Παράκλησις
εἰς τὸν ΑΓ. ΜΑΡΤΥΡΟΣ ΝΙΚΗΤΑ
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος.
Ἀμήν.
Ὁ
ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰώνας τῶν αἰώνων.
Ὁ
χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε
εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν
μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων
αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος
δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ὑπερθαύμαστον Χριστοῦ στρατιώτη, τὸν καταισχύναντα
ἐχθροῦ τὰς ἐφόδους, οἱ εὐσεβεῖς ὑμνήσωμεν κραυγάζοντες· Μάρτυς ἀκατάπληκτε, τοῦ
Κυρίου Νικήτα, ταῖς πανευπροσδέκτοις σου, πρὸς Αὐτὸν ἱκεσίαις, ὡς συμπαθὴς διάσωσον
ἡμᾶς, ἀπὸ κινδύνων, καὶ πάσης κακώσεως.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ
Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους
σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ
Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου
ᾨδὴ α΄. Ἦχος πλ.
Δ΄. Ὑγρὰν διοδεύσας.
Συνὼν τῶν Μαρτύρων ταῖς στρατιαῖς, ἐν τῷ οὐρανίῳ, στρατοπέδῳ Μάρτυς σοφέ,
Νικήτα τὸν πάντων Βασιλέα, ὑπὲρ ἡμῶν σὺν αὐτοῖς καθικέτευε.
Ἐξήνθησας
Μάρτυς ἐξ ἀκανθῶν, μυρίπνοον ἄνθος, εὐωδίαν τὴν μυστικήν, Νικήτα παμμάκαρ
ἀποπνέων, δι’ ἧς ψυχήν μου τὴν τάλαιναν μύρισον.
Ποικίλοις χειμάζομαι πειρασμοῖς· διὸ καταφεύγω, τῇ ἁγίᾳ σου ἀρωγῇ, Νικήτα
παμμάκαρ ἀνακράζων· ἐλεήσόν με εὐχαῖς ταῖς τιμίαις σου.
Θεοτοκίον.
Κυήσασα ἄχραντε τοῦ Πατρός, τὸν ἄναρχον Λόγον, κόσμον ἔσωσας τῆς φθορᾶς· διό
Σε ἀεὶ ἀνευφημοῦμεν, πανευλαβῶς τὴν Σὴν χάριν αἰτούμενοι.
ᾨδὴ
γ΄. Οὐρανίας ἁψῖδος.
Στρατιώτης Κυρίου περιφανὴς πέφηνας, καὶ διὰ πυρὸς τὸν
ἀγῶνα χαίρων ἐτέλεσας· ὅθεν Νικήτα ἡμῖν, πολεμουμένοις κακίᾳ, τοῦ ἐχθροῦ
συμμάχησον, ὡ συμπαθέστατος.
Τῷ πυρὶ ὦ Νικήτα τῶν ἱερῶν ἄθλων σου, τὴν δαιμονικὴν
τῶν εἰδώλων πλάνην ἐνέπρησας· ὅθεν πολύαθλε, τὰς τῶν παθῶν μου ἀκάνθας, τῷ πυρὶ
κατάφλεξον, τῆς ἱκεσίας σου.
Ἐγκωμίοις τιμῶμεν τοὺς καρτεροὺς πόνους σου, οὓς τῶν
οὐρανίων τῷ πόθῳ, Νικήτα ἤνεγκας, καὶ ἀνακράζομεν· ὑπὲρ ἡμῶν τὸν Δεσπότην,
Μάρτυς ἐξιλέωσαι, ταῖς μεσιτείαις σου.
Θεοτοκίον.
Ὑπερύμνητε Κόρη τὸν παλαιὸν ἄνθρωπον, θέλων ὡραιῶσαί με
Λόγος, ὁ ὑπερούσιος, σάρκα προσείληφεν, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων· ὢ τῶν
μυστηρίων Σοθ! Δι’ ὧν σῳζόμεθα.
Διάσωσον, μεγαλομάρτυς Νικήτα τῇ χάριτί σου, τῶν τοῦ δολίου ἐχθροῦ
ἐπιθέσεων, τοὺς σύμμαχόν σε ἐν πίστει προσκαλουμένους.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος
κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ
Ἱερεὺς
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον
(3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε
ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται
τά ὀνόματα τῶν
ὑπέρ ὧν ἡ Ἱερά
Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀθλήσας στεῤῥῶς Νικήτα μέχρι αἵματος, Χριστοῦ τοῦ Θεοῦ, τὸ πάθος
ἐξεικόνισας, καὶ αὐτῷ παρίστασαι, ἀνεσπέρω φωτὶ λαμπρυνόμενος· διὸ φῶς αἴτει
ἄνωθεν ἡμῖν, ὡς ἔχων πλουσίαν τὴν συμπάθειαν.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Νικητὴς δι’ ἀθλήσεως, γεγονὼς Νικήτα ἀκαταγώνιστε, κατ’ ἐχθροῦ τοῦ
παναλάστορος, νικητήν με εὐχαῖς σου ἀπέργασαι.
Μετανοίας τὰς πύλας μοι, ἔνδοξε Νικήτα δεῦρο ὑπάνοιξον, τῆς ἐνθέου σου
χρηστότητος, τῷ ἀνοικτηρίῳ ἱκετεύω σε.
Τοὺς πιστῶς καταφεύγοντας, τῷ σεπτῷ ναῷ σου Νικήτα κράτιστε, τῆς εὐνοίας σου
ἀξίωσον, ὡς ἂν εὐφημοῦμέν σε σῳζόμενοι.
Θεοτοκίον.
Ῥυπωθεὶς δι’ ἀμέλειαν, Μῆτερ καταφεύγω τῇ εὐσπλαγχνίᾳ Σου, καὶ κραυγάζω Σοι·
ἀνάβλυσον, μετανοίας μοι ὕδωρ καθάρσιον.
ᾨδὴ ε΄. Φώτισον
ἡμᾶς.
Σθένει τοῦ Σταυροῦ, Ἀθλητὴς φανεὶς ἀήττητος, ἐξεδήμησας
πρὸς ἄπονον ζωήν, μνημονεύων ὦ Νικήτα τῶν τιμώντων σε.
Βλῦσον δαψιλῶς, τῶν χαρίτων σου τὰ νάματα, ὦ Νικήτα
Ἀθλοφόρων καλλονή, τοῖς προσπίπτουσι πιστῶς τῇ συμπαθείᾳ σου.
Βλέψον ἐφ’ ἡμᾶς, ἱλαρῷ Νικήτα ὄμματι, καὶ πρυτάνευσον
ἡμῖν τοῖς ταπεινοῖς, ταῖς εὐχαῖς σου τῶν πταισμάτων τὴν συγχώρησιν.
Θεοτοκίον.
Ἴθυνον ἡμῶν, ἀσφαλῶς τὰ διαβήματα, πρὸς νομὰς τὰς
ζωηφόρους Μαριάμ, βακτηρίᾳ ἀληθεῖ τῆς συμπαθείας
Σου.
ᾨδὴ
στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Θυσίαν ζῶσαν Θεῷ, σαυτὸν Νικήτα προσήνεγκας, πυρὶ ὁλοκαυτωθείς, ὡς πλήρης
φρονήσεως· διὸ εὐφημοῦμέν σε, τὰς πρὸς τὸν Δεσπότην, ἐξαιτοῦντες ἱκεσίας σου.
Εἰρήνην ταῖς σαῖς εὐχαῖς, τοῖς εὐφημοῦσί σε δώρησαι, καὶ πᾶσι τὸν ἱλασμόν,
Νικήτα χορήγησον, Χριστὸν ἱλεούμενος, τὸν δοξάσαντά σε, Ἀθλητὴν ὡς περιλάλητον.
Διάσωσον συμπαθῶς, ἀπὸ κινδύνων καὶ θλίψεων, καὶ πάσης ἐπιβουλῆς, Νικήτα
πανεύφημε, τοὺς ἀγαλλιάσεως, ἐν φωνῇ ὑμνοῦντας, τὴν πληθὺν τῶν θαυμασίων σου.
Θεοτοκίον.
Λυτρούμενος διὰ Σοῦ, τῶν καθ’ ἑκάστην θλιβόντων με, Μαρία Μῆτερ Θεοῦ, πιστῶς
ἀνακράζω Σοι· ἁγνὴ χαῖρε Δέσποινα, ἡ τῶν ἐν ἀνάγκαις, προστασία ἀκαταίσχυντος.
Διάσωσον, μεγαλομάρτυς Νικήτα τῇ χάριτί σου, τῶν τοῦ
δολίου ἐχθροῦ ἐπιθέσεων, τοὺς σύμμαχόν σε ἐν πίστει προσ-καλουμένους.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα
δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε
ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ
ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη)
ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται
τά ὀνόματα τῶν
ὑπέρ ὧν ἡ Ἱερά
Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς νικητὴς φερωνύμως ἀήττητος, παρὰ Θεοῦ ὑπεδέξω τὸ νίκηθρον, Νικήτα
μαρτύρων ἀγλάϊσμα· διὸ ἡμῖν εὐλαβῶς εὐφημοῦσί σε, τὴν θείαν σου χάριν
πρυτάνευσον
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον,
Μαρτυρικόν..
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄.
Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλέησόν με ὁ Θεός...
Νίκης τὸ διάδημα, ὡς νικητὴς φερωνύμως, παρὰ τοῦ παντάνακτος, οὐρανόθεν
εἴληφας παμμακάριστε· καὶ ἀνελήλυθας, κατηγλαϊσμένος, μαρτυρίου σου τοῖς
στίγμασιν, εἰς τὰ οὐράνια, δόξης τῆς ἀφθάρτου σκηνώματα, Νικήτα καὶ παρίστασαι,
νῦν τῷ Ἀθλοθέτῃ θεούμενος. Αὐτὸς οὖν δυσώπει, ὡς ἔχων παῤῥησίαν ἐκτενῶς, ὑπὲρ
ἡμῶν ἵνα εὕρωμεν, ὀφλημάτων ἄφεσιν.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον (ιβ')
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός:
Ἀμήν.
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνεδείχθης πολίτης καρτερῶς ἐναθλήσας τῆς Βασιλείας Χριστοῦ, Νικήτα
Ἀθλοφόρε, ἧς μέτοχόν με δεῖξον, συμπαθῶς τὸν ἀνάξιον, καθικετεύων θερμῶς, Θεὸν
τὸν ἐν Τριάδι.
Δεξιοῖς με προβάτοις ὅταν κρίνῃς τὸν κόσμον σύνταξον Λόγε Θεοῦ, πρεσβείαις
εὐπροσδέκτοις, Νικήτα τοῦ ἐνδόξου, τοῦ νομίμως ἀθλήσαντος, διὰ πυρὸς ὑπὲρ σοῦ,
τοῦ μόνου ζωοδότου.
Νοσημάτων παντοίων πειρασμῶν τε κινδύνων καὶ συμφορῶν χαλεπῶν, συντήρει
ἀνωτέρους, Νικήτα Ἀθλοφόρε, τοὺς πιστῶς ἐκβοῶντάς σοι· χαῖρε Χριστοῦ τοῦ Θεοῦ,
ὁ θεῖος στρατιώτης.
Θεοτοκίον.
Λυμαινόμενος Μῆτερ τοῦ ἀρχαίου δυνάστου ἐπιδρομαῖς χαλεπαῖς, θερμῶς Σε
ἱκέτευω, ὡς ἄμετρον πλουτοῦσα, πρὸς ἀνθρώπους συμπάθειαν, ἐλέησόν με τὸν Σόν,
πανάθλιον οἰκέτην.
ᾨδὴ η΄. Τὸν
Βασιλέα.
Τὸ τῆς κακίας, σκότος διάλυσον Μάρτυς, τὸ καλύψαν τὴν ἀθλίαν μου καρδίαν,
φωτὶ τῷ ἀΰλῳ, τῆς θείας χάριτός σου.
Σκέπε ἀπαύστως, τῶν πρεσβειῶν σου τῇ σκέπῃ, τοὺς ὑμνοῦντάς σε Νικήτα
Ἀθλοφόρε, καὶ ἀσπαζομένους, τὴν θείαν σου εἰκόνα.
Ῥώμην μοι δίδου, καὶ ψυχικὴν εὐτονίαν, παμμακάριστε Νικήτα Ἀθλοφόρε, ἵνα τοῦ
Κυρίου, τὸ θέλημα πληρώσω.
Θεοτοκίον.
Ὄμβρισον Μῆτερ, ζωῆς ἀΰλου τὸ ὕδωρ, τῇ ἀθλίως αὐχμωθείσῃ μου καρδίᾳ, ἵνα Σε
γεραίρω, τὴν κεχαριτωμένην.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Ὁ θεῖος Ἀθλοφόρος, καὶ δεδοξασμένος, Μάρτυς Νικήτα θερμῇ ἀντιλήψει σου, τῆς
ἐν τῷ κόσμῳ, με ζάλης, δεῖξον ἀνώτερον.
Εἰρήνευσον τὸν κόσμον, ἄρχον τῆς εἰρήνης, ταῖς τοῦ
Νικήτα θερμαῖς παρακλήσεσι, τοῦ διά σε ἠθληκότος, ἐνθέῳ ἔρωτι.
Νικήτα Ἀθλοφόρε, τῇ σαλευομένῃ, ταῖς προσβολαῖς τῆς
κακίας καρδίᾳ μου, ὡς συμπαθὴς τὴν γαλήνην, δεῦρο πρυτάνευσον.
Θεοτοκίον.
Ὑπερδεδοξασμένη, Μῆτερ τοῦ Ὑψίστου, ἐν σωφροσύνῃ τελείᾳ τὸν βίον μου,
ἐνίσχυσόν με διάγειν, ὡς εὐσυμπάθητος.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις τῶν Μαρτύρων κλέος λαμπρόν, ἔνδοξε Νικήτα, ὡς ἀθλήσας περιφανῶς·
χαίροις ὁ νικήσας, τὸν ὄφιν φερωνύμως, καὶ νίκηθρον ὑψόθεν, λαβὼν τὸν ἄφθαρτον.
Τὸν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, τὸν ἐνηθληκότα, σθένει θείῳ διὰ πυρός, Νικήτα
ἐν ὕμνοις, τιμήσωμεν ἀξίως, τὴν μνήμην ἐκτελοῦντες, αὐτοῦ τὴν εὔσημον.
Τὸν τροπαιοφόρον τοῦ Ἰησοῦ, Μάρτυρα Νικήτα, εὐφημήσωμεν οἱ πιστοί· οὗτος γὰρ
ἀνδρείως, πυρποληθεὶς τὸ σῶμα, τὴν ὕλην τῆς ἀπάτης, ἐναπετέφρωσε.
Χαίροις εὐσεβείας ἄνθος τερπνόν, καὶ τῆς Ἐκκλησίας, ὁ ἀσύλητος θησαυρός·
χαίροις Ὀρθοδόξων, ἡ φωταυγὴς λυχνία, Νικήτα Ἀθλοφόρε, ἀκαταγώνιστε.
Ἀνδρείως ἀθλήσας διὰ Χριστόν, εἴληφας τὴν χάριν, τῶν ἰάσεων δαψιλῶς, δι’ ἧς
πολυτρόπως, τοὺς χρήζοντας Νικήτα, εὐεργετεῖν τιμῶντας, τὴν θείαν μνήμην σου.
Χαίρων τῶν βασάνων ὑπενεγκών, τὰς σφοδρὰς αἰκίας, ὦ Νικήτα διὰ Χριστόν, τῆς ἐπουρανίου, τρυφῆς κατηξιώθης, σὺν
τῶν Ἁγίων Πάντων, ταῖς ὁμηγύρεσιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ
Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β’.
Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, καρτερόφρον Ἀθλητά, ὁ διὰ πυρὸς ἐναθλήσας, ὑπὲρ τῆς δόξης Χριστοῦ·
χαίροις ὁ τὸν βάσκανον, αἰσχύνας δράκοντα· χαίροις νίκης τὸν στέφανον, λαβὼν
οὐρανόθεν, καὶ ζωῆς τὴν κρείττονα, σκηνὴν εὑράμενος· πρέσβευε ἀεὶ τῷ Κυρίῳ, ϊνα
τοῖς πιστῶς σε τιμῶσιν, ἱλασμὸν καὶ ἔλεος δωρήσηται.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Τὴν πᾶσαν
ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Ὁ Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου