Τρίτη 20 Ιουνίου 2017

Παρακλητικός Κανών εἰς τὴν ΟΣΙΑΝ ΕΥΦΡΟΣΥΝΗΝ

Παρακλητικός Κανών εἰς τὴν ΟΣΙΑΝ ΕΥΦΡΟΣΥΝΗΝ
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.  
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
ς εὐφροσύνης οὐρανῶν κληρονόμος, καὶ κεκτημένη πρὸς Χριστὸν παῤῥησίαν, μὴ διαλίπῃς πάντοτε πρεσβεύουσα, ἀποστάξαι Κύριον τὴν οὐράνιον δρόσον, Εὐφροσύνη ἅπασιν ἐν πυρὶ ἁμαρτίας, ἀποκειμένοις ἵνα σε λαμπρῶς, ὡς παρθενίας λαμπάδα γεραίρωμεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἀλήκτου Εὐφροσύνης, ἀξίωσόν με, Ὁσία. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
λήκτου ἀξίωσον χαρμονῆς, τοὺς σοὶ προσιόντας, καὶ καμάτους σου τοὺς σεπτούς, οὓς ἔτλης ἐν μάνδρᾳ Εὐφροσύνη, ἀνδρώᾳ ὕμνοις εὐήχοις γεραίροντας.
Λιποῦσα τοκέα σου εὐλαβῆ, Παφνούτιον Μῆτερ, καὶ μνηστῆρά σου ἀνδρικοῖς, ἀγῶσι κατέλαβες τὴν νύσσαν, ὑπὲρ ἡμῶν Εὐφροσύνη πρεσβεύουσα.
δέων ἁπάντων καὶ κοσμικῆς, συγχύσεως ὤφθης, ὑπερτέρα τὰ ἐν Ἐδέμ, τερπνὰ ἐκζητοῦσα Εὐφροσύνη, ὧν καὶ ἡμᾶς ἀπολαῦσαι ἀξίωσον.
Θεοτοκίον.
Κεκτήμεθα ἔπαλξιν  ἀσφαλῆ,  προπύργιον  θεῖον,  βακτηρίαν
καταφυγήν, ἁγνὴ καὶ χαρᾶς ἀδιαλείπτου, Θεοκυῆτορ πηγήν Σε ἀκένωτον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῇ θερμῇ ἀρωγῇ σου οἱ εὐσεβεῖς σπεύδοντες, ἴασιν ψυχῶν καὶ σωμάτων, Μῆτερ λαμβάνομεν· ὅθεν κηρύττομεν, σὴν πρὸς ἡμᾶς προστασίαν, Εὐφροσύνη πάντιμε, τὴν ἀδιάπτωτον.
σιότητος ὤφθης περικαλλὲς τέμενος, καὶ ὑπομονῆς Εὐφροσύνη, κῆπος εὐφρόσυνος· ὅθεν ἀγῶνάς σου, Χριστὸς ἀμείβων τιμίους, δαψιλῶς σε χάριτος, θείας ἐνέπλησεν.
ψωθεῖσα συντόνοις ἀσκητικαῖς πράξεσι, πρὸς τῆς ταπεινώσεως Μῆτερ, ἄκραν ἀκρώρειαν, τὸν ταπεινὸν Ἰησοῦν, ἐκδυσωπεῖν σοὺς ἱκέτας, δεῖξαι ταπεινώσεως, ἔμψυχα μάργαρα.
Θεοτοκίον.
Εὐεργέτην τεκοῦσα τὸν τοῦ παντὸς Δέσποινα, Λυτρωτὴν ἡμῶν καὶ Σωτῆρα, πρέσβευε ῥύσασθαι, ἀχαριστίας λιμοῦ, τοὺς εὐγνωμόνως τιμῶντας, Σὲ Θεογεννήτρια, ὕμνοις εὐσχήμοσιν.
ξίωσον, πανευφροσύνου λειμῶνος τοῦ ἐν τῷ πόλῳ, Εὐφροσύνη θεοσεβὲς τοὺς σὲ μακαρίζοντας, καὶ ᾄδοντας μνήμην σου τὴν ἁγίαν.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν  ἡ  Ἱερά Παρά-κλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Μὴ παύσῃ Χριστῷ Νυμφίῳ οὐρανίῳ σου, πρεσβεύειν ἀεὶ Ὁσίων ἀκροθίνιον, Εὐφροσύνη πάνσεμνε, ὑπὲρ πάντων μνήμην τὴν θείαν σου, ἐπιτελούντων ὕμνοις καὶ ᾠδαῖς, πυξίον εὐχῆς καὶ ταπεινώσεως.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
περόπτην ἀνάδειξον, γεηρῶν ἁπάντων τὸν εὐφημοῦντά σε, Εὐφροσύνη ὡς ποθήσασα, μόνον ἐν τῷ βίῳ τὰ αἰώνια.
Φύσιν θήλεος εὔψυχε, παριδοῦσα ἤσκησας ἀνδρικώτατα, Εὐφροσύνη θείᾳ χάριτι, εὐσεβῶν ἰθῦντορ πρὸς τελείωσιν.
ώμην θείαν λαμβάνομεν, Εὐφροσύνη ἄνωθεν οἱ τιμῶντές σε, ταπεινώσεως ὡς ἔκτυπον, καὶ ὑπακοῆς ἐνθέου ἄγαλμα.
Θεοτοκίον.
Οἱ προστρέχοντες πάντοτε, Σοῦ τῇ θείᾳ σκέπῃ οὐκ αἰσχυνόμεθα· ἐκπληροῖς γὰρ τὰ αἰτήματα, Σοῦ τῶν οἰκετῶν θεομακάριστε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σώματος ὁρμάς, σῶν προσφύγων ἀπονέκρωσον, Εὐφροσύνη ἡ ἀσκήσει καὶ εὐχῇ, τὰς ὀρέξεις τῆς σαρκὸς καταπραΰνασα.
δωρ μοι ζωῆς, αἰωνίου Μῆτερ πήγασον, Εὐφροσύνη θεοφόρε τῷ λαμπρῶς, μεγαλύνοντι ἀσκήσεως καμάτους σου.
Νεῦσον ταῖς ἡμῶν, Εὐφροσύνη παρακλήσεσι, καὶ κατάπεμψον ἐξ ὕψους ὑετόν, τοῖς ἱκέταις σου συνέσεως καὶ νήψεως.
Θεοτοκίον.
τῶν εὐσεβῶν, προστασία καὶ ἀντίληψις, Θεοτόκε Εὐφροσύνης ταῖς λιταῖς, πρὸς ὁδοὺς χρηστοηθείας πάντας ἴθυνον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Στερέμνιος, βάσις ταπεινώσεως, ἐποφθεῖσα Εὐφροσύνη Ὁσία, καὶ ἀδιάσειστον τεῖχος ἁγνείας, τῶν ἀσωμάτων χορείας κατέπληξας· διὸ βοῶμεν καὶ ἡμᾶς, μιμητὰς ἀρετῶν σου ἀνάδειξον.
σκήσασα, ἀνδρικῷ φρονήματι, ἐν σεμνείῳ Εὐφροσύνη ἀνδρώῳ, καθυπετάγης σεπτῷ Ἀγαπίῳ, καὶ τῷ πανάγνῳ Θεῷ εὐηρέστησας, ᾯ καὶ ἡμᾶς εὐαρεστεῖν, ἀρεταῖς καταξίου ἀείποτε.
Ξενώσασα, σεαυτὴν τοῦ οἴκου σου, Παφνουτίου τοῦ Ὁσίου πατρός σου, καὶ γεηροῦ σου μνηστῆρος ἀγάπης, διὰ Χριστὸν τὸν ὡραῖον Νυμφίον σου, χάριν ἀπείληφας ἡμᾶς, Εὐφροσύνη ξενοῦν πάσης θλίψεως.
Θεοτοκίον.
κέτευε, τὸν Υἱόν Σου Δέσποινα, καὶ Θεὸν ἡμῶν Ἁγνὴ καταπέμψαι, τοῖς Σοῖς οίκέταις ἰσχὺν ἀντιστῆναι, τῇ τοῦ ἀλάστορος πλάνῃ ἐντεύξεσι, τῆς Εὐφροσύνης τῆς αὐτοῦ, προσευχαῖς πατησάσης τὸ φρύαγμα.
ξίωσον, πανευφροσύνου λειμῶνος τοῦ ἐν τῷ πόλῳ, Εὐφροσύνη θεοσεβὲς τοὺς σὲ μακαρίζοντας, καὶ ᾄδοντας μνήμην σου τὴν ἁγίαν.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν  ἡ  Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς ὑπὲρ φύσιν καμάτοις σου ἔτηξας, ὡσεὶ κηρὸν Εὐφροσύνη τὴν σάρκα σου, καὶ βίον Ἀγγέλων ζηλώσασα, δαιμόνων κατέπτηξας φάλαγγας, ἐξ ὧν με κακίας ἀπάλλαξον.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον εἰς Ὁσίαν
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλέησόν με ὁ Θεός...
Γεηρὸν μνηστῆρά σου, καταλιποῦσα καὶ οἶκον, τοῦ πατρὸς πανεύφημε, Παφνουτίου σώφρονος, δι’ ἀγάπησιν, τοῦ Χριστοῦ ἔδραμες, εἰς Μονὴν ἀνδρώαν, ταῖς ἀζύγων ὁμηγύρεσι, χωρῆσαι πάγκαλε, καὶ εὐαρεστῆσαι Νυμφίῳ σου, τῷ θείῳ κατορθώμασι, σοῖς ἀσκητικοῖς· ὅθεν ἅπαντες, μῆτερ Εὐφροσύνη, τιμῶντές σε ἀξίως προσευχάς, τὰς σὰς θερμὰς πρὸς τὸν Κύριον, ἐκζητοῦμεν πάντοτε.
Εὐθύς  ἐκφωνεῖται  ὑπό  τοῦ  Ἱερέως  ἡ  λιτανευτική  ἱκεσία:
Σῶσον  ὁ  Θεός  τόν  λαόν  Σου  καί  εὐλόγησον  τήν  κληρο-νομίαν  Σου. Ἐπίσκεψαι  τόν  κόσμον  Σου  ἐν  ἐλέει  καί  οἰκτιρμοῖς, ὕψωσον  κέρας  Χριστιανῶν  Ὀρθοδόξων  καί  κατάπεμψον  ἡμῖν  τά  ἐλέη  Σου  τά  πλούσια. Πρεσβείαις  τῆς  Παναχράντου  Δεσποίνης  ἡμῶν  Θεοτόκου  καί  Ἀειπαρθένου  Μαρίας. Δυνάμει  τοῦ  Τιμίου  καί  Ζωοποιοῦ  Σταυροῦ. Προστασίαις  τῶν  Τιμίων, Ἐπουρανίων  Δυνάμεων  Ἀσωμάτων.
κεσίαις  τοῦ  Τιμίου, Ἐνδόξου  Προφήτου  Προδρόμου  καί  Βαπτιστοῦ  Ἰωάννου. Τῶν  Ἁγίων  Ἐνδόξων  καί  Πανευφήμων  Ἀποστόλων. Τῶν  ἐν  Ἁγίοις  Πατέρων  ἡμῶν, Μεγάλων  Ἱεραρχῶν  καί  Οἰκουμενικῶν  Διδασκάλων: Βασιλείου  τοῦ  Μεγάλου, Γρηγορίου  τοῦ  Θεολόγου  καί  Ἰωάννου  τοῦ  Χρυσοστόμου· Ἀθανασίου  καί  Κυρίλλου, Ἰωάννου  τοῦ  Ἐλεήμονος, Πατριαρχῶν  Ἀλεξανδρείας· Νικολάου  Ἐπισκόπου  Μύρων  τῆς  Λυκίας  καί  Σπυρίδωνος Ἐπισκόπου  Τριμυθοῦντος, τῶν  Θαυ ματουργῶν. Τῶν ἁγίων, ἐνδόξων  καί  καλλινίκων  Μαρτύρων. Τῶν  Ἁγίων  ἐνδόξων  Μεγαλο-μαρτύρων  Γεωργίου  τοῦ  Τροπαιοφόρου, Δημητρίου  τοῦ  Μυροβλύτου, Θεοδώρου  τοῦ Τήρωνος  καί  Θεοδώρου  τοῦ  Στρατηλάτου. Τῶν  ἁγίων  Ἱερομαρτύρων  Χαραλάμπους  καί  Ἐλευθερίου. Τῶν  Ὁσίων  καί  Θεοφόρων  Πατέρων  ἡμῶν. Τῶν  Ἁγίων Βλασίου  Ἐπισκόπου  Σεβαστείας, Γερασίμου  τοῦ  ἐν  Κεφαλληνίᾳ  καί  Μακαρίου  Ἀρχιεπισκόπου  Κορίνθου.
(Τοῦ  Ἁγίου  τοῦ  Ναοῦ, ἐφ’ ὅσον  δέν  ἐμνημονεύθη  ἐν  τοῖς  ἄνω). Τῶν  Ἁγίων  καί  Δικαίων  Θεοπατόρων  Ἰωακείμ  καί  Ἄννης. (Τῶν  Ἁγίων  τῆς  ἡμέρας). Καί  Πάντων  Σου  τῶν  Ἁγίων.
       κετεύομέν  Σε, Μόνε Πολυέλεε  Κύριε, ἐπάκουσον  ἡμῶν  τῶν  ἁμαρτωλῶν  δεομένων  Σου  καί  ἐλέησον  ἡμᾶς.
Ὁ  χορός: Κύριε  λέησον (12).
       Καί  ἐπισφραγίζει  ὁ  Ἱερεύς  μετά  τῆς  δοξολογικῆς ἐκφωνήσεως:
λέει  καί  οἰκτιρμοῖς  καί  φιλανθρωπίᾳ  τοῦ  Μονογενοῦς Σου  Υἱοῦ, μεθ’ Οὗ  εὐλογητός  εἶ, σύν  τῷ  Παναγίῳ  καί Ἀγαθῷ  καί  Ζωοποιῷ  Σου  Πνεύματι, νῦν  καί  ἀεί  καί  εἰς  τούς  αἰῶνας  τῶν  αἰώνων.
Ὁ  χορός: μήν.
Καί  ἀποπληροῦμεν  τάς  λοιπάς ὠδάς  τοῦ  Κανόνος:
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
ς χαρίτων ἑστίαν Εὐφροσύνη Ὁσία σὲ μακαρίζομεν, καὶ μνήμην σου τιμῶντες, τὴν θείαν γηθοσύνως, ἐκβοῶμεν ἑκάστοτε· ἴσθι ἡμῶν ταχινή, προστάτις ἐν τῷ βίῳ.
Στηλογράφημα θεῖον ἀγωγῆς ἐναρέτου καὶ διαυγέστατον, δοχεῖον ἐγκρατείας, Ὁσία Εὐφροσύνη, μὴ ἐλλίπῃς πρεσβεύουσα, ὑπὲρ ἡμῶν τῷ Θεῷ, τῶν σὲ ὑμνολογούντων.
λοφώτου παστάδος σὺν φρονίμοις παρθένοις οἰκήτωρ πάντιμος, ὀφθεῖσα Εὐφροσύνη, παθῶν μου χαμαιζήλων, τὴν σκοτείαν ἐκδίωξον, καὶ τοῦ ἀστέκτου φωτός, ἀνάτειλόν μοι ἦμαρ.
Θεοτοκίον.
Νεκρωθέντα με οἴμοι βδελυραῖς ἁμαρτίαις Θεογεννήτρια, θαῤῥῶν προσέρχομαί Σοι, κραυγάζων· ῥυπτικαῖς Σου, παρακλήσεσι ζώωσον, τὸν θανατώσαντα φεῦ, ψυχήν μου ἔργοις φαύλοις.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Μή με βδελύξῃ, τὸν σὸν ἀχρεῖον ἱκέτην, Εὐφροσύνη ἀλλὰ κάθαρόν με, προσευχῶν ὑσσώπω, τῶν σῶν ἀδιαλείπτων.
χει σὸν πνεῦμα, ὁ οὐρανὸς Εὐφροσύνη, καὶ ἡμεῖς ἐν τῇ γῇ τὰς εὐχάς σου, θησαυρὸν ὡς θεῖον, ἰσχὺν καὶ βακτηρίαν.
λῃ ἐφέσει, τῆς σῆς ψυχῆς Εὐφροσύνη, ἠγωνίσω καὶ ἤρθης πρὸς δόξης, δόμους ἔνθα Κτίστῃ, ὑπὲρ ἡμῶν πρεσβεύεις.
Θεοτοκίον.
Σαρκὸς κινήσεις, τὰς ψυχοκτόνους πρεσβείαις, Εὐφροσύνης κατάστειλον Μῆτερ, ἵνα Σε δοξάζω, τὴν κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
δεῖν τοῦ Φωτοδότου, Ἰησοῦ ἐν πόλῳ, τὸ ἱλαρὸν τοῦ προσώπου ἀξίωσον, τοὺς σὲ πιστῶς Εὐφροσύνη ἀεὶ γεραίροντας.
φθόνως τὴν σὴν χάριν, πέμψον σοῖς ἱκέταις, πανευλαβῶς Εὐφροσύνη ἀοίδιμε, καὶ ἐξ ἐχθροῦ ἐπηρείας ἡμᾶς διάσωσον.
Χαρᾶς ὁδούς μοι δεῖξον, καὶ ἀπηλλαγμένον, θλίψεων βίον ἀνύειν ἀξίωσον, μὲ ἀγλαὴ Εὐφροσύνη ἀξιομίμητε.
Θεοτοκίον.
Μὴ παύσῃ εὐφροσύνης, οὐρανῶν πολίτας, ἡμᾶς γενέσθαι πρεσβεύουσα Δέσποινα, τοὺς ἐμμελῶς Εὐφροσύνην Ὁσίαν μέλποντας.
ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Τῆς Ἀλεξανδρείας σεπτὲ βλαστέ, Παφνουτίου τέκνον, τοῦ Ὁσίου θεοσεβές, Εὐφροσύνη χαῖρε, ἡ ἐν Μονῇ ἀνδρώᾳ, ὑπερφυῶς ἀσκῆσαι, μὴ δειλιάσασα.
Νύμφη τοῦ Κυρίου περικλεές, ἡ ἀπαρνηθεῖσα, σὸν μνηστῆρα τὸν γεηρόν, καὶ ἐπιδοθεῖσα, εἰς ἀνδρικοὺς ἀγῶνας, θεόφρον Εὐφροσύνη, χαῖρέ σοι κράζομεν.
Βίον διανύσασα θαυμαστόν, ἀνδρικοῖς σου πόνοις, Εὐφροσύνη πανευσθενές, τοὺς χοροὺς ἀζύγων, ἐξέπληξας καὶ δῆμον, Ἀγγέλων φωτομόρφων, σοῖς κατορθώμασι.
ῦσαι πάσης βλάβης καὶ συμφορῶν, τοὺς ἀνευφημοῦντας, σὴν ὑπέρλαμπρον βιοτήν, καὶ πταισμάτων λύσιν, ἡμῖν ἀεὶ ἐξαίτει, Ὁσία Εὐφροσύνη, χάριτος σκήνωμα.
Χαίροις Εὐφροσύνη μοναζουσῶν, εὐλαβῶς πυξίον, καὶ πρὸς θέωσιν ὁδηγός, χαίροις παρθενίας, ὑπομονῆς ἀγάπης, νηστείας ἐκμαγεῖον, καὶ ταπεινώσεως.
θυνὸν τὸ πλῆθος σῶν ἱκετῶν, πρὸς πανευφροσύνους, Εὐφροσύνη σεμνὴ σκηνάς, τὰς ἐν τῷ λειμῶνι, τοῦ οὐρανίου θόλου, καὶ σῶσον ἐκ θανάτου, τοὺς ἀνυμνοῦντάς σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό  Τρισάγιον  καί  τά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
       λέησον  ἡμᾶς, Κύριε,  ἐλέησον  ἡμᾶς, πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες, ταύτην  Σοι  τήν  ἱκεσίαν, ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον  ἡμᾶς.
Δόξα.
       Κύριε  ἐλέησον  ἡμᾶς, ἐπί  Σοί  γάρ  πεποίθαμεν. Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα, μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν. Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος  καί  λύτρωσαι  ἡμᾶς ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν. Σύ  γάρ  εἶ  Θεός  ἡμῶν  καί  ἡμεῖς  λαός  Σου, πάντες  ἔργα  χειρῶν  Σου  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
       Τῆς  εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν, εὐλογημένη  Θεοτόκε, ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν, ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων, Σύ  γάρ  ἡ  σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.
Εἶτα ὁ  Ἱερεύς τήν  Ἐκτενῆ  Δέησιν, ἡμῶν ψαλλόντων  τό  λιτανευτικόν Κύριε  λέησον, τρίς  (3) μεθ’ ἑκάστην  δέησιν, ἐξαιρέσει  τῆς  πέμπτης  δεήσεως, μεθ’ ἧν  ψάλλεται  τοῦτο τεσσαράκοντα (40).
       λέησον  ἡμᾶς  ὁ  Θεός, κατά  τό  μέγα  ἔλεός  Σου, δεόμεθά  Σου, ἐπάκουσον  καί  ἐλέησον.
       τι  δεόμεθα,  ὑπέρ  τοῦ  Ἀρχιεπισκόπου  ἡμῶν  (δεῖνος)  καί  πάσης  τῆς  ἐν  Χριστῶ  ἡμῶν  ἀδελφότητος.
        Ἔτι  δεόμεθα, ὑπέρ  ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως  καί  ἀφέσεως  τῶν  ἁμαρτιῶν, πάντων  τῶν εὐσεβῶν  καί  Ὀρθοδόξων  Χριστιανῶν.
       τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν  ἡ  Ἱερά  Παράκλησις  τελεῖται).
       τι  δεόμεθα, ὑπέρ  τοῦ  διαφυλαχθῆναι  τήν  ἁγίαν  Ἐκκλησίαν  (ἤ  Μονήν)  καί  πόλιν  (ἤ  νῆσον)  ταύτην  καί  πᾶσαν  πόλιν  καί  χώραν, ἀπό  ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς  ἀλλοφύλων, ἐμφυλίου  πολέμου  καί  αἰφνιδίου  θανάτου. Ὑπέρ  τοῦ ἵλεων, εὐμενῆ  καί  εὐδιάλλακτον  γενέσθαι  τόν  Ἀγαθόν  καί  Φιλάνθρωπον  Θεόν  ἡμῶν, τοῦ  ἀποστρέψαι  καί  διασκεδάσαι  πᾶσαν  ὀργήν  καί  νόσον, τήν  καθ’ ἡμῶν  κινουμένην  καί  ῥύσασθαι  ἡμᾶς  ἐκ  τῆς  ἐπικειμένης  δικαίας  Αὐτοῦ  ἀπειλῆς  καί  ἐλεῆσαι  ἡμᾶς.
       τι  δεόμεθα, ὑπέρ  τοῦ  εἰσακοῦσαι  Κύριον  τόν  Θεόν, φωνῆς  τῆς  δεήσεως  ἡμῶν  τῶν  ἁμαρτωλῶν  καί  ἐλεῆσαι  ἡμᾶς.
       πάκουσον  ἡμῶν, ὁ  Σωτήρ  ἡμῶν, ἡ  ἐλπίς  πάντων  τῶν  περάτων  τῆς  γῆς  καί  τῶν  ἐν  θαλάσσῃ  μακράν  καί  ἵλεως, ἵλεως  γενοῦ  ἡμῖν, Δέσποτα, ἐπί  ταῖς  ἁμαρτίαις  ἡμῶν  καί  ἐλέησον  ἡμᾶς. Ἐλεήμων  γάρ  καί  Φιλάνθρωπος  Θεός  ὑπάρχεις  καί  Σοί  τήν  δόξαν  ἀναπέμπομεν, τῷ  Πατρί  καί  τῷ  Υἱῷ  καί  τῷ  Ἁγίῳ  Πνεύματι, νῦν  καί  ἀεί  καί  εἰς  τούς  ἀιῶνας  τῶν  αἰώνων.

  χορός: μήν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.
Πρ δ το διεχν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Θείας εὐφροσύνης καὶ χαρᾶς, καταξίωσόν με ἀγήρω, τὸν σοὶ προσπίπτοντα, εὐλαβῶς πανένδοξε, καὶ σὴν ἀντίληψιν, ἐκζητοῦντα ἑκάστοτε, ὁ πάνυ ἀχρεῖος, Εὐφροσύνη πάναγνε, ὡς ἂν γεραίρω σε, νύμφην τοῦ Χριστοῦ τὴν καλλίστην, τὴν ἐν γυναικείῳ σαρκίῳ, ἀνδρικὴν καρδίαν ἀποκρύπτουσαν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Ὁ  Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου