καὶ θείαν πρεσβείαν ἐκζητοῦντας, πρὸς τὸν Σωτῆρα Ὃν βίῳ ἐδόξασας.
πάρχων δοχεῖον χωρητικόν, τῆς χάριτος Σίλα, ἠκολούθησας τῷ Χριστῷ, μηδόλως γηΐνων προσπαθήσας, ὧν καὶ ἡμᾶς ἀμετόχους ἀνάδειξον.
Χαρᾶς πεπλησμένος τῆς θεϊκῆς, ὦ Σίλα τῷ Παύλῳ, ἠκολούθησας ταπεινῶς, καὶ τούτου ἐκμίμημα ἐδέιχθης· ὅθεν ἡμᾶς μιμητάς σου ἀνάδειξον.
Θεοτοκίον.
γνείαν φυλάξασα ἀκριβῶ, ἁγνείας Παρθένε, δεῖξον οἴκους τοὺς ἐκ ψυχῆς, τιμῶντας ἐν ὕμνοις Σου ἁγνείαν, δι’ ἧς Τριάδος τὴν χάριν ἐφείλκυσας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
κανὸς ἐλογίσθης ἀποσταλεὶς Ἅγιε, σὺν τῷ θείῳ Παύλῳ καὶ ἄλλοις, εἰς Άντιόχειαν, πρὸς ὑποστήριξιν, Χριστιανῶν νεοφύτων· ὅθεν Σίλα στήριξον, ἡμᾶς ἐν θλίψεσι.
Σάλον κόπασον Σίλα τοῦ δολεροῦ δράκοντος, καὶ τὴν χριστοδώρητον δίδου, εἰρήνην ἅπασιν, ἵνα δοξάζομεν, τὴν ἐκ Θεοῦ σοι δοθεῖσαν, χάριν οἱ τιμῶντές σου, μνήμην τὴν πάντιμον.
ς ἐχάρησαν πάλαι Ἀντιοχεῖς Ἅγιε, ἐπὶ τῇ ὑμῶν παρουσίᾳ, οὕτως ἀξίωσον, τοὺς σοὶ προσπίπτοντας, χαίρειν χαρὰν τοῦ Κυρίου, καὶ τὴν παρουσίαν σου, ἀεὶ αἰσθάνεσθαι.
Θεοτοκίον.
Σῶζε τέκνα Σου Μῆτερ τὰ ἐπὶ Σοὶ τρέχοντα, καὶ τὴν τῶν πτερύγων Σου σκέπην, πόθῳ αἰτούμενα, ὅπως τοῦ δαίμονος, πάσης παγίδος ῥυσθῶμεν, καὶ κληρονομήσομεν, γλυκὺν Παράδεισον.
Διάσωσον, τοὺς σοὺς ἱκέτας Ἀπόστολε θεῖε Σίλα, ἀπὸ πάσης ἀνάγκης ψυχῆς τε καὶ σώματος, καὶ πρέσβευε διὰ παντός, ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν  ἡ  Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
γάπην τὴν σὴν ἣν ἔσχες πρὸς τὸν Κύριον, μετάδος ἡμῖν, ὦ Σίλα χριστοκάρδιε, καὶ παγίδων λύτρωσαι, ἃς ὁ δόλιος ἡμῖν ἵστησι, διαφυλάττων τὰς ψυχάς, ὁμοῦ καὶ σώματα τῶν τιμώντων σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
ερὰ σάλπιγξ γέγονας, Σίλα τοῦ Κυρίου τὰ δικαιώματα, ἐκδιδάξας ἐν τοῖς πέρασι· διὸ καὶ ἡμῖν ταῦτα ἐκδίδαξον.
Λαμπροτάτην τὴν εἴσοδον, εἰς τὴν Βασιλείαν Κυρίου ποίησον, Σίλα πᾶσι τοῖς προστρέχουσι, καὶ θερμῶς αἰτοῦσι τὰς πρεσβείας σου.
Αὐγαζόμενος χάριτι, Σίλα τοῦ ἡλίου τῆς δόξης αὔγασον, τοὺς κειμένους ἐν τοῖς πταίσμασι, καὶ τὸ φῶς Κυρίου ἀναμένοντας.
Θεοτοκίον.
Φεῖσαι Μῆτερ τῶν τέκνων Σου, τῶν παραβαινόντων Χριστοῦ θελήματα, καὶ κρημνοῦ ταῦτα ἐξάρπασον, λυτρουμένη θείαις ἱκεσίαις Σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
πνου ψυχικοῦ, ἡμᾶς Σίλα διανάστησον, πρὸς ἐργασίαν ἐντολῶν Χριστοῦ, δι’ ὧν θεοῦται, κατὰ χάριν τὸ ἀνθρώπινον.
Λύτρωσαι σειρᾶς, ἁμαρτίας Σίλα ἔνδοξε, ὡς σὺ ἐῤῥύσθης ἐν Φιλίππῳ θαυμαστῶς, μετὰ τοῦ Παύλου, ἐξ ἀδίκου φυλακίσεως.
Αἴτησαι ἡμῖν, ἐκ Κυρίου Σίλα πάντιμε, τὴν προστασίαν ἐκ δαιμόνων φοβερῶν, οὕς περ δυνάμει, τοῦ Σταυροῦ πάλαι κατήργησας.
Θεοτοκίον.
Τρῶσον τὰς ψυχάς, τῇ ἀγαπῃ θείου Τόκου Σου, Παρθενομῆτορ καὶ ἀξίωσον ἡμᾶς, ὀπίσω Τούτου, ἐν παντὶ τῷ βίῳ ἔπεσθαι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὰ πάθη μου, τὴν ψυχὴν συνθλίβοντα, ὡς ὀγκόλιθος ὦ Σίλα τρισμάκαρ, θραῦσον εὐθύς, ὡς τὰ εἴδωλα πάλαι, τὸ κατ’ εἰκόνα καθαίρων πρεσβείαις σου, καὶ ἐνισχύων με ἀεί, εἰς ἀπόκτησιν τοῦ καθ’ ὁμοίωσιν.
νίσχυσον, τὰς ψυχὰς τῶν δούλων σου, κλονουμένας πειρασμοῖς μάκαρ Σίλα, καὶ ἀβλαβεῖς, ἐξ ἐχθροῦ ἐπηρείας, σαῖς ἱκεσίαις ἡμᾶς διατήρησον, συντρίβων ἀποστολικῶς, τὰς παγίδας αὐτοῦ καὶ τὰ σκάνδαλα.
Φροντίδων με, ἀγχωδῶν ἀπάλλαξον, καὶ μερίμνης ψυχοφθόρου ὦ Σίλα, καταξιῶν, ἀνατίθεσθαι πάντα, πεπερασμένον μου βίον τῷ Κτίσαντι, τῷ ἔχοντι τὴν πατρικήν, οἰκουμένης φροντίδα καὶ πρόνοιαν.
Θεοτοκίον.
άτρευσον, τῶν σωμάτων Δέσποινα, καὶ ψυχῶν τὰς ἀσθενείας καὶ νοσους, τὸν ἰατρόν, Ἰησοῦν Σαῖς πρεσβείαις, ἐξιλεοῦσα ὑπὲρ τῶν τιμώντων Σε, καὶ ὕμνον τὸν ἀγγελικόν, ἐκβοώντων Σοι· χαῖρε πανάμωμε.
Διάσωσον, τοὺς σοὺς ἱκέτας Ἀπόστολε θεῖε Σίλα, ἀπὸ πάσης ἀνάγκης ψυχῆς τε καὶ σώματος, καὶ πρέσβευε διὰ παντός, ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν  ἡ  Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Πυρωθεὶς τῷ πυρὶ θείου Πνεύματος, ὥσπερ γίγας τὸν κόσμον διέδραμες, μάκαρ Σίλα, πλάνης λαοὺς πολλοὺς ἐξαγαγών· διὸ ῥῦσαι καὶ ἡμᾶς, προσπίπτοντάς σοι ἐκ ψυχῆς, ἐκ παγίδων ἀλάστορος. Δίδου Χριστοῦ ἀγάπην, φλέξον παθῶν ἀκάνθας, καὶ Βασιλείαν οὐρανῶν, ταῖς εὐχαῖς σου πᾶσι χάρισαι.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οι οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (θ΄ 37-38, ι΄ 5-9)
Εἶπεν ὁ Κύριος τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες, ὅτι· Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε. Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλέησόν με ὁ Θεός...
Σίλα θεοδόξαστε, Ἁγίου Πνεύματος θρόνε, πᾶσαν γῆν ἐφώτισας, σωτηρίοις λόγοις σου καὶ συνήρμοσας, τῷ Χριστῷ ἄριστα, τοὺς ἐν σκότει ὄντας, καὶ υἱοὺς φωτὸς καὶ χάριτος, τούτους ἀνέδειξας· ὅθεν καὶ ἡμᾶς νῦν ἀξίωσον, ἐν τῷ φωτὶ πορεύεσθαι, τοῦ Εὐαγγελίου καὶ ἄξια, κλήσεως Κυρίου, ἐργάζεσθαι τὰ ἔργα καὶ παντός κινδύνου ῥῦσαι τοὺς ὅσοι σου, δέονται ἐκ πίστεως.
Ὁ Ἱερεύς
Σσον, Θες, τν λαν σου, κα ελγησον τν κληρονομαν σου· πσκεψαι τν κσμον σου ν λει κα οκτιρμος· ψωσον κρας Χριστιανν ρθοδξων, κα κατπεμψον φ μς τ λη σου τ πλοσια· πρεσβεαις τς παναχρντου, Δεσπονης μν, Θεοτκου κα ειπαρθνου Μαρας· δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα βαπτιστο ωννου, τν γων, νδξων, κα πανευφμων ποστλων. Τν ν γοις Πατρων μν, μεγλων εραρχν, κα Οκουμενικν Διδασκλων, Βασιλεου το Μεγλου, Γρηγορου το Θεολγου κα ωννου το Χρυσοστμου, θανασου κα Κυρλλου, ωννου το λεμονος, πατριαρχν λεξανδρεας· Νικολου το ν Μροις τς Λυκας, Σπυρδωνος πισκπου Τριμυθοντος, κα Νεκταρου τς Πενταπλεως, τν θαυματουργν· τν γων νδξων μεγαλομαρτρων Γεωργου το Τροπαιοφρου, Δημητρου το Μυροβλτου, Θεοδρου το Τρωνος, κα Θεοδρου το Στρατηλτου κα Μην το θαυματουργο, τν ερομαρτρων Χαραλμπους κα λευθερου· τν γων, νδξων, μεγλων μαρτρων Θκλας, Βαρβρας, ναστασας, Κυριακς, Φωτεινς, Μαρνης, Παρασκευς κα Ερνης· τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (ναο), τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (μρας), κα πντων σου τν γων κετεομν σε, μνε πολυλεε Κριε, πκουσον μν τν μαρτωλν δεομνων σου κα λησον μς. Κριε, λησον (ιβ')
λει, κα οκτιρμος, κα φιλανθρωπίᾳ το μονογενος σου Υο, μεθ΄ ο ελογητς ε, σν τ παναγίῳ κα γαθ κα ζωοποι σου Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων.
Ὁ  χορός:
Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λιμὸν λόγου Κυρίου ἀποδίωκε Σίλα ἐκ τῶν τιμώντων σε, πλουσίως διατρέφων, ἡμᾶς σεπταῖς εὐχαῖς σου, ὅπως Λόγῳ ἑνούμενοι, ἐν οὐρανίῳ Σιών, ζήσωμεν εἰς αἰῶνας.
ποστόλων  με  ζήλῳ,  καταπλούτισον Σίλα θεομακάριστε, καὶ
τῆς Χριστοῦ ἀγάπης· δι’ ὧν σὺ πεπλησμένος, οἰκουμένην διέδραμες, καὶ ὥσπερ σάλπιγξ λαμπρῶς, ἤχησας σωτηρίαν.
Πεδηθεὶς ἑκουσίως ἁμαρτίαις ποικίλαις Σίλα μακάριε, βοῶ σοι· θραῦσον πέδας, καθάπερ ἐν Φιλίπποις, σοῦ τὰς πέδας κατέθραυσεν, ἐν φυλακῇ ὁ Χριστός, ὄντος μετὰ τοῦ Παύλου.
Θεοτοκίον.
ρμαθὸν τῶν παθῶν μου, Θεοτόκε Παρθένε, ταχὺ ἀφάνισον, ἡ ἀπαθῶς τὸν Λόγον, κυήσασα ἐν χρόνῳ, καὶ τοῖς πάθεσι σώσαντα, ἅπαν τὸ γένος ἡμῶν, ἀπὸ παθῶν ἀτίμων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σίλα ὡς δῶρον, τὴν προσευχήν μοι παράσχου, καὶ ὑπνοῦντι καὶ ἐξεγειρομένῳ, ὅπως ἰσαγγέλως, τὸν Κύριον δοξάζω.
Τρῶσον ψυχήν μου, Σίλα τῷ πόθῳ Κυρίου, ἐκδιώκων ἀγάπην τὴν τοῦ κόσμου, ἵνα διανύσω, ὁδὸν Εὐαγγελίου.
λον τὸν νοῦν μου, καθυπόταξον Σίλα, τοῦ Δεσπότου θελήματι τῷ θείῳ, λογισμοὺς ἀκαίρους, καθαίρων καὶ ἐννοίας.
Θεοτοκίον.
Λάμπρυνων Μῆτερ, ἠσβολωμένην ψυχήν μου, ἡ τεκοῦσα τὸ Φῶς παντὸς τοῦ κόσμου, καὶ ἀξίωσόν με, φωτὸς τοῦ Παραδείσου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Πνεύματι Ἁγίῳ, πάθη θεραπεύων, ψυχῆς καὶ σώματος Σίλα μακάριε, τοὺς αἰτουμένους σε πόθῳ, ταχὺ θεράπευσον.
πὲρ τῆς Ἐκκλησίας, Σίλα ἐκδυσώπει, τὸν Ἰησοῦν ὑπὲρ Οὗ ἄθλους ἤνεγκας, ἵνα αὐτὴν ἐν εἰρήνῃ, φυλάττῃ πάντοτε.
Σίλα ἀξίωσόν με, θείου Παραδείσου, τὸν προσκυνοῦντα ἁγίαν εἰκόνα σου, καὶ σὲ προβάλλοντα πρέσβυν, πρὸς τὸν φιλάνθρωπον.
Θεοτοκίον.
νάνηψον ψυχήν μου, ἐκ βαθέος ὕπνου, τῆς ἀμελείας καὶ δεῖξον μετάνοιαν, τὴν Θεοτόκον καὶ Σίλαν μεσίτας ἔχουσα.
ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις εὐσεβείας θεῖος πυρσός, Ἀπόστολε Σίλα, καὶ τῆς Χάριτος θησαυρός· χαίροις τῆς Ἑλλάδος, ὁ θεῖος ἀντιλήπτωρ, ἣν φύλαττε καὶ φρούρει, πάντοτε Ἅγιε.
Χαίροις Σίλα σάλπιγξ τοῦ Ἰησοῦ, ἡ ἐκ σκότους πλάνης, ἀναστήσασα τοὺς λαούς, καὶ υἱοὺς ἡμέρας, αὐτοὺς ἐναποδείξας, θείῳ κηρύγματί σου, καὶ βίῳ λάμποντι.
Γέγονας συνέκδημος ἱερός, Σίλα θείου Παύλου, μεθ’ οὗ ἔδραμες ὡς φωστήρ, πᾶσαν οἰκουμένην, συνάπτων τῷ Κυρίῳ, καὶ νῦν τοὺς σὲ τιμῶντας, σκέπεις πρεσβείαις σου.
Τοὺς προσερχομένους τῷ σῷ ναῷ, Σίλα χριστοφόρε, δεῖξον οἴκους τοῦ Ἰησοῦ, πάθη θεραπεύων, ψυχῶν τε καὶ σωμάτων, Πνεύματι τῷ Ἁγίῳ, Οὗ πλήρης γέγονας.
Σκέπε ταῖς ἁγίαις σου προσευχαῖς, Ἐκκλησίας Σίλα, ἐν αἷς ἔδρασας θαυμαστῶς, τὴν Ἀντιοχείας, Φιλίππων τε Βεῤῥοίας, κλεινῆς Θεσσαλονίκης, Κορίνθου πόλεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τρισγιον
ερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
ερεύς.
λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   Ἔτι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   Ἔτι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   Ἔτι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   Ἔτι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    Ὅτι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Σίλα, Θεοῦ Λόγου μαθητά, κήρυξ τῆς Χριστοῦ Βασιλείας, Παύλου ὁμόψυχε, τοὺς πιστῶς προστρέχοντας, τῷ ἱερῷ σου ναῷ, νοσημάτων ἀπάλλαξον, καὶ Πνεύματος δεῖξον, θεῖα οἰκητήρια, κεκαθαρμένους παθῶν· ὅπως, ἐν ἐσχάτῃ ἡμέρᾳ, τύχωμεν ἐλέους Κυρίου, καὶ Αὐτοῦ κατίδωμεν τὸ πρόσωπον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Ὁ  Ἱερεύς˙ Δι’ εὐχῶν Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου