Τρίτη 20 Ιουνίου 2017

Παρακλητικός Κανών εἰς τὸν ΟΣΙΟΝ ΣΥΜΕΩΝ ΤΟΝ ΣΤΥΛΙΤΗ

Παρακλητικός Κανών εἰς τὸν ΟΣΙΟΝ ΣΥΜΕΩΝ ΤΟΝ ΣΤΥΛΙΤΗ
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.  
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
ς δοξασθεὶς τῇ θεϊκῇ χορηγίᾳ, ἡμῶν προστάτης ἐναργὴς ἀνεδείχθης, καὶ πρεσβευτὴς πρὸς Κύριον θερμότατος· ὅθεν ἀεὶ πρέσβευε, Συμεὼν θεοφόρε, πάσης ἡμᾶς ῥύεσθαι, συμφορᾶς καὶ ἀνάγκης, καὶ πολυτρόπων Πάτερ πειρασμῶν, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα Κανών, οὗ ἀκροστιχίς: Συμεών, σκέπε ἡμᾶς παμμάκαρ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Συμεὼν τοῖς Ἀγγέλοις Πάτερ χοροῖς, σὺν αὐτοῖς δυσώπει, πάσης ῥύεσθαι ἀπειλῆς, τοὺς πίστει καὶ πόθῳ προσιόντας, θαυματουγὲ Συμεὼν τῇ πρεσβείᾳ σου.
ψίστου θεράπων θεοειδής, Συμεὼν θεόφρον, τῶν Ὁσίων ἡ καλλονή, ψυχῆς μου θεράπευσον τὸ ἄλγος, καὶ τὴν προσιοῦσάν μοι λύπην ἀφάνισον.
Μυρίοις κυκλούμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, καὶ κραυγάζω σοι ἐκ ψυχῆς· σπεῦσον Συμεὼν θαυματοφόρε, καὶ τῶν εὑρόντων δεινῶν με ἀπάλλαξον.
Θεοτοκίον.
κ Σοῦ προελήλυθεν ὑπὲρ νοῦν, σαρκὸς ἐν προσλήψει, ὁ τῶν ὅλων Δημιουργός, καὶ ἔσωσε πάντας Θεοτόκε, τοὺς προσκυνοῦντας τὸν ἄφραστον τόκον Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
ς θερμὸς ἀντιλήπτωρ καὶ βοηθὸς ἕτοιμος, Συμεὼν σοφὲ τῆς σῆς ποίμνης, ταύτην περίεπε, τῇ ἀντιλήψει σου, ἐκ συμφορῶν καὶ κινδύνων, ἀπαλλάττων Ὅσιε, ὡς συμπαθέστατος.
Νοσημάτων ποικίλων καὶ πολλαπλῶν θλίψεων, Συμεὼν ἀτρώτους συντήρει, τοὺς σὲ γεραίροντας, καὶ αἴτει πάντοτε, ἀπὸ Κυρίου εἰρήνην, καὶ πταισμάτων ἄφεσιν, ἡμῖν δεόμεθα.
Σοφιστείας τοῦ πλάνου καὶ πονηρᾶς ἕξεως, καὶ ἐπηρειῶν ὀλεθρίων, ἡμᾶς ἀπάλλαττε, Συμεὼν Ὅσιε, τοὺς ἐν θερμῇ διανοίᾳ, σπεύδοντας ἑκάστοτε, τῇ προστασίᾳ σου.
Θεοτοκίον.
Καταφύγιον κόσμου καὶ ἀσφαλὲς στήριγμα, στήριξον ἡμᾶς Θεοτόκε, φόβῳ τῷ κρείττονι, τοὺς καταφεύγοντας, ὑπὸ τὴν θείαν Σου σκέπην, καὶ ζητοῦντας Δέσποινα, τὴν Σὴν βοήθειαν.
Διάσωσον, ὦ Συμεὼν θεοφόρε ταῖς σαῖς πρεσβείαις, ἀπὸ πάσης ἐπιβουλῆς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν  ἡ  Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
κ στύλου σοφὲ ἐκλάμπων ἐν τοῖς πέρασι, θαυμάτων αὐγαῖς πυρσεύεις τὰς ψυχὰς ἡμῶν· διὸ πιστῶς βοῶμέν σοι· Συμεὼν ἀσκητὰ ἐγκαλλώπισμα, τὴν τῶν παθῶν ἡμῶν λῦσον ἀχλύν, φωτὶ τῶν θερμῶν σου παρακλήσεων.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
πωδύνων κακώσεων, καὶ πολυειδῶν δεινῶν περιστάσεων, ἀσινεῖς ἡμᾶς διάσωζε, Πάτερ Συμεὼν ταῖς ἱκεσίαις σου.
Παῤῥησίαν πρὸς Κύριον, ἔχων Συμεὼν μὴ παύσῃ δεόμενος, λυτρωθῆναι τὰς ψυχὰς ἡμῶν, τῶν ἐπηρειῶν τοῦ πολεμήτορος.
ντολῶν τοῦ Θεοῦ ἡμῶν, τὴν ὁδὸν ὁδεύειν Πάτερ ἐνίσχυσον, τοὺς ἐν πίστει καταφεύγοντας, τῇ σωτηριώδει ἀντιλήψει σου.
Θεοτοκίον.
Θεὸν σωματώσασα, καὶ μετὰ τὸν τόκον ἄφθορος μείνασα, Θεοτόκε ἀειπάρθενε, ἐκ φθοροποιῶν παθῶν με λύτρωσαι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγας ἀρωγός, Συμεὼν καὶ τεῖχος ἄῤῥηκτον, τῆς Μονῆς ταύτης ὑπάρχεις ἀληθῶς, αὐτὴν τείχιζε ταῖς θείαις ἱκεσίαις σου.
νωθεν ἡμᾶς, ἐφορῶν μὴ παύσῃ Ὅσιε, ἀποτρέπων τὰς ποικίλας καθ’ ἡμῶν, μεθοδείας τοῦ δολίου πολεμήτορος.
Σύνεσιν ἡμῖν, καὶ εἰρήνην ἀεὶ βράβευε, καὶ πταισμάτων Συμεὼν τὸν ἱλασμόν, ταῖς πρὸς Κύριον πρεσβείαις σου δεόμεθα.
Θεοτοκίον.
Πόνων χαλεπῶν, τὴν ζωὴν ἡμῶν ἀπάλλαξον, ἡ τὸν πρύτανιν τεκοῦσα τῆς ζωῆς, σωτηρία τῶν ψυχῶν ἡμῶν πανύμνητε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
γγέλων, τὴν πολιτείαν ἀνύων, περιβόητος ἐν κόσμῳ ἐγένου· ὅθεν ἡμᾶς, κοσμικῶν φρονημάτων, καὶ ἐννοιῶν ματαιότητος λύτρωσαι, καὶ δίδου θεῖον φωτισμόν, ταῖς ψυχαῖς Συμεὼν ἡμῶν πάντοτε.
Μεγίσταις, θαυματουργίαις ἐμπρέπων, θεραπεύεις τὰ δυσίατα πάθη· ὅθεν κἀμοῦ, τὴν νοσοῦσαν καρδίαν, καὶ τὰ τοῦ σωματος ἴασαι τραύματα, καὶ θεῖον φόβον τῷ νοΐ, Συμεὼν θεοφόρε χορήγησον.
Μονήν σου, τὴν ἱερὰν θεοφόρε, μὴ ἐλλίπῃς ἀπὸ πάσης ἀνάγκης, καὶ ἀπειλῆς ἀπαλλάττων ἀπαύστως, ὡς ἀντιλήπτωρ αὐτῆς καὶ ὑπέρμαχος, καὶ καθοδήγει Συμεών, πρὸς νομὰς σωτηρίους δεόμεθα.
Θεοτοκίον.
φράστως, τὸν Ποιητὴν τετοκυῖα, ὡς ηὐδόκησεν ἁγνὴ Θεοτόκε, τὸν τῆς ἀρχαῖας κατάρας τὸν κόσμον, δι’ εὐσπλαγχνίαν πολλὴν λυτρωσάμενον, ἱκέτευε διὰ παντός, τοῦ σωθῆναι ἡμᾶς τοὺς τιμῶντάς Σε.
Διάσωσον, ὦ Συμεὼν θεοφόρε ταῖς σαῖς πρεσβείαις, ἀπὸ πάσης ἐπιβουλῆς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν  ἡ  Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἅγιε, ἐπερχομένων δεινῶν ἡμᾶς λύτρωσαι, καὶ αἴτει πταισμάτων συγχώρησιν, καὶ παθημάτων παντοίων τὴν ἴασιν, ἡμῖν Συμεὼν τοῖς τιμῶσί σε.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλέησόν με ὁ Θεός...
Στῦλος οὐρανόφωτος, τῶν ἀρετῶν ταῖς ἀκτῖσιν, Ἐκκλησίας πέφηνας, ἐπὶ στύλου Ὅσιε ὡς ἐβίωσας, καὶ φωτὶ πάντοτε, τῆς σῆς προστασίας, τῶν παθῶν σκότος βαθύτατον, λύεις ἑκάστοτε, καὶ ἀσθενειῶν τὴν σκοτόμαιναν, ὑγείαν τε καὶ λύτρωσιν, νέμων τοῖς πιστῶς προσιοῦσί σοι· Συμεὼν τρισμάκαρ, Ὁσίων ἐγκαλλώπισμα σεπτόν, καὶ πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν, πρὸς Χριστὸν τὸν Κύριον.
Ὁ Ἱερεύς
Σσον, Θες, τν λαν σου, κα ελγησον τν κληρονομαν σου· πσκεψαι τν κσμον σου ν λει κα οκτιρμος· ψωσον κρας Χριστιανν ρθοδξων, κα κατπεμψον φ μς τ λη σου τ πλοσια· πρεσβεαις τς παναχρντου, Δεσπονης μν, Θεοτκου κα ειπαρθνου Μαρας· δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα βαπτιστο ωννου, τν γων, νδξων, κα πανευφμων ποστλων. Τν ν γοις Πατρων μν, μεγλων εραρχν, κα Οκουμενικν Διδασκλων, Βασιλεου το Μεγλου, Γρηγορου το Θεολγου κα ωννου το Χρυσοστμου, θανασου κα Κυρλλου, ωννου το λεμονος, πατριαρχν λεξανδρεας· Νικολου το ν Μροις τς Λυκας, Σπυρδωνος πισκπου Τριμυθοντος, κα Νεκταρου τς Πενταπλεως, τν θαυματουργν· τν γων νδξων μεγαλομαρτρων Γεωργου το Τροπαιοφρου, Δημητρου το Μυροβλτου, Θεοδρου το Τρωνος, κα Θεοδρου το Στρατηλτου κα Μην το θαυματουργο, τν ερομαρτρων Χαραλμπους κα λευθερου· τν γων, νδξων, μεγλων μαρτρων Θκλας, Βαρβρας, ναστασας, Κυριακς, Φωτεινς, Μαρνης, Παρασκευς κα Ερνης· τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (ναο), τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (μρας), κα πντων σου τν γων κετεομν σε, μνε πολυλεε Κριε, πκουσον μν τν μαρτωλν δεομνων σου κα λησον μς.
Κριε, λησον (ιβ')
λει, κα οκτιρμος, κα φιλανθρωπίᾳ το μονογενος σου Υο, μεθ΄ ο ελογητς ε, σν τ παναγίῳ κα γαθ κα ζωοποι σου Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων.
Ὁ  χορός:
Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Καθαιρέτης ἐδείχθης ἀκαθάρτων πνεύματων Συμεὼν Ὅσιε· αὐτῶν τῆς ἐπηρείας, καὶ τῆς κακοτροπίας, ἀσινεῖς ἀεὶ φύλαττε, τῇ ἀντιλήψει τῇ σῇ, τοὺς σὲ ἀνευφημοῦντας.
νωτέρους συντήρει ἀπὸ πάσης ἀνάγκης καὶ πάσης θλίψεως, τῇ σῇ ἐπιστασίᾳ, καὶ θείᾳ προστασίᾳ, Συμεὼν τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
υπωθέντα μοι σπίλοις ἁμαρτίας ἀπόπλυνον τῇ σῇ χάριτι, καὶ δίδου θεοφόρε, δάκρυα μετανοίας, τῷ βοῶντι ἱκέτῃ σου· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γεωργήσας Παρθένε τῶν παθῶν τὰς αἰτίας νοὸς κουφότητι, ἐμόλυνα ψυχῆς μου, τὸ εὐγενὲς ὁ τάλας· ἀλλὰ Σύ με ἐκκάθαρον, ἐκ μολυσμῶν χαλεπῶν, διὰ τῆς μετανοίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
ργοις ἁγίοις, τῶν ἀρετῶν θεοφόρε, ὥσπερ ἄμπελον κομῶσαν τὴν Μονήν σου, δεῖξον γεωργίᾳ, τῶν θείων πρεσβειῶν σου.
Ῥῦσαί με Πάτερ, τῆς τοῦ ἐχθροῦ δυναστείας, καὶ ἀπάλλαξον πικρᾶς με συνηθείας, ὡς παρὰ Κυρίου, λαβὼν πλουσίαν χάριν.
Ἀῤῥωστημάτων, καὶ συνοχῆς ψυχοφθόρου, ῥύου πάντοτε ὦ Συμεὼν παμμάκαρ, τοὺς ἐπικαλουμένους, τὴν κλῆσίν σου τὴν θείαν.
Θεοτοκίον.
Σωματικῶν με, καὶ ψυχικῶν συντριμμάτων, ἀπολύτρωσαι Παρθένε Θεοτόκε, τὸν οἰκτρόν Σου δοῦλον, πολλῇ Σου εὐσπλαγχνίᾳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
σχὺν καὶ θείαν ῥώμην, παρὰ τοῦ Κυρίου, αἴτει ἡμῖν Συμεὼν παναοίδιμε, ὡς ἂν ἐχθροῦ τῆς δυνάμεως κατισχύσωμεν.
Μονήν σου τὴν ἁγίαν, φύλαττε ἀπαύστως, ἀνακειμένην τῇ θείᾳ πρεσβείᾳ σου, ταύτῃ παρέχων, ἐξ ὕψους τὴν εὐλογίαν σου.
Ὁσίως καὶ ἀμέμπτως, ἡμᾶς διανύειν, τὴν βιοτὴν Συμεὼν καταξίωσον, ὡς ἂν ζωὴν τὴν ἀγήρω κληρονομήσωμεν.
Θεοτοκίον.
πέραγνε Παρθένε, Μῆτερ τοῦ Κυρίου, τὴν ἄναγνόν μου καρδίαν ἐκκάθαρον, καὶ καθαρῶς βιοτεύειν με ἐνδυνάμωσον.
ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Στήλη ἐναρέτου ὤφθης ζωῆς, ἐπὶ στύλου ήσας, ὑπεράνθρωπος Συμεών· ὅθεν ὑπὲρ φύσιν, θεόθεν ἐδοξάσθης, καὶ ἅπασι παρέχεις, τὴν προστασίαν σου.
Χαίροις τῶν Ὁσίων ἡ καλλονή, καὶ τῶν μοναζόντων ὑποτύπωσις ἀληθής· χαίροις παλαισμάτων, μεγίστων θεῖον θαῦμα, ὦ Συμεὼν καὶ πρέσβυς, ἡμῶν πρὸς Κύριον.
ρθης ἐπὶ στύλου σωματικῶς, καὶ πνεύματι Πάτερ, ἀνυψώθης πρὸς οὐρανόν· ὅθεν οὐρανίων, ἠξίωσαι χαρίτων, καὶ ἅπασι βλυστάνεις, χάριν ἀέναον.
Σώματος τοὺς πόνους ὑπειδών, Συμεὼν ὡράθης, ἀπαθείας θεῖον λειμών· ὅθεν πάντα πόνον, κουφίζεις θεοφόρε, τῶν πίστει προσιόντων, τῇ ἀντιλήψει σου.
Θαύμασιν ἐκλάμπων πάσῃ τῇ γῇ, νόσους θεραπεύεις, χορηγίᾳ τῇ θεϊκῇ· ὅθεν ἡμᾶς ῥῦσαι, ποικίλων συμπτωμάτων, καὶ νόσων ὀλεθρίων, Συμεὼν Ὅσιε.
Σκέπε καὶ διάσωζε ἐσαεί, ταύτην τὴν Μονήν σου, τῇ θερμῇ σου ἐπισκοπῇ, καὶ ἐξαίτει ταύτῃ, ὦ Συμεὼν εἰρήνην, καὶ πᾶσαν εὐπραγίαν, ὁσίων πράξεων.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τρισγιον
ερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
ερεύς.
λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   Ἔτι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   Ἔτι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   Ἔτι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς.
Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    Ὅτι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, ς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.
Πρ δ το διεχν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης, τοῦ ἐχθροῦ ἐπιβουλῆς, Πάτερ Συμεὼν θεοφόρε, ἀξιοθαύμαστε, φύλαττε ἀπήμονας, τῇ προστασίᾳ σου, τοὺς πιστῶς σοι προσέρχοντας, εἰρήνην ὑψόθεν, καὶ πταισμάτων ἄφεσιν, ἡμῖν αἰτούμενος· σὲ γάρ, πρὸς τὸν πάντων Σωτῆρα, ἔχομεν μεσίτην καὶ πρέσβυν, καὶ ταχὺν ἐν πᾶσιν ἀντιλήπτορα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Ὁ  Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου