Παράκλησις ΕΝ
ΣΠΗΛΑΙΩ ΤΩΝ ΜΑΓΩΝ.
τῆς Ἱερᾶς
Μονῆς ἁγ. Θεοδοσίου τοῦ
Κοινοβιάρχου.
Ποίημα Δρ. Χαραλάμπους Μπούσια
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὃτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἓνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν τῷ σπηλαίῳ τῆς πανσέπτου μονῆς σου, κοινοβιάρχα Θεοδόσιε θεῖε, ἐν ᾧ
διενυκτέρευσαν μετὰ τὴν Χριστοῦ, εὐλαβῆ προσκύνησιν οἱ τρεῖς Μάγοι τοὺς τάφους,
πίστει ἀσπαζόμενοι ἀσκητῶν θεοφίλων, ἀναβοῶμεν σὺν αὐτοῖς Χριστόν, δυσώπει
σῶσαι ἡμᾶς Πάτερ Ὅσιε.
Δόξα.
Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμὸς 50
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὃτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς. Σοὶ μόνω ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ‘Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὃτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών,
οὗ ἡ ἀκροστιχίς: «ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ,
ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ, Χ.»
ᾨδὴ
α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ἁγίων τὰ μνήματα τὰ σεπτά, ἐν ἄντρῳ τῶν
Μάγων ἀσπαζόμενοι τῆς μονῆς, ὁσίου Θεοδοσίου πόθῳ, αὐτῶν λιτὰς πρὸς Θεὸν
ἐξαιτούμεθα.
Γηθόμενοι πόνους ἀσκητικούς, οὓς ἔτλης
ὑμνοῦμεν Θεοδόσιε πρὸς κοινόν, ἀζύγων ἐν μάνδραις βίον δεῖξον, ἡμῖν βοῶμεν
ὁδοὺς ταπεινώσεως.
Ἰδεῖν Θεοδόσιε τὸν Θεόν, βλεφάροις ἰδίοις,
καταξίωσον τοὺς πιστῶς, τὸ ἄντρον τῶν Μάγων προσκυνοῦντας, προσκυνησάντων ὡς
βρέφος τὸν Κύριον.
Θεοτοκίον.
Ὁδήγησον πάντας τοὺς γηγενεῖς, πρὸς τρίβους
εὐθείας, Θεομῆτορ τοὺς εὐλαβῶς, σπηλαίου τῶν Μάγων τὰς βαθμίδας, κατερχομένους
ψυχῆς πρὸς ἀνάτασιν.
Ὠδὴ
γ´. Οὐρανίας ἁψῖδος.
Ἰταμῶς ἐν τῇ μάνδρᾳ, χερσὶν ἐχθρῶν πίστεως,
ταύτῃ κατεσφάγῃτε θεῖοι, Ὁσιομάρτυρες, οἱ δυσωποῦντες Χριστόν, ὑπὲρ τῶν νῦν
προσκυνούντων, τὰ ὑμῶν ὑπέρτιμα, πάνσεπτοι λείψανα.
Τῶν κλεινῶν Ἀναργύρων, μητρὸς σεπτὸν
ἅπαντες, νῆμα Θεοδότης τῆς πάνυ κατασπαζόμενοι, ἀναβοῶμεν ἐχθροῦ, ἐπιβουλῆς
ἡμᾶς ῥῦσαι, Μῆτερ ταῖς πρὸς Κύριον, θείαις πρεσβείαις σου.
Οὐρανίων χαρίτων, προσκυνητὰς ἔμπλησον,
τάφου Εὐλογία σοῦ θείου, μῆτερ θεόφιλε, Θεοδοσίου κλεινοῦ, κοινοβιάρχου καὶ
ταύτης, τῆς μονῆς δομήτορος, σαῖς παρακλήσεσι.
Θεοτοκίον.
Ὑπερύμνητε Κόρη, σὺν τῷ σεπτῷ Τόκῳ Σου, Μάγων τῶν τριῶν δεξαμένη, θείαν προσκύνησιν, προσκυνητῶν εὐλαβῶν, τῆς κρύπτης ταύτης δεήσεις, δέξαι καὶ ἀπάλλαξον, πάντας κακώσεων.
Διάσωσον, Κοινοβιάρχα σὺν δήμῳ κλεινῶν
Ἁγίων, ὧν τὰ μνήματα τὰ σεπτὰ αὐτὸ κρύπτει σπήλαιον, ἡμᾶς ἐκ τοῦ πλάνου δεινῆς
μανίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων
Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Χριστὸν τὸν Θεὸν δυσώπει Θεοδόσιε, σὺν
δήμοις σεπτῶν Ἁγίων ὧν τὰ μνήματα, τῆς μονῆς σου τὸ σπήλαιον, τὸ σεπτὸν ἀεὶ
ὡραΐζουσιν, ἡμῖν διδόναι, πρόσφυξι τοῖς σοῖς, εἰρήνην ψυχῆς καὶ ῥώμην πάντοτε.
Ὠδὴ δ´. Εἰσακήκοα, Κύριε.
Θεοδόσιε Ὅσιε, τὸν Χριστὸν δυσώπει σὺν τῷ
στεῥῥόφρονι, Ἰωάννῃ Μόσχῳ ἅπασι, δοῦναι ἄμφω ῥώμην καὶ ὑγίειαν.
Ἐκ μυχίων καρδίας μου, Ξενοφῶντος σύνευνε
ἱκετεύω σε, τοῦ ὁσίου θεοτίμητε· νήψεως ὁδόν, Μαρία δεῖξόν μοι.
Ὁδηγὸς γενηθήτω μοι, πρὸς σοφίας κτῆσιν
Σοφία πάγκαλε, ἡ τὸν Σάββα τὸν θεόφρονα, καὶ ἡγιασμένον ἐκβλαστήσασα.
Θεοτοκίον.
Ὑμνωδίαις ἑκάστοτε, στέφομέν σε Μῆτερ Χριστοῦ ἀπείρανδρε, σὸν Υἱὸν τὸν θεῖον σπεύσαντας, Μάγους προσκυνῆσαι τὴν
ξενίσασαν.
Ώδὴ ε´. Φώτισον ἡμᾶς.
Πάτερ ἱερέ, Θεοδόσιε κατάστειλον, τὰς
ἀτάκτους τοῦ σαρκίου μου ὁρμάς, ὁ ἀσκήσει καταστείλας πάθη βρότεια.
Ῥύπον βδελυρόν, ἁμαρτάδων μου ἀπόπλυνον,
Θεοδότη Ἀναργύρων ἀγλαή ῥίζα ταῖς πρὸς τὸν παντάνακτα πρεσβείαις σου.
Ἔμπλησον ἡμᾶς, εὐλογίας θείας πάνσεμνε,
Εὐλογία εὐθαλέστατον βλαστόν, Θεοδόσιον τὸν μέγαν ἡ ἀνθίσασα.
Θεοτοκίον.
Σὲ τὸν νεογνόν, Ἰησοῦν χερσὶ βαστάσασαν, Ὃν
οἱ Μάγοι προσεκύνησαν οἱ τρεῖς, Θεοτόκε, δυσωπῶ κακίας ῥῦσαί με.
Ὠδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Βοήθησον, τοῖς πιστῶς προστρέχουσι,
Θεοδόσιε μονῇ σου τῇ θείᾳ, ἐν ταῖς ἑκάστοτε μάχαις τοῦ βίου, καὶ πειρασμῶν
κατωδύνων ἀπάλλαξον, τοὺς προσκυνοῦντας εὐλαβῶς, τὴν σεπτὴν καὶ πανίερον
κρύπτην σου.
Ἐπίβλεψον, οὐρανόθεν πάντιμε, Ἀρκαδίου καὶ
σεπτοῦ Ἰωάννου, τροφεῦ καὶ μῆτερ ὁσία, Μαρία καὶ ζοφερῶν ἀλγηδόνων, ἐκλύτρωσαι
τοὺς ἀνυμνοῦντας ἐν χορῷ, τῆς ἀσκήσεως πόνους τοὺς θείους σου.
Ὑπέστητε, ἀπηνῶς μαρτύριον, ὁσιώτατοι τῆς
μάνδρας πατέρες, Θεοδοσίου τοῦ θείου ἐν πόλῳ, οἱ σὺν ὁσίοις καὶ μάρτυσι
χαίροντες, νῦν καὶ πρεσβεύοντες Χριστῷ, πέμψαι πᾶσι χαρὰν ἀστασίαστον.
Θεοτοκίον.
Συνεῖναί σοι, ἐν Ἐδὲμ εὐδόκησον, τοὺς σοὺς
δούλους Θεοτόκε Μαρία, ἡ τὴν ἐπίσκεψιν Μάγων δεχθεῖσα, τὸν σὸν Υἱὸν προσκυνῆσαι
Θεάνθρωπον, ἐλθόντων ἐξ Ἀνατολῶν, ὁδηγίᾳ ἀστέρος Πανάχραντε.
Διάσωσον, Κοινοβιάρχα σὺν δήμῳ κλεινῶν
Ἁγίων, ὧν τὰ μνήματα τὰ σεπτὰ αὐτὸ κρύπτει σπήλαιον, ᾑμᾶς ἐκ τοῦ πλάνου δεινῇς
μανίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον
ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν
παῤῥησίαν.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων
Κοντἁκιον. Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Κοινοβιάρχα σεπτὲ Θεοδόσιε, σὺν τοῖς Ἁγίοις ὧν τάφοι
καλύπτουσι, τὴν κρύπτην μονῆς σου τὴν πάνσεπτον, Περσίδος Μάγων τριάδα
ξενίσασαν, Χριστὸν ὑπὲρ πάντων ἱκέτευε.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ
Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. Εὐλογητὸς ὁ Θεός.
Στίχ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα θελήματα
αὐτοῦ ἐν αὐτοῖς.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (β´ 1-12).
Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς
Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο
εἰς Ἱεροσόλυμα λέγοντες· ποῦ ἐστιν ὁ τεχθεῖς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ
αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Ἀκούσας δὲ Ἡρῴδης
ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ᾿ αὐτοῦ, καὶ συναγαγὼν πάντας τοὺς
ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾿ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται,
Οἱ δὲ εἶπον αὐτῷ· ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου·
Καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ
γάρ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Τότε
Ἡρῴδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσε παρ᾿ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου
ἀστέρος, καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε· πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ
τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.
Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστῂρ ὃν εἶδον ἐν τῇ
ἀνατολῇ προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. Ἰδόντες δὲ τὸν
ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εὗρον τὸ
παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ καὶ
ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ
σμύρναν, Καὶ χρηματισθέντες κατ᾿ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι᾿ ἄλλης ὁδοῦ
ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
Δόξα: Ταῖς τῶν σῶν Ἁγίων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ
πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ.: Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος
τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Μάκαρ Θεοδόσιε, τοῦ σοῦ σπηλαίου βαθμίδας,
πίστει κατερχόμενοι, ὅπερ ἁγιάζουσι τάφοι πάνσεπτοι εὐκλεῶν πίστεως καὶ σεμνῶν
Ἁγίων, ἐκβοῶμεν· ἱκετεύσατε τὸν Πανοικτίρμονα, Μάγοι Ὃν οἱ τρεῖς προσεκύνησαν,
διδόναι ἡμῖν ἅπασιν, ἀρετῶν τὴν κλίμακα δύναμιν ἀνελθεῖν, φωσφόροι, Μητέρες καὶ
Πατέρες ἀγλαοί, γνωστοὶ ἡμῖν καὶ ἀνώνυμοι, οὐρανῶν λευκάνθεμα.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον (ιβ')
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ
ζ´. Οἱ ἐκ τῆς Ιουδαίας.
Ἀσκητῶν ὡραιότης, Θεοδόσιε μάκαρ ἐρήμου
κλέϊσμα, ὑπὲρ τῶν προσκυνούντων, μονῄν σου τὴν ἁγίαν, τὸν Χριστὸν καθικέτευε,
καὶ τῶν ὑμνούντων φαιδρῶς ἀσκητικούς σου πόνους.
Τὰς λιτὰς ἐκζητοῦμεν Εὐλογίας μητρός σου, ὦ
Θεοδόσιε, Σοφίας, Θεοδότης, Μαρίας, Ἰωάννου, καὶ μαρτύρων τῆς μάνδρας σου, ἵνα
τοῦ βίου καλῶς, ἀνύσωμεν τὰς τρίβους.
Εὐσπλαγχνίας χειμάῤῥους, Ξενοφῶντος ὁσίου,
συμβία, πέφηνας· διό σε δυσωποῦμεν, Μαρία, σὺν τῷ οἴκῳ, τῷ ἁγίῳ σου πρόσδεξαι,
τὰς ἱκεσίας ἡμῶν, σὸν τάφον προσκυνούντων.
Θεοτοκίον.
Ὑπερόπτας προσύλων, τοὺς οἰκέτας σου
δεῖξον, Θεογεννήτρια, Χριστὸν ἡ ἐν ἀγκάλαις, βαστάσασα, τῶν Μάγων, τῆς Περσίδος
προσκύνησιν, δεχθέντα, τὸν ἐν χερσὶ, βαστάζοντα τὴν κτίσιν.
Ὠδὴ
η´. Τὸν Βασιλέα.
Παράσχου πᾶσιν, ἡμῖν ἰσχὺν ἐδαφίσαι, τὴν
ὀφρύν, Θεοδόσιε πάτερ, τοῦ δεινοῦ Βελίαρ, ἐρήμου φοῖνιξ θεῖε.
Ἐπιταφίους, ὑμῖν προσάγοντες ὕμνους, τὰς
ὑμῶν ἐκζητοῦμεν πρεσβείας, Ἅγιοι ταφέντες, ἐν τῷ σπηλαίῳ τῷδε.
Ῥείθροις χαρίτων, ὑμῶν Μητέρες Ἁγίων, τὰς καρδίας δροσίσατε πάντων τῶν
ἀσπαζομένων, ὑμῶν τοὺς θείους τάφους.
Θεοτοκίον.
Ἡ ἐν σπηλαίῳ, τὸν Βασιλέα τεκοῦσα, πάσης
κτίσεως, ᾯ δῶρα μάγοι ἤνεγκον Περσίδος, ἁγίασον σοὺς δούλους.
Ὠδὴ θ´. Κυρίως Θεοτόκον.
Μονῇ σου τῇ ἁγίᾳ τοὺς ἐν εὐλαβείᾳ
προσερχομένους, σοφὲ Θεοδόσιε, δυσχερειῶν καὶ ἀνάγκης παντοίας λύτρωσαι.
Ὡς εὐκλεῶν Ἁγίων εὐλαβεῖς Μητέρες, ὑπὲρ
ἡμῶν δυσωπεῖται τὸν Κύριον, τῶν προσκυνούντων τοὺς τάφους ὑμῶν, πανεύφημοι.
Νῦν προσκυνοῦντες τάφους ἐν σπηλαίῳ τούτῳ,
ὑμῶν βοῶμεν· ἀνώνυμοι Ἅγιοι, σὺν ἐπωνύμοις εἰρήνην ἡμῖν βραβεύσατε.
Θεοτοκίον
Χαρᾶς αἰτία κόσμου, Μῆτερ τοῦ Ὑψίστου, Ὃν
προσεκύνησαν Μάγοι ἐρχόμενοι, ἐκ τῆς Ἑῴας, τὰς θλίψεις ἡμῶν ἐκδίωξον.
Μεγαλυνάρια
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Δόξα Σοι, βοῶμεν, Παμβασιλεῦ, τῷ
προσκυνηθέντι, ὑπὸ Μάγων ἐν Βῃθλεὲμ, ἀκολουθησάντων, τὸ ἄστρον τὸ πυρφόρον, τῷ
κόσμῷ τῷ μηνύσαν, Σὴν ἐνανθρώπησιν.
Ἔδειξε τὸν δρόμον ἐπιστροφῆς εἰς τὴν γῆν
Χαλδαίων, Μάγοις Ἄγγελος τοῦ Θεοῦ, ἐν σπηλαίῳ τῷδε, ἐπαναπαυομένοις, μετὰ τὴν
τοῦ Κυρίου, θείαν προσκύνησιν.
Τοὺς προσερχομένους πανευλαβῶς, κρύπτην
προσκυνῆσαι, Θεοδόσιε, σῆς μονῆς, τάφοις ἐπωνύμων, καὶ ἀφανῶν Ἁγίων, τὴν καθαγιασθεῖσαν,
ῥῦσαι κακώσεων.
Τῶν ἀναιρεθέντων ἀνηλεῶς ξίφει ἀλλοπίστων, ἐκζητήσωμεν τὰς εὐχὰς ὁσιομαρτύρων, μονῆς Θεοδοσίου, τοῦ θείου ἐπαινοῦντες
τούτων τὰ σκάμματα.
Δεῦται, προσκυνήσωμεν εὐλαβῶς τάφους τῶν
Μητέρων, τῶν Ἁγίων τῶν εὐκλεῶν, Θεοδότης θείας, Μαρίας, Εὐλογίας, καὶ τῆς
Σοφίας, ταύτας ἐγκωμιάζοντες.
Σκέπε, Θεοδόσιε, τοὺς πιστῶς κρύπτην
προσκυνοῦντας, ἐν ἐρήμῳ σῆς ἱερᾶς, μάνδρας μετὰ πάντων, τῶν ἐν αὐτῇ ταφέντων,
Ἁγίων, ὧν πρεσβείας, ἀπεκδεχόμεθα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε
Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε
πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι
καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
Ἀπολυτίκιον.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἀρετῶν τὰς βαθμίδας ἡμᾶς ἀνέρχεσθαι τοὺς
καταβαίνοντας πόθῳ, βαθμίδας κρύπτης τῆς σῆς, Θεοδόσιε, ἐν ᾗ διενυκτέρευσαν,
Μάγοι ἐκ τῆς Ἀνατολῆς, προσκυνήσαντες Χριστὸν, ὡς βρέφος, καὶ ἣ κοσμεῖται,
πληθύος τάφων Ἁγίων, κοινοβιάρχα, καταξίωσον.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἦχος β΄. Οτε ἐκ τοῦ ξύλου.
Νέφος τῶν Ἁγίων ἱερὸν ἐπωνύμων καὶ
ἀνωνύμων, ἀνδρῶν τε καὶ γυναικῶν, ὧν καθαγιάζουσιν, οἱ τάφοι σπήλαιον, τὸ
ξενίσαν τοὺς ἄρχοντας τοὺς τρεῖς τῆς Περσίδος μετὰ τὴν προσκύνησιν, τοῦ
νηπιάσαντος, Κτίστου δι᾿ ἡμᾶς, τοῦ σεμνείου τοῦ Θεοδοσίου τοῦ θείου, ὄμβριζε
ἡμῖν ὑψόθεν δύναμιν.
Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων
σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, ὦ
Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δίστιχον.
Εὐσυμπάθητοι Ἅγιοι, Χαραλάμπει,
βραβεύσατε ψυχῆς εἴρήνην καὶ ῥώμην.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου