Τρίτη 20 Ιουνίου 2017

Παρακλητικός Κανών εἰς τὴν ΠΑΝΑΓΙΑΝ ΤΗΝ ΓΙΑΤΡΙΣΣΑ ΛΟΥΤΡΑΚΙΟΥ

Παρακλητικός Κανών εἰς τὴν ΠΑΝΑΓΙΑΝ ΤΗΝ  ΓΙΑΤΡΙΣΣΑ ΛΟΥΤΡΑΚΙΟΥ
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.  
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τῇ ἁγίᾳ Εἰκόνι, ἐν Λουτρακίῳ ἀσπασμοῦ τιμὴν δῶμεν, ὅτι θαμάτων χάριτας παρέχει ταχύ· πᾶσαν νόσον φυγαδεύει γάρ, πυρετοὺς ἀλγηδόνας τε, μολυσμοὺς καὶ τραύματα, ἐκ ψυχῶν καὶ σωμάτων, καὶ θεραπείαν δίδωσιν ἀεί, τοῖς Χαῖρε ταύτῃ, βοῶσιν ἐκ πίστεως.
Δόξα. Ἀπολυτίκιον τῆς Εἰκόνος.
Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Εἰκόνι προσπέσωμεν θαυματουργῷ εὐλαβῶς, ἁγνῆς Θεομήτορος, ἐν Λουτρακίῳ πιστοί, τὰ κρείττω αἰτούμενοι· νέμει γὰρ τοῖς νοσοῦσι, θεραπείαν καὶ ῥῶσιν, ὅτι Γιάτρισσα αὕτη, φερωνύμως καλεῖται, ὑπὲρ ἡμῶν δ’ ἱλάσκει Υἱον, χάριν δωρήσασθαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα Κανών, οὗ ἀκροστιχίς: Βροτῶν Γιάτρισσα, δέξαι ᾠδήν. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Βραδεῖς δοῦναι αἶνον Θεῷ ἐσμέν, διὸ ἐλθὲ τάχει, εἰς ἡμῶν ἀρωγὴν ἁγνή, τῶν πόθῳ ὑμνούντων Σε καὶ δίδου, τὴν θεραπείαν ἐκ νόσων, ὡς Γιάτρισσα.
αδίως περαίνονται τὰ ἐν Σοί, ὡς οὖσα Παρθένε, τοῦ Θεοῦ Μήτηρ ἀληθῶς, οὐ γὰρ ἀδύνατον ὑπάρχει, τῇ νικησάσῃ καὶ ὅρους τῆς φύσεως.
δύνην ψυχῇ μου τῇ ῥυπαρᾷ, προὐξένησε Κόρη, ἡ διάνοια πρὸς ῥοπήν, ὠθοῦσα τὴν φύσιν ἁμαρτάνειν, ἀλλ’ εἰς χαρὰν ταύτης ἄλγος μετάτρεψον.
Τὸ θεῖόν Σου πρόσωπον Μαριάμ, οἱ πλούσιοι ὄντως, λιτανεύσουσι τοῦ λαοῦ, ὡς ἔφη ἐν βίβλῳ Προφητάναξ, τὰ περὶ Σοῦ· ὅθεν πρόσδεξαι ᾄσματα.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ Στερέωμα.
δὴν δέξαι Γιάτρισσα, τῶν προσδραμόντων ἀσπάσασθαι, πανευλαβῶς, Σὴν σεπτὴν Εἰκόνα, καὶ δὸς πᾶσι τὴν χάριν Σου.
Νοσημάτων ἴασαι, τοὺς ψαλμικῶς ἀνυμνοῦντάς Σε, ἐν τῷ ναῷ, καθ’ ἑκάστην ὥραν, Θεοτόκε πανύμνητε.
Γλύκανον Σῇ χάριτι, κατ’ ἄμφω τὰ αἰσθητήρια, Κόρη σεμνή, καὶ τὰ κρείττω νέμει, μητρικαῖς Σου ἐντεύξεσιν.
σχυρὰν προστάτιδα, Σὲ Θεοτόκε ἐπέγνωμεν, ἐκ πειρασμῶν, Σοὺς ἀχρείους δούλους, ἀπαλλάττουσα πάντοτε.
κλύτρωσαι, ἀνάγκης βλάβης καὶ νόσων, ἁγνὴ Θεόπαις, τοὺς ἀνυμνοῦντας ᾀσματικῶς τὸ Σὸν θεῖον ἐκτύπωμα, ὡς ταχινὴ ἰατὴρ πιστῶν δούλων.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν  ἡ  Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Μῆτερ Θεοῦ ἀντίληψις βοήθεια, καὶ καταφυγὴ ἡμῶν πάντων ἐπάκουσον, τῶν πιστῶς βοώντων Σοι· Θεοτόκε Δέσποινα ἴασαι, τοὺς Σῇ Εἰκόνι δίδοντας τιμήν, ἐν Λουτρακίῳ, πόθῳ προστρέχοντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
νυμνοῦμέν Σε Γιάτρισσα, οἱ ἐν ἀσθενείαις δοκιμαζόμενοι, καὶ ἐν δίνῃ βίου ἔχοντες, ἐξελοῦ κινδύνων Κόρη λέγοντες.
Τοὺς νοσοῦντας θεράπευσον, ἐξ ἀσθενειῶν καὶ δεινῶν κακώσεων, Θεοτόκε ἀπειρόγαμε, τῇ ἐναργεστάτῃ ἀντιλήψει Σου.
ῦσαι πάντας ἐκ θλίψεως, καὶ σαρκὸς κινήσεις παῦσον πανάμωμε, τὰς ἀτάκτους ἱκετεύομεν, Σὲ τὸ ἀπαθείας ἐνδιαίτημα.
λαρῶς οὖν ἐπίβλεψον, ἐφ’ ἡμᾶς Παρθένε τοὺς μεγαλύνοντας, τὰ παράδοξά Σου θαύματα, ἃ ἐκβλύζεις Σῇ δοθείσῃ χάριτι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στῆθι μεθ’ ἡμῶν, κηδεμών τε καὶ ἀντίληψις, ἰατρὸς νοσούντων πέλουσα ἁγνή, τῇ ὀξυτάτῃ καὶ θείᾳ βοηθείᾳ Σου.
Σκόρπισον ἐχθρῶν, τὰ πυρφόρα βέλη ἄχραντε, ἀπὸ τῶν πόθῳ ὕμνοις διδόντων Σοι, ἐπωφελοῦσα, ψυχὰς ταῖς θερμαῖς πρεσβείαις Σου.
κουε σεμνή, τῆς καρδίας τὰ σκιρτήματα, τῶν τιμώντων Σου ἀεὶ θείαν Μορφήν, καὶ τὸν Σωτῆρα εὐχαῖς Σου παράσχου ἵλεων.
Δὸς τοῖς ταπεινοῖς, τοῦ βελίαρ φεύγειν ἔνεδρα, καὶ χαρὰν ἣν εἴληφας Μονογενοῦς, ἰδοῦσα Μῆτερ, τὴν ἐκ τάφου Τούτου Ἔγερσιν.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
πάκουσον εὐμενῶς, ἡμῶν Κόρη τῶν ὑμνούντων Σε, καὶ φωλέας τῶν παθῶν, πυρὶ σβέσον Δέσποινα, ταχὺ θεραπεύουσα, ἀσθενείας πάσας, ὡς ἀκέστωρ ἡ ἀνάργυρος.
Ξενήκουστα τὰ ἐν Σοί, σημεῖα πέλει Μητρόθεε, ἃ ἐκ Μορφῆς Σου σεπτῆς, πιστοῖς βλύζει πάντοτε· διὸ ἀνυμνοῦμέν Σου, τὴν κηδεμονίαν, ἐν ᾠδαῖς καὶ μελῳδήμασιν.
νίατα ἀλγεινά, ἁγνὴ ἰᾶσαι νοσήματα, καὶ διασώζεις πιστούς, ἐκ πάσης κακώσεως, ὡς ἀρίστη Γιάτρισσα, τῶν Σοὶ προστρεχόντων, καὶ παρθένων τεῖχος ἄῤῥηκτον.
κέτευε τὸν Χριστόν, Ὃν ὑπὲρ φύσιν ἐκύησας, τεκοῦσα σωματικῶς, Θεόν τε καὶ ἄνθρωπον, ἀπείρανδρε Ἄνασσα, τῶν πιστῶν προστάτις, καὶ μεσίτις ὥρᾳ κρίσεως.
κλύτρωσαι, ἀνάγκης βλάβης καὶ νόσων, ἁγνὴ Θεόπαις, τοὺς ἀνυμνοῦντας ᾀσματικῶς τὸ Σὸν θεῖον ἐκτύπωμα, ὡς ταχινὴ ἰατὴρ πιστῶν δούλων.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν  ἡ  Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
ς ἰατρὸν καὶ συναντίληψιν Σὲ ἔχομεν, οἱ ἐν πάθεσι τοῖς χαλεποῖς κυλινδούμενοι, καὶ ἀσθενείαις κατ’ ἄμφω κράζοντες μετ’ εὐχῶν· Μῆτερ τοῦ Θεοῦ πρόσχες ἡμῖν, καὶ ἐλευθέρωσον λαόν, ἐκ δεινῶν περιστάσεων, ῥῦσαι δ’ ἐκ πάσης βλάβης, αἱρετικῶν καὶ μανίας, τὸ γένος τῶν Χριστιανῶν, ἀεὶ πρεσβεύων πρὸς τὸν Τόκον Σου.
Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ
Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. 
Εὐαγγέλιον.
Δόξα... Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν... Ταῖς τῆς Παναχράντου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλέησόν με ὁ Θεός...
Μὴ οὖν ἀποῤῥίψης με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄστατον, Σὲ νῦν καταφεύγοντα ὑπερένδοξε· Γιάτρισσα σῶσόν με, πιστῶς προσπίπτοντα, τῇ Εἰκόνι Σου ἀσπάσασθαι, ἴασιν ἄμφω δὸς τάχιστα, καὶ ῤῦσαι κακώσεων, θλίψεων ἐξαιρούμενον, καὶ τῶν δυσμενῶν συμφορῶν τοῦ βίου, ἵνα μεγαλύνω, τὰς θείας ἀρετὰς καὶ θαυμαστά, ἃ κατεργάζῃ Θεόνυμφε, Χαίροις Σοι φθεγγόμενος.
Ὁ Ἱερεύς
Σσον, Θες, τν λαν σου, κα ελγησον τν κληρονομαν σου· πσκεψαι τν κσμον σου ν λει κα οκτιρμος· ψωσον κρας Χριστιανν ρθοδξων, κα κατπεμψον φ μς τ λη σου τ πλοσια· πρεσβεαις τς παναχρντου, Δεσπονης μν, Θεοτκου κα ειπαρθνου Μαρας· δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα βαπτιστο ωννου, τν γων, νδξων, κα πανευφμων ποστλων. Τν ν γοις Πατρων μν, μεγλων εραρχν, κα Οκουμενικν Διδασκλων, Βασιλεου το Μεγλου, Γρηγορου το Θεολγου κα ωννου το Χρυσοστμου, θανασου κα Κυρλλου, ωννου το λεμονος, πατριαρχν λεξανδρεας· Νικολου το ν Μροις τς Λυκας, Σπυρδωνος πισκπου Τριμυθοντος, κα Νεκταρου τς Πενταπλεως, τν θαυματουργν· τν γων νδξων μεγαλομαρτρων Γεωργου το Τροπαιοφρου, Δημητρου το Μυροβλτου, Θεοδρου το Τρωνος, κα Θεοδρου το Στρατηλτου κα Μην το θαυματουργο, τν ερομαρτρων Χαραλμπους κα λευθερου· τν γων, νδξων, μεγλων μαρτρων Θκλας, Βαρβρας, ναστασας, Κυριακς, Φωτεινς, Μαρνης, Παρασκευς κα Ερνης· τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (ναο), τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (μρας), κα πντων σου τν γων κετεομν σε, μνε πολυλεε Κριε, πκουσον μν τν μαρτωλν δεομνων σου κα λησον μς. Κριε, λησον (ιβ')
λει, κα οκτιρμος, κα φιλανθρωπίᾳ το μονογενος σου Υο, μεθ΄ ο ελογητς ε, σν τ παναγίῳ κα γαθ κα ζωοποι σου Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων.
Ὁ  χορός:
Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
κύπους Σῇ Εἰκόνι χαριτόβρυτε Γιάτρισσα, ἀεὶ σπεύδω πιστῶς, μετὰ Δαυΐδ συμψάλλων· τὸ πρόσωπόν Σου Κόρη λιτανεύσουσι πλούσιοι· ἀλλὰ καὶ νῦν ὧδ’ ἡμεῖς, προσφέρομέν Σοι ὕμνους.
Δεινῶν νόσων ἰᾶσαι ἀπειληφυῖα χάριν κατὰ παθῶν ἐξ Υἱοῦ, τοὺς Σοὶ Μῆτερ ἰόντας, καὶ πόθῳ ἐκβοώντας· πειρασμῶν ἐλευθέρωσον, ὀδυνηρῶν συμφορῶν, ἀνάγκης τε καὶ βλάβης.
Λουτρακίου πόλις καὶ χώρα Κορινθίων ὕμνοις τιμᾷ Σου ἁγνή, Γενέθλιον τὸ θεῖον, βοᾷ σὺν Σοὶ δ’ ἀπαύστως, ὁ λαὸς ἀγαλλόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νεκρώσας ἰσχὺν ᾅδου ὁ τεχθεὶς ἐκ Σοῦ Μῆτερ ἐν τῷ Σπηλαίῳ Χριστός, ἐδέξατο τὰ δῶρα, τῶν Μάγων Νόων ὕμνον, καὶ Ποιμένων προσκύνησιν, τὰς δ’ ἁμαρτίας ἡμῶν, αἰτεῖ τοῦ συγχωρῆσαι.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γάννυται μέγα, πλῆθος ἐν Σοὶ Ὀρθοδόξων, καὶ Χριστῷ βοᾷ πανευφροσύνως· σῶσον ἡμᾶς Σῶτερ, τῆς Μητρός Σου ἱκεσίαις.
Ἐλέους θείου, καὶ δωρεῶν ἡμᾶς πλῆσον, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνοῦμεν, Σὲ τὰς ἀσθενείας, ἁπάσας ἰωμένην.
φθης πολλάκις, σκέπουσα Κόρη οἰκέτας, ἐκ πυρφόρων τόξων τῶν δαιμόνων· ὅθεν ἡμᾶς σκέπε, ἐκ πάσης ἐπηρείας.
ῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ βροτῶν ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν Σὴν κηδεμονίαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον παράσχου, Θεοτόκε βίον, πᾶσιν ἡμῖν ἱερεῦσι καὶ δούλοις Χριστοῦ, καὶ ἐξελοῦ λαὸν Τούτου, βλάβης αἱρέσεων.
κέτευε Σωτῆρα, ὅπως ψυχοφθόρων ἁμαρτιῶν ἀπάλλάξῃ, ἡμᾶς καὶ παθῶν, τοὺς ψαλμικῶς τὴν Σὴν Γένναν, πανηγυρίζοντας.
δοὺς δεῖξον εὐθείας, μετανοίας Κόρη, τοῖς τὸν Υἱόν Σου λυποῦσι δουλείᾳ παθῶν, καὶ ἔσο πρόμαχος πάντων τῶν εὐφημούντων Σε.
ψίστου χρυσοῦς Θρόνος, πέλεις σὺ ἐν πόλῳ· διὸ δυσώπει Σὸν Τόκον σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον ὁμολογοῦντας Σε.
ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις Λουτρακίου δόξα λαμπρά, σκέπη Κορινθίων, Θεοτόκε καταφυγή, Γιάτρισσα ἐν νόσοις, τῶν χαλεπῶς νοσούντων, ἀντίληψις πενήτων, καὶ κόσμου Σώτειρα.
στρον τηλαυγοῦς Σὺ ἀνατολῆς, νοητοῦ Ἡλίου, πᾶσιν ἔλλαμψας τοῖς πιστοῖς· ὅθεν ταῖς ἀκτῖσιν, ἁγνὴ τῆς χάριτός Σου, δεῖξον φωτὸς τὴν τρίβον, τοῖς Σὲ γεραίρουσιν.
ασαι νοσοῦντας θρέψον πτωχούς, ῥῦσαι αἰχμαλώτους, καὶ γενοῦ χεῖρα ὀρφανῶν, ἄχραντε Παρθένε, ἡ ὀλετὴρ δαιμόνων, τῶν Ὀρθοδόξων σκέπη, πιστῶν βοήθεια.
ῶσιν δὸς τοῖς πάσχουσιν ἀλγεινῶς, νέκρωσον τὰ πάθη, καὶ κατ’ ἄμφω τοὺς μολυσμούς, μητρικαῖς πρεσβείαις, Υἱὸν ἐκδυσωποῦσα, τῶν θλίψεων δὲ νέφη, τάχει διάλυσον.
Εὔχου ἐγκλημάτων δοῦναι ὀφλήν, καὶ ἡμῶν πταισμάτων, ὁ δοξάσας Σε Ἰησοῦς, οὗ τοὔνομα μέγα, ἐτράνωσας ὡς Μήτηρ, ἀεὶ διακονοῦσα, χρείας τοῦ Τόκου Σου.
Γλύκανον βαλσάμῳ τῷ Σῷ ψυχάς, τῶν πιστῶς ὑμνούντων, μεγαλεῖά Σου ἀγαθή, ἔπαρον τὰς θλίψεις, σὺν νόσους καὶ ἀνάγκαις, ἀφ’ ἡμῶν Θεομῆτορ, τῇ ἐπεμβάσει Σου.
λασμὸν  πταισμάτων  εὖξαι  Χριστός,  δοῦναι  ἡμῖν  πᾶσιν,
τεχθεὶς ἐκ Σοῦ Μαριάμ, Σαῖς θερμαῖς πρεσβείαις, καὶ ἔλεος τὸ μέγα, πρὸς σωτηρίας ὅρμον, τὴν ναῦν ἰθύνουσα.
ρόν Σου τὰ ὄμματα εὐμενῶς, ἐφ’ ἡμᾶς Παρθένε, τοὺς κυκλοῦντας τὴν Σὴν μορφήν, καὶ ἐξαιτουμένους, δαψιλεστάτην χάριν, ὑγείαν τὴν κατ’ ἄμφω, ῥῶσιν καὶ δύναμιν.
Τὴν ἀρὰν τῆς Εὔας καὶ τοῦ Ἀδάμ, ἔλυσας καὶ ᾖρας, τῇ Γεννήσει Σου Μαριάμ, ἐκ Θεοπατόρων, Ἰωακεὶμ καὶ Ἄννης· διὸ ψαλμοῖς ὑμνοῦμεν, τὴν Σὴν ἐμφάνειαν.
ῦσαι τῶν παγίδων τοῦ πονηροῦ, πάντας τοὺς τιμῶντας, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἐν τῇ Λουτρακίῳ, εὐφήμῳ λουτροπόλει, ὦ Γιάτρισσα Παρθένε, κόσμου διάσωσμα.
ασαι τὰ τραύματα τῆς ψυχῆς, τοῦ νοὸς τὴν ζάλην, καὶ τοῦ σώματος ἐκτροπάς, τῶν ἁγνὴ ἐκ πόθου, Σὲ ἐπικαλουμένων, ὡς θείαν ἰατῆρα, Χριστοῦ τῇ χάριτι.
Σκέπε Κορινθίας εὔκληρον γῆν, πόλιν Λουτρακίου, ᾗ οἰκεῖ ἐν ναῷ σεπτῷ, Κόρη ἡ Εἰκών Σου, Γιάτρισσα καλουμένη, καὶ ὥρᾳ θείας δίκης, πάντων μνημόνευσον.
Σῶτερ Σὺ εἶ Κτίστης Δημιουργός, Σύμπαντος καὶ γένους, θείῳ λόγῳ Σου καὶ χερσίν, ὁ ἐνανθρωπήσας, σῶσαι ληστὰς καὶ πόρνας· διὸ εὐχαῖς Μητρός Σου, σῶσον τοὺς δούλους Σου.
μεσος Παρθένε εἶ ἰατήρ, λύμης ἀσθενείας, σαρκικῆς τε καὶ ψυχικῆς· ὅθεν δὸς ὑγείαν, ἰσχὺν ῥῶσιν καὶ χάριν, τοῖς Σοῖς προσερχομένοις, τύπον ἀσπάσασθαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τρισγιον
ερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
ερεύς.
λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.
Πρ δ το διεχν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, θλιβομένων ἡ χαρά, τῶν ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν
Χαῖρε, Μαριὰμ Μῆτερ Θεοῦ, τῶν παρθένων ἄῤῥηκτον τεῖχος, πιστῶν ἀεὶ στηριγμός, αἰχμαλώτων λύτρωσις, χειμαζομένων λιμήν, ἀσθενούντων ἡ ἴασις, ἐκ βλάβης καὶ νόσων, πυρετοῦ φλογώσεως, τῶν Σοὶ βοώντων τρανῶς· φρούρει, ἐξ ἐχθρῶν κακοδόξων, πᾶσαν τὴν Ἑλλάδα καὶ τήρει, ἄτρωτον λαὸν τὸν χριστεπώνυμον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Ὁ  Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου