Παρακλητικός Κανών εἰς τὸν ΟΣΙΟΝ ΧΑΡΙΤΩΝΑ
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε
εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν
μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος
δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Δοκιμασθεὶς τοῖς τῆς ἀθλήσεως πόνοις, βεβαιωθεὶς τοῖς
τῆς ἀσκήσεως ἄθλοις, ἐξέλαμψας ὡς ἥλιος, Χαρίτων φαεινός· ὅθεν ἀπαυγάσμασι, τῆς
σεπτῆς χάριτός σου, μυστικῶς καταύγασον, τὴν ζοφώδη ψυχήν μου, ἵνα ἀεί σε
ὕμνοις εὐφημῶν, ἐπιτελῶν τὴν πανέκλαμπρον μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ
Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους
σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´
Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ
ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με
καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Μαρτύρων τοὺς πόνους ὑπενεγκών, ἀσκήσεως ἄθλοις, ἐθεράπευσας τὸν Θεόν, ᾧ
πρέσβευε πάντοτε Χαρίτων, ἡμῖν δοθῆναι πταισμάτων τὴν ἄφεσιν.
Τριάδος τῷ ἔρωτι τὴν ψυχήν, τρωθεὶς ἐν τῷ κόσμῳ, ξένην ὔνυσας βιοτήν· διὸ
τῶν ἐν κόσμῳ με πραγμάτων, εὐχαῖς σου ξένον Χαρίτων ἀνάδειξον.
Αἰσίως
Χαρίτων τὸν κοσμικόν, πόντον διαπλεύσας, τὸν λιμένα τὸν γαληνόν, τῆς ἄνω
κατέλαβες εὐκλείας, οὗ καὶ ἡμᾶς τῆς γαλήνης ἀξίωσον.
Θεοτοκίον.
Ἁγνὴ παντευλόγητε Μαριάμ, ὕψωσον Σὰς χείρας, πρὸς Υἱόν Σου τὸν ἀγαθόν, ἵνα
ἐλέησῃ τοὺς ἐν πίστει, τὰ μεγαλεῖά Σου
ὕμνοις γεραίροντας.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ
στερεώμα.
Τὰ πάθη τοῦ σώματος, δι’ ἐγκρατείας ἐμάρανας, καὶ οἶκος
λαμπρὸς τῆς ἀπαθείας, ὦ Χαρίτων γεγένησαι.
Χαρίτων μακάριε, τὴν ψυχρανθεῖσαν καρδίαν μου, θέρμανον
σῆς χάριτος τῇ θέρμῃ, ἵνα πόθῳ γεραίρω σε.
Παθῶν τῆς φλογώσεως, Χαρίτων Ὅσιε ῥῦσαί με, ταῖς δροσιστικαῖς σου ἱκεσίαις,
πρὸς τὸν μόνον φιλάνθρωπον.
Θεοτοκίον.
Ὦ θεοχαρίτωτε, διηνθισμένε Παράδεισε, ῥῦσαί με τοῦ πλάνου τῶν ἀρκύων, τῇ
δοθείσῃ Σοι χάριτι.
Διάσωσον, τῆς ἐξωτέρου γεέννης Πάτερ Χαρίτων, ταῖς πρὸς Χριστὸν ἱεραῖς
ἱκεσίαις σου, τοὺς τὰς διττάς σου γεραίροντας ἀριστείας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος
κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ
Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά
Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ
ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Διττῶς ἐπὶ γῆς τελέσας τὸν ἀγῶνά σου, ζωῆς ἀληθοῦς, ἀπέλαβες χαρίσματα,
Χαρίτων θεοδόξαστε· ὅθεν πίστει θερμῇ ἀνακράζω σοι· χαρίτωσόν μου Πάτερ τὴν
ζωήν, ὡς πέλων τῆς χάριτος ἐπώνυμος.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Τῆς ζωῆς ἧς ἀπέλαβες, μυστικῶς Χαρίτων Πάτερ τὰς χάριτας, καταξίωσον τοὺς
μέλποντας, τὰ πολυειδῆ σου κατορθώματα.
Τοῦ φωτὸς κατηξίωσαι, τοῦ ἐπουρανίου βιώσας ἄριστα, ὦ Χαρίτων· διὸ φώτισον,
τὴν ἀμαυρωθεῖσάν μου διάνοιαν.
Κυριεύσας τοῦ σώματος, θείαν ἀπαθείας στολὴν ἐνδέδυσαι, καὶ Χριστῷ παρέστης
Ὅσιε, μνημονεύων ἡμῶν τῶν τιμώντων σε.
Θεοτοκίον.
Νοσημάτων καὶ θλίψεων, ῥῦσαι τοὺς οἰκέτας Σου Μητροπάρθενε, τοὺς ὑμνοῦντας
τὴν λοχείαν Σου, δι’ ἧς σέσωσται γένος τὸ βρότειον.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Χαίρων τὸν Σταυρόν, ἐπωμάδιον ἐβάστασας· διὸ Ὅσιε Χαρίτων δὸς κἀμοί, ταῖς
πρεσβείαις σου ἰσχὺν ἐν περιστάσεσιν.
Ὕδατι τῆς σῆς, ὦ Χαρίτων Πάτερ χάριτος, τὴν τακεῖσαν ἐν τοῖς πάθεσι ψυχήν,
καταδρόσισον εὐσπλάγχνως τοῦ ἱκέτου σου.
Πόνων χαλεπῶν, καὶ δεινῶν τῶν συνεχόντων με, ἐλευθέρωσον τῇ σῇ ἐπισκοπῇ, ὦ
Χαρίτων μοναζόντων ἐγκαλλώπισμα.
Θεοτοκίον.
Σὺ εἶ ἡ αὐγή, μυστικῆς ἡμέρας ἄχραντε· διὸ λάμψον μοι τὸ φῶς τὸ νοητόν, τῇ
λαμπρᾷ ἀνατολῇ Σῆς ἀντιλήψεως.
ᾨδὴ στ΄. Τὴν
δέησιν.
Ἐκήρυξας, τὸν Χριστὸν θείῳ ζήλῳ, κατενώπιον ἀθέων τυράννων, καὶ δι’ αὐτόν,
τὰς βασάνους ὑπέστης, ὥσπερ τινὸς ἄλλου Ἅγιε πάσχοντος· ὅθεν δεδόξασαι ἡμᾶς,
περιέπων εὐχαῖς ταῖς τιμίαις σου.
Συνέχομαι, νυσταγμῷ ἀμελείας, καὶ καθεύδω ἐν πολλαῖς ἁμαρτίαις· ἀλλ’ ἐπιστὰς
τῇ σεπτῇ χάριτί σου, διάσωσόν με Χαρίτων μακάριε, καὶ μετανοίας λογισμόν, δός
μοι ἵνα ὁ τάλας σωθήσομαι.
Τοῦ ὄφεως, τῷ ἰῷ τὴν ψυχήν μου, φαρμαχθεῖσαν ὦ Χαρίτων τρισμάκαρ, τῆς
χάριτός σου τῷ θείῳ φαρμάκῳ, ὡς συμπαθὴς δραστικῶς περιποίησαι, ἵνα σῳζόμενος
ὑμνῶ, ἣν ἀπείληφας δόξαν ἀμάραντον.
Θεοτοκίον.
Ὡς σκήνωμα, τοῦ Θεοῦ πανάγιον, ὡς πυρίμορφον τοῦ Κτίστου καθέδραν, ὡς τοῦ
Ὑψίστου ὑπέρλαμπρον θρόνον, ὡς τοῦ Χριστοῦ ἀστραπόμορφον ὄχημα, Σὲ ἀνυμνοῦμεν
εὐλαβῶς, τὴν Σὴν Χάριν ἁγνὴ ἐξαιτούμενοι.
Διάσωσον, τῆς ἐξωτέρου γεέννης Πάτερ Χαρίτων, ταῖς πρὸς Χριστὸν ἱεραῖς
ἱκεσίαις σου, τοὺς τὰς διττάς σου γεραίροντας ἀριστείας.
Ἄχραντε, ἡ
διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς
ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ
ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται
τά ὀνόματα τῶν
ὑπέρ ὧν ἡ Ἱερά
Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ συμμαχίᾳ Χαρίτων τῆς χάριτος, τὸν παλαμναῖον δυνάστην κατήσχυνας, καὶ
νίκης ἐδέξω διάσημα, παρὰ Κυρίου ὃν ἵλεων ποίησον, εὐχαῖς σου ἡμῖν τοῖς ὑμνοῦσί
σε.
Προκείμενον: Τίμιος
ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος
ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄.
Ὅλην ἀποθέμενοι.
Στ.:Ἐλέησόν με ὁ Θεός...
Χαρίτων μακάριε, ὁμολογίας ὁ λύχνος, μοναστῶν ἀγλάϊσμα, καὶ Ὁσίων καύχημα
χαριτώνυμον, τοὺς καταφεύγοντας, θερμοτάτῃ πίστει, τῇ δυνάμει τῆς πρεσβείας
σου, ῥῦσαι δεόμεθα, τῶν μαγγανειῶν τοῦ ἀλάστορος, καὶ λύτρωσαι κακώσεων, καὶ
παντοειδῶν περιστάσεων· ἵνα σε τιμῶμεν, ἀπαύστως ἐν ᾠδαῖς πνευματικαῖς, ὡς
εὐεργέτην καὶ πρόμαχον, τῶν προσκα-λουμένων σε.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον (ιβ')
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀρνηθεὶς τὰ ἐν κόσμῳ ἐξεζήτησας πόθῳ τὰ διαμένοντα, καὶ ἄσκησιν τελείαν
διήνυσας Χαρίτων, ἀνακράζων τῷ Κτίσαντι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ψυχικὴν δός μοι ῥῶσιν καὶ ὑγείαν τελείαν ὡς συμπαθέστατος, Χαρίτων θεοφόρε,
Χριστοῦ ὁ θεῖος φίλος, καὶ θεράπων οὐράνιος, ἵνα ἐν ὕμνοις τὰ σά, θαυμάσια
γεραίρω.
Τοῦ Δεσπότου τῷ θρόνῳ παριστάμενος χαίρων Χαρίτων Πάτερ σοφέ, Αὐτὸν
καθικετεύων, μὴ παύσῃ τὴν εἰρήνην, ὡς οἰκτίρμων δωρήσασθαι, τοῖς εὐφημοῦσι
λαμπρῶς, τὰς σὰς τρισαριστείας.
Θεοτοκίον.
Ἀπειρόγαμε Κόρη ἡ τεκοῦσα ἀφράστως τὸν πολυεύσπλαγχνον, κακίας ἐκ βαράθρων,
ἀνάγαγε τὸν νοῦν μου, συμπαθῶς ἵνα ψάλλων Σοι· χαῖρε Παρθένε ἁγνή, τοῦ ἀχωρήτου
χώρα.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Τῇ ἐπομβρίᾳ, τῆς χάριτός σου Χαρίτων, καταδρόσισον θερμῶς καθικετεύω, τὴν ἐν
ἁμαρτίας, αὐχμῶσάν μου καρδίαν.
Ἐν τοῖς ὑψίστοις, κατατρυφῶν ὦ Χαρίτων, τῆς ἐνθέου φωταυγείας τε καὶ δόξης,
μὴ ἡμῶν παρίδῃς, τὰς ἐκ ψυχῆς δεήσεις.
Δός μοι Χαρίτων, τὴν τοῦ θανάτου μελέτην, ἵνα τύχω τῶν αὐτῆς δωρημάτων, καὶ
τῆς αἰωνίου, ῥυσθήσομαι γεέννης.
Θεοτοκίον.
Νοός μου Κόρη, τὴν χαλεπὴν σκοτομήνην, διασκέδασον τῇ Σῇ φωταγωγίᾳ, ἡ τὸ φῶς
τοῦ κόσμου, τεκοῦσα ἀπειράνδρως.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Πρυτάνευσον Χαρίτων, τοῖς
προστρέχουσὶ σοι, τὴν
τῶν
Πρυτάνευσον Χαρίτων, τοῖς προστρέχουσί σοι, τὴν τῶν πταισμάτων τελείαν
συγχώρησιν, τῇ δραστικῇ σου πρεσβείᾳ πρὸς τὸν φιλάνθρωπον.
Ἰάσεων τὴν χάριν, παρὰ τοῦ Κυρίου, λαβὼν πλουσίως Χαρίτων μακάριε, ἀσθενειῶν
τῶν κατ’ ἄμφω δέομαι ῥῦσαί με.
Ὁ χάριτος ἀφράστου, κατηξιωμένος, ἐν τοῖς ὑψίστοις Χαρίτων μακάριε, τὴν
ἱκετήριον ταύτην ᾠδήν μου πρόσδεξαι.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Μῆτερ τοῦ Ὑψίστου, δεῦρο εὐσπλάγχνως νομῆς Σου τὰ πρόβατα,
πρὸς εὐσεβείας ἀπαύστως νομὰς ποιμαίνουσα.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις τῶν Μαρτύρων ἡ λαμπηδών, Ὅσιε Χαρίτων, καὶ Ὁσίων κλέος λαμπρόν·
χαίροις ὁ Ἀγγέλοις, συνόμιλος ἐν πόλῳ, καὶ τῶν πιστῶν προστάτης, ἀκαταγώνιστος.
Πρότερον ἀθλήσει δοκιμασθείς, ὕστερον ἀσκήσει, ὦ Χαρίτων βεβαιωθείς,
ἤστραψας ἐν κόσμῳ, ὡς ἥλιος φωσφόρος, ὑπερφυῶς αὐγάζων, πιστῶν τὸ πλήρωμα.
Πίστει τὰ ἐπίκηρα παριδών, καὶ ἐνθέῳ ζήλῳ, τὴν πατρίδα καταλιπών, ὤφθης τῆς
ἐρήμου, οὐράνιος πολίτης, Χαρίτων θεοφόρε, ἀζύγων καύχημα.
Οἶκος τῆς Τριάδος φωτολαμπής, ἐεδείχθης ἀσκήσας, ἐν τῷ κόσμῳ τὴν ἀρετήν·
ὅθεν ὦ Χαρίτων, πιστῶς σε εὐφημοῦμεν, αἰτούμενοι σὴν χάριν, τὴν πλουσιόδωρον.
Σὺ τῆς ἐγκρατείας ὁ ἀσκητής, καὶ τῆς εὐσεβείας, ὁ ἀηττητος ἀθλητής, Χαρίτων
θεόφρον, ἱκέτευε ἀπαύστως, Χριστὸν ἡμῖν διδόναι, χάριν σωτήριον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ
Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος
β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ὡμολόγησας Χριστόν, ψυχικῇ ἀνδρείᾳ Χαρίτων, πρὸ τῶν ἀνόμων κριτῶν, τότε
ὥσπερ ἄσαρκος, βασάνους ἤνεγκας, καὶ ῥυσθεὶς θείᾳ χάριτι, χειρῶν μιαιφόνων,
χαίρων τῆς ἀσκήσεως, τὸν δρόμον ἤνυσας· ὅθεν, παρεστὼς τῷ Κυρίῳ, πρέσβευε ἀεὶ
ὑπὲρ πάντων, τῶν ἀνευφημούντων σε μακάριε.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Τὴν πᾶσαν
ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Ὁ
Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου