Παράκλησις Παναγίας
ΚΟΥΤΣΟΥΡΙΩΤΙΣΣΗΣ.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Ὁ Ἱερεύς
ἄρχεται τῆς Παρακλήσεως
μέ τήν δοξολογικήν
ἐκφώνησιν:
Εὐλογητός
ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί
ἀεί καί εἰς
τούς αἰῶνας τῶν
αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ψαλμός,
Ψαλμός ρμβ’ (142).
Κύριε
εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τήν δέησίν
μου ἐν τῇ
ἀληθείᾳ Σου, εἰσάκουσον μου
ἐν τῇ δικαιοσύνῃ
Σου καί μή
εἰσέλθης εἰς κρίσιν
μετά τοῦ δούλου
Σου, ὅτι οὐ δικαιωθήσεται
ἐνώπιόν Σου, πᾶς ζῶν.
Ὅτι κατεδίωξεν
ὁ ἐχθρός τήν
ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν
τήν ζωήν μου.
Ἐκάθισέ με
ἐν σκοτεινοῖς, ὡς νεκρούς
αἰῶνος καί ἠκηδιάσεν
ἐπ’ ἐμέ τό πνεῦμα
μου, ἐν ἐμοί ἐταράχθη
ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν
ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις Σου, ἐν ποιήμασι
τῶν χειρῶν Σου
ἐμελέτων.
Διεπέτασα πρός
Σέ τάς χείρας
μου, ἡ ψυχή μου
ὡς γῆ ἄνυδρός
Σοι.
Ταχύ εἰσακουσόν
μου, Κύριε, ἐξέλιπε τό πνεῦμα
μου.
Μή ἀποστρέψης
τό πρόσωπόν Σου
ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς
λάκκον.
Ἀκουστόν ποίησόν
μου τό πρωΐ
τό ἔλεός Σου, ὅτι
ἐπί Σοί ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ
ἦρα τήν ψυχήν
μου.
Ἐξελοῦ
με ἐκ τῶν
ἐχθρῶν μου, Κύριε, πρός Σέ
κατέφυγον, δίδαξόν με τοῦ
ποιεῖν τό θέλημά
Σου, ὅτι Σύ εἶ
ὁ Θεός μου.
Τό
Πνεῦμα Σου τό
ἀγαθόν ὁδηγήσει με ἐν
γῇ εὐθείᾳ, ἕνεκεν τοῦ
ὀνόματός Σου, Κύριε, ζήσεις με.
Ἐν
τῇ δικαιοσύνῃ Σου
ἐξάξεις ἐκ θλίψεως
τήν ψυχήν μου
καί ἐν τῷ
ἐλέει Σου ἐξολοθρεύσεις
τούς ἐχθρούς μου.
Καί ἀπολεῖς
πάντας τούς θλίβοντας
τήν ψυχήν μου, ὅτι
ἐγώ δοῦλος Σου
εἰμί.
Καί εὐθύς ψάλλεται
τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά
τῶν οἰκείων στίχων:
Θεός Κύριος
καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ
ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Στίχ. α’. Ἐξολολογεῖσθε τῷ
Κυρίῳ καί ἐπικαλεῖσθε
τό ὄνομα τό
Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καί
ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα
τά ἔθνη ἐκύκλωσάν
με καί τῷ ὀνόματι
Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί
ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά
Κυρίου ἐγένετο αὕτη
καί ἔστι θαυμα-στή
ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί
ἐπέφανεν ἡμῖν…
Ἦχος
δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ θαυμαστῇ Σου καὶ Ἁγίᾳ Εἰκόνι, ἧν
Κουτσουριώτισσαν προσφόρως καλοῦμεν, μετὰ σπουδῆς προστρέχοντες ἑκάστοτε, ἐξ
Αὐτῆς λαμβάνομεν, τὰ αἰτήματα πάντα, καὶ πάσης λυτρούμεθα, δυσχερείας καὶ
λύπης. Σῦ γὰρ παρέχεις πᾶσι δαψιλῶς, Θεοχαρίτωτε Κόρη τὴν χάριν Σου.
Δόξα.
Καὶ νῦν.
Διὰ φωτὸς ἐπουρανίου Παρθένε, τῷ μοναστῇ
τὴν Σὴν Ἁγίαν Εἰκόνα, ὡς ἠβουλήθης Κόρη ἐφανέρωσας, νῦν ἐξ Ἄθω δέδωκας, ἀντὶ
ταύτης σοῖς δούλοις, θεῖον ἀφομείωμα, χαριτόβρυτον ὄντως· ὦ προσιόντες πίστει
ἀκλινεῖ, τῶν αἰτημάτων, τὸ πέρας λαμβάνομεν.
Ψαλμός
ν’ (50).
Ἐλέησόν με, ὁ
Θεός, κατά τό μέγα ἔλεός
Σου καί κατά
τό πλῆθος τῶν
οἰκτηρμῶν Σου, ἐξάλειψον τό
ἀνόμημά μου.
Ἐπί πλεῖον
πλῦνόν με ἀπό
τῆς ἀνομίας μου
καί ἀπό τῆς
ἁμαρτίας μου καθάρισόν
με.
Ὅτι τήν ἀνομίαν
μου ἐγώ γινώσκω
καί ἡ ἁμαρτία
μου ἐνώπιόν μου ἐστι διά
παντός.
Σοί μόνῳ
ἥμαρτον καί τό
πονηρόν ἐνώπιόν Σου
ἐποίησα· ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις Σου
καί
νικήσῃς ἐν
τῷ κρίνεσθαί Σε.
Ἰδοῦ γάρ
ἐν ἀνομίαις συνελήφθην
καί ἐν ἁμαρτίαις
ἐκίσσησέ με ἡ
μήτηρ μου.
Ἰδοῦ γάρ
ἀλήθειαν ἠγάπησας, τά ἄδηλα
καί τά κρύφια
τῆς σοφίας Σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μέ
ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με
καί ὑπέρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιεῖς μοι
ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιά-σονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τό
πρόσωπόν Σου ἀπό
τῶν ἁμαρτιῶν μου
καί πάσας τάς
ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαράν
κτίσον ἐν ἐμοί ὁ Θεός
καί πνεῦμα εὐθές
ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μή ἀπορρίψῃς
με ἀπό τοῦ
προσώπου Σου καί
τό Πνεῦμα Σου
τό Ἅγιον μή
ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι
τήν ἀγαλλίασιν τοῦ
σωτηρίου Σου καί
πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους
τάς ὁδούς Σου
καί ἀσεβεῖς ἐπί
σέ ἐπιστρέψουσιν.
Ῥῦσαι με
ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς
σωτηρίας μου, ἀγαλλιάσεται ἡ
γλῶσσα μου τήν
δικαιοσύνην Σου.
Κύριε,
τά χείλη
μου ἀνοίξεις καί τό στόμα
μου ἀναγγελεῖ τήν
αἴνεσίν Σου.
Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα
ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσίᾳ
τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί
τεταπεινωμένην ὁ Θεός
οὐκ ἐξουδε-νώσει.
Ἀγάθυνον,
Κύριε, ἐν τῇ εὐδοκίᾳ
Σου τήν Σιών
καί οἰκοδομηθήτω τά
τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις
θυσίαν δικαιοσύνης, ἀναφοράν καί
ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν
ἐπί τό θυσιαστήριόν
Σου μόσχους.
Ὠδὴ
α´. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας
Κυκλοῦντες Παρθένε πανευλαβῶς, πιστῶν αἱ
χορεῖαι τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἧνπερ Κουτσουριώτισσαν καλοῦμεν, τὴν πρὸς
ἡμᾶς Σου ὑμνοῦμεν ἀντίληψιν.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη,
τὴν Εἰκόνα Σου τὴν σεπτήν, ὡς λύχνον λαμπρὸν τῆς Σῆς προνοίας, δέδωκας πᾶσιν
ἡμῖν, Κουτσουριώτισσα.
Ὑμνοῦντες ἐν πίστει τῆς πρὸς ἡμᾶς πολλῆς
Σου εὐνοίας, Θεοτόκε, τὰς δωρεάς, τῇ Σῇ καταφεύγομεν Εἰκόνι καὶ ἐξ Αὐτῆς θείαν
χάριν καρπούμεθα.
Τὸν πάντων κυήσασα Ποιητήν, Αὐτὸν ἐκδυσώπει
οἷα Μήτηρ Αὐτοῦ, Ἁγνή, διδόναι ἡμῖν πταισμάτων λύσιν καὶ
πειρασμῶν, Θεοτόκε, ἐκλύτρωσιν.
Ὠδὴ
γ΄. Οὐρανίας ἁψῖδος.
Σωτηρίας ἐλπίδα καὶ ἀσφαλῆ ἄγκυραν, τὴν Σὴν
παναγίαν Εἰκόνα ἡμῖν δεδώρησαι, Παρθένε Ἄχραντε, ἧ Φωκὶς πᾶσα σπεύδει καὶ
πληροῦται, Δέσποινα, τῆς Σῆς χρηστότητος.
Ὀμβροφόρος νεφέλη ὡς ἀληθῶς δέδεκται,
δρόσον εὐφροσύνης ἁγίας ἡμῖν ὀμβρίζουσα, Κουτσουριώτισσα, ἡ παναγία Εἰκών Σου,
ἧ πιστῶς προσπίπτοντες ἁγιαζόμεθα.
Ὑπὸ πλήθους πταισμάτων περισχεθεὶς,
Ἄχραντε, τῇ Σῇ καταφεύγω Εἰκόνι καὶ ἀνακράζω Σοι· θᾶττόν με λύτρωσαι, τῆς
συνεχούσης ἀνάγκης καὶ παθῶν μου κόπασον, Κόρη, τὸν τάραχον.
Σωστικὴν νέμει χάριν ἡ Σὴ Εἰκὼν, Ἄχραντε, ὅθεν τῆς
Δωρίδος ὁ δῆμος ταύτῃ προστρέχοντες, ἀναβοῶμέν Σοι· ῥύου ἡμᾶς πάσης βλάβης, ὡς
ἡμῶν βοήθεια, Κουτσουριώτισσα.
Διάσωσον, Κουτσουριώτισσα Κόρη, τοὺς Σοὺς
ἱκέτας, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας ἐν πίστει τῇ Σῇ
Εἰκόνι.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ...
Ὁ
Ἱερεύς τήν κάτωθι
δέησιν, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις:
Ἐλέησον
ἡμᾶς, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί
ἐλέησον.
Ἔτι
δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου
ἡμῶν (δεῖνος) καί πάσης
τῆς ἐν Χριστῶ
ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα,
ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καί ἀφέσεως τῶν
ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί
Ὀρθοδόξων Χριστιανῶν.
Ἔτι
δεόμεθα καί ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παρά-κλησις τελεῖται).
Ὅτι
ἐλεήμων καί φιλάνθρωπος
Θεός ὑπάρχεις καί
Σοί τήν δόξαν
ἀναπέμπομεν, τῷ Πατρί καί
τῷ Υἱῷ καί τῷ
Ἁγίῳ Πνεύματι, νῦν καί
ἀεί καί εἰς
τούς αἰῶνας τῶν
αἰώνων.
Ὁ χορός. Ἀμήν.
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεία τῇ Σῇ προσπίπτοντες, Πανύμνητε,
καὶ πίστει θερμῇ τῇ Σῇ Εἰκόνι σπεύδοντες, ἐπιφορῶν καὶ θλίψεων καὶ κινδύνων
πολλῶν λυτρωθείημεν. Σὺ γὰρ παρέχεις ἀπαύστως ἡμῖν, βοήθειαν Ἄχραντε καὶ
δύναμιν.
Ὠδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Ἰσχὺν δίδου δεόμεθα, ἐν παντὶ τῷ βίῳ ἡμῖν, Πανύμνητε,
κατισχύειν ἐν ταῖς θλίψεσι καὶ πληροῦν Κυρίου τὰ προστάγματα.
Ὣσπερ θεῖον ἁγίασμα, ἡ Φωκὶς κατέχουσα τὴν Εἰκόνα Σου,
Κουτσουριώτισσα Πανύμνητε, προσφωνεῖ Σοι αἶνον χαριστήριον.
Τοὺς πιστῶς καταφεύγοντας, τῇ σεπτῇ Μονῇ Σου
Κουτσουριώτισσα, ῥύου πάσης περιστάσεως, τούτων ἐκπληροῦσα τὰ αἰτήματα.
Ἴασαί
μου τὸν καύσωνα τῆς ψυχῆς, Παρθένε, δρόσῳ τῆς
χάριτος καὶ κακίστης συνηθείας με λύτρωσαι, ἀφάτῳ συμπαθείᾳ Σου.
Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Σκέπη ἀῤῥαγής Δωριεῦσι πέλεις, Ἄχραντε,
τοῖς προστρέχουσι τῇ θείᾳ Σου Μονῇ καὶ δοξάζουσι τὰ θεῖα μεγαλεῖά Σου.
Σύντριψον, Ἁγνή Κουτσουριώτισσα, δεόμεθα,
τοῦ Βελίαρ καθ’ ἡμῶν τὰς μηχανάς καὶ εἰρήνην ἡμῖν δίδου ἀστασίαστον.
Ἅπας εὐλαβῶς, προσκυνῶν Σου τὸ ἐκτύπωμα,
ἀθυμίας ἀπαλλάττεται πικρῶς καὶ κηρύττει Θεοτόκε τὰ Σὰ θαύματα.
Χαίρει ἀληθῶς, ἡ Δωρὶς τῇ προστασίᾳ Σου καὶ προσπίπτει,
Θεοτόκε, εὐλαβῶς, τῷ ἐξ Ἄθωνος σεπτῷ Σου ἐκτυπώματι.
Ὠδὴ
στ´. Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον.
Ἀγγέλων, ἡ Βασιλὶς καὶ Κυρία καὶ ἀνθρώπων ἀληθὴς
σωτηρία, σῶζε ἡμᾶς Παναγία Παρθένε, ἐπιφορῶν καὶ δεινῶν περιστάσεων, τοὺς
προσιόντας εὐλαβῶς, τῇ σεπτῇ καὶ ἁγίᾳ Εἰκόνι Σου.
Ἰάσεις, ἐπισκιάσει Σου θείᾳ,
Κουτσουριώτισσα, ἡ θεία Εἰκών Σου, ἀναπηγάζει ἀεὶ καὶ ἰᾶται, ψυχῶν ὁμοῦ καὶ
σωμάτων νοσήματα, τῶν προσιόντων εὐλαβῶς καὶ τὴν Σὴν ἐξαιτούντων βοήθειαν.
Ῥημάτων ἱκετηρίων, Παρθένε, ἡμῶν δέχου
συμπαθῶς τὰς δεήσεις, Κουτσουριώτισσα Κόρη καὶ πλήρου, ὡς συμπαθείας πηγὴ
ἀνεξάντλητος, τὰς ἱκεσίας τῶν πιστῶς, προσπιπτόντων τῇ θείᾳ Εἰκόνι Σου.
Ἐξ Ἄθῳ, ὡς θεοδώρητον δῶρον, τῆς πολλῆς Σου πρὸς ἡμᾶς
συμπαθείας, ἡ Σὴ Ἁγία Εἰκὼν Θεοτόκε, ἐν εὐλαβείᾳ θερμῇ μετενήνεκται,
Κουτσουριώτισσα Ἁγνή, καὶ χαρᾶς τὴν Φωκίδα πεπλήρωκε.
Διάσωσον, Κουτσουριώτισσα Κόρη, τοὺς Σοὺς ἱκέτας, ἀπὸ
πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας ἐν πίστει τῇ Σῇ Εἰκόνι.
Ἄχραντε...
Ὁ
Ἱερεύς τήν κάτωθι
δέησιν, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις:
Ἐλέησον
ἡμᾶς, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί
ἐλέησον.
Ἔτι
δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου
ἡμῶν (δεῖνος) καί πάσης
τῆς ἐν Χριστῶ
ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα,
ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καί ἀφέσεως τῶν
ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί
Ὀρθοδόξων Χριστιανῶν.
Ἔτι
δεόμεθα καί ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παρά-κλησις
τελεῖται).
Ὅτι
ἐλεήμων καί φιλάνθρωπος
Θεός ὑπάρχεις καί
Σοί τήν δόξαν
ἀναπέμπομεν, τῷ Πατρί καί
τῷ Υἱῷ καί τῷ
Ἁγίῳ Πνεύματι, νῦν καί
ἀεί καί εἰς
τούς αἰῶνας τῶν
αἰώνων.
Ὁ χορός. Ἀμήν.
Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων Σου.
Ὣσπερ κειμήλιον θεῖον κτησάμενοι, τὴν Σὴν
Εἰκόνα Ἁγνὴ Κουτσουριώτισσα, ἁγιασμὸν ἐξ Αὐτῆς κομιζόμεθα καὶ φωτισμὸν καὶ
ὑγείαν καὶ λύτρωσιν, ὑμνοῦντες τὴν ἄφθονον χάριν Σου.
Προκείμενον: Τὸ πρόσωπόν Σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Στίχος: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ
γενεᾷ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν.
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ,
ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν
οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ
τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη
Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη καὶ εἶπεν: Εὐλογημένη Σὺ
ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα
ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; Ἰδοὺ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς
τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ
πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε
Μαριὰμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ
τῳ Σωτήρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ
τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεία ὁ Δυνατός, καὶ
ἀγίον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ
ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ἦχος β´.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ
νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος
πλ. β´. Ὅλην ἀποθέμενοι.
Ὄλβον τῆς Σῆς χάριτος, τὴν Σὴν ἁγίαν Εἰκόνα, Κόρη,
ἐδεξάμεθα καὶ τῆς Σῆς χρηστότητος στήλην ἔνθεον· χορηγεῖ πᾶσι γάρ, πᾶσαν θείαν
δόσιν, τῇ σεπτῇ ἐπισκιάσει Σου, ἧ καταφεύγοντες πάντες Δωριεῖς μετὰ πίστεως,
λαμβάνουσιν ἰάματα καὶ τῶν αἰτημάτωντὴν πλήρωσιν, Κόρη Παναγία, κηρύττοντες τὴν
Σὴν ἐπισκοπήν καὶ τῆς πολλῆς εὐσπλαγχνίας Σου, τὰς ἐκφάνσεις πάντοτε
Εὐθύς ἐκφωνεῖται
ὑπό τοῦ Ἱερέως
ἡ λιτανευτική ἱκεσία:
Σῶσον ὁ
Θεός τόν λαόν
Σου καί εὐλόγησον
τήν κληρονομίαν Σου. Ἐπίσκεψαι τόν
κόσμον Σου ἐν
ἐλέει καί οἰκτιρμοῖς, ὕψωσον κέρας
Χριστιανῶν Ὀρθοδόξων καί
κατάπεμψον ἡμῖν τά
ἐλέη Σου τά
πλούσια.
Πρεσβείαις τῆς Παναχράντου
Δεσποίνης ἡμῶν Θεοτόκου
καί Ἀειπαρθένου Μαρίας.
Δυνάμει τοῦ Τιμίου
καί Ζωοποιοῦ Σταυροῦ.
Προστασίαις τῶν Τιμίων, Ἐπουρανίων Δυνάμεων
Ἀσωμάτων.
Ἱκεσίαις τοῦ Τιμίου, Ἐνδόξου Προφήτου
Προδρόμου καί Βαπτιστοῦ
Ἰωάννου.
Τῶν Ἁγίων Ἐνδόξων
καί Πανευφήμων Ἀποστόλων.
Τῶν ἐν Ἁγίοις
Πατέρων ἡμῶν, Μεγάλων Ἱεραρχῶν
καί Οἰκουμενικῶν Διδασκάλων: Βασιλείου τοῦ
Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου
καί Ἰωάννου τοῦ
Χρυσοστόμου· Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ
Ἐλεήμονος, Πατριαρχῶν
Ἀλεξανδρείας· Νικολάου
Ἐπισκόπου Μύρων τῆς Λυκίας καί
Σπυρίδωνος Ἐπισκόπου
Τριμυθοῦντος, τῶν Θαυ ματουργῶν.
Τῶν ἁγίων, ἐνδόξων καί καλλινίκων
Μαρτύρων.
Τῶν Ἁγίων ἐνδόξων
Μεγαλομαρτύρων Γεωργίου τοῦ
Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος
καί Θεοδώρου τοῦ
Στρατηλάτου.
Τῶν ἁγίων Ἱερομαρτύρων
Χαραλάμπους καί Ἐλευθερίου.
Τῶν Ὁσίων καί
Θεοφόρων Πατέρων ἡμῶν.
Τῶν Ἁγίων Βλασίου Ἐπισκόπου
Σεβαστείας, Γερασίμου τοῦ ἐν
Κεφαλληνίᾳ καί Μακαρίου
Ἀρχιεπισκόπου Κορίνθου.
(Τοῦ Ἁγίου
τοῦ Ναοῦ, ἐφ’ ὅσον δέν
ἐμνημονεύθη ἐν τοῖς
ἄνω).
Τῶν Ἁγίων καί
Δικαίων Θεοπατόρων Ἰωακείμ
καί Ἄννης.
(Τῶν Ἁγίων
τῆς ἡμέρας). Καί Πάντων Σου
τῶν Ἁγίων.
Ἱκετεύομέν Σε, Μόνε Πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν
τῶν ἁμαρτωλῶν δεομένων
Σου καί ἐλέησον
ἡμᾶς.
Ὁ χορός: Κύριε ἐλέησον
(12).
Καί ἐπισφραγίζει
ὁ Ἱερεύς μετά
τῆς δοξολογικῆς ἐκφωνήσεως:
Ἐλέει καί
οἰκτιρμοῖς καί φιλανθρωπίᾳ
τοῦ Μονογενοῦς Σου Υἱοῦ, μεθ’ Οὗ
εὐλογητός εἶ, σύν τῷ
Παναγίῳ καί Ἀγαθῷ καί
Ζωοποιῷ Σου Πνεύματι, νῦν
καί ἀεί καί
εἰς τούς αἰῶνας
τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ὠδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Καταφύγιον Κόρη καὶ λιμὴν σωτηρίας
πρόκειται ἅπασι, Μονή Σου ἡ ἁγία, Παρθένε Παναγία, ἧ προστρέχοντες ψάλλομεν·
χαῖρε ἡμῶν προσφυγή καὶ κόσμου σωτηρία.
Ὁ τὸ φῶς ἐπαλλήλως μοναστὴς ὁ θεόφρων ἰδὼν
ἀνεύρατο, τὴν θείαν Σου Εἰκόνα, ἐν τῷ κορμῷ τοῦ δένδρου καὶ αὐτὴν
Κουτσουριώτισσαν, ὠνόμασε προσφυῶς, Παρθένε Θεοτόκε.
Ῥῦσαι πάσης ἀνάγκης καὶ πικρῶν νοσημάτων καὶ πάσης
θλίψεως, τοὺς πίστει προσιόντας, τῇ σκέπῃ Σου τῇ θείᾳ, Θεομῆτορ, καὶ ψάλλοντας·
χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.
Ἡ ἁγία Εἰκών Σου παραμύθιον δέδοται καὶ προσφύγιον,
πάσῃ τῇ ἐπαρχίᾳ, Παρθένε, τῆς Δωρίδος, πρὸς αὐτὴν γὰρ προστρέχοντες, πληροῦται
πάσης χαρᾶς, τῇ Σῇ ἐπιστασίᾳ.
Ὠδὴ
η´. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Γενοῦ Παρθένε, Κουτσουριώτισσα πᾶσι, ὅρμος ἄκλυστος καὶ
τεῖχος ἀσφαλείας, τοῖς ἐν εὐλαβείᾳ, σπεύδουσι τῇ Μονῇ Σου.
Ἔχει Φωκίς Σε, Κουτσουριώτισσα Κόρη, θεῖον
στήριγμα καὶ ἔφορον καὶ σκέπην, ὅθεν καὶ προστρέχει, τῇ θείᾳ Σου Εἰκόνι.
Ῥῶσιν παράσχου κατὰ ψυχήν τε καὶ σῶμα, Κόρη
Πάναγνε, καὶ ἄλυπον ὑγείαν, τοῖς ὑπερυψοῦσι, τὸν ἄφραστόν Σου Τόκον.
Ἀφ’ ὗψους δίδου, Κουτσουριώτισσα Κόρη, τῆς
προνοίας Σου τὰς θείας διαδόσεις, τοῖς δοξολογοῦσι, τὴν ἄῤῥητόν Σου δόξαν.
Ὠδὴ
θ´. Κυρίως Θεοτόκον.
Σκηνὴ τοῦ θείου Λόγου, Κεχαριτωμένη,
Ὑπεραγία Παρθένε Πανύμνητε, σκέπε καὶ φρούρει ἀπαύστως ἡμᾶς καὶ φύλαττε.
Ἰάτρευσον τὴν νόσον, Πάναγνε Παρθένε, τῆς
ἀσθενούσης ψυχῆς μου καὶ ῥῦσαί με, τῆς πονηρᾶς δυναστείας τοῦ κοσμοκράτορος.
Μονῇ Σου τῇ ἁγίᾳ, σπεύδοντες Παρθένε, τῇ Σῇ
παντίμῳ Εἰκόνι προσπίπτομεν, Κουτσουριώτισσα Κόρη, καὶ Σὲ γεραίρομεν.
Οἱ πίστει προσιόντες, τῇ σεπτῇ Μονῇ Σου,
τὸν γλυκασμὸν τῆς Σῆς χάριτος δέχονται, Κουτσουριώτισσα Κόρη, καὶ Σὲ
δοξάζουσιν.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε,
χαμαιπετῶν ἐννοιῶν τῇ Σῇ χάριτι, καὶ πρὸς οὐράνιον πόθον αὐτὸν ἀνύψωσον.
Ἄξιον ἐστιν ὡς
ἀληθῶς, μακαρίζειν Σε τήν
Θεοτόκον, τήν ἀειμακάριστον καί
παναμώμητον καί μητέρα
τοῦ Θεοῦ ἡμῶν.
Τήν τιμιωτέραν τῶν
Χερουβείμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τήν
ἀδιαφθόρως Θεόν Λόγον
τεκοῦσαν, τήν ὄντως Θεοτόκον
Σέ μεγαλύνομεν.
Εἶτα
τὰ ἑπόμενα Μεγαλυνάρια.
Φῶς τὴν Σὴν Εἰκόνα τὴν θαυμαστήν, μοναστῇ
τῷ θείῳ, καθυπέδειξε Μαριάμ, ἧν εὑρὼν ἐν πίστει, ἐν τῷ κορμῷ τοῦ δένδρου,
προσφόρως Κουτσουριώτισσα ἐπωνόμασε.
Ὥσπερ θεῖον δῶρον καὶ ἱερόν, ἐξ Ἄθω Παρθένε
ἐδεξάμεθα εὐλαβῶς, τὴν Σὴν παναγίαν Εἰκόνα ἀνυμνοῦντες, τὴν δόξαν Σου τὴν θείαν
Κουτσουριώτισσα.
Χαίρει ἡ Μονή Σου ἡ εὐαγής, ἔχουσα ἐν
κόλποις τὴ Εἰκόνα Σου τὴν σεπτήν, βρύουσαν τοῖς πᾶσι χάριτος θεῖα ῥεῖθρα,
Παρθένε Θεοτόκε Κουτσουριώτισσα.
Πλήρου τὰς αἰτήσεις τῶν εὐλαβῶν, Κόρη,
προσκυνούντων Σου, τὴν Εἰκόνα Σου τὴν σεπτήν καὶ τῇ μητρικῇ Σου πρεσβείᾳ πρὸς
τὸν Κτίστην, πταισμάτων δίδου λύσιν ἡμῖν Πανύμνητε.
Χαίρει Θεοτόκε ὡς ἀληθῶς, πᾶσα τῆς Δωρίδος
ἐπαρχία ἡ εὐσεβής, ἔχουσα ἐν κόλποις, τὴν θείαν Σου Εἰκόνα καὶ χαῖρέ Σοι
κραυγάζει Κουτσουριώτισσα.
Δίδου κἀμοὶ Κόρη τῷ ταπεινῷ, χάριν οὐρανόθεν
καὶ πταισμάτων ἀπαλλαγήν, ἐν ὥρᾳ δίκης παράστηθί μοι, Κόρη, καὶ
ῥῦσαι αἰωνίου με κατακρίσεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...
Τό Τρισάγιον καί
τά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε,
ἐλέησον ἡμᾶς, πάσης γάρ
ἀπολογίας ἀποροῦντες, ταύτην Σοι
τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ
ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον
ἡμᾶς, ἐπί Σοί γάρ
πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν
σφόδρα, μηδέ μνησθῆς τῶν
ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος
καί λύτρωσαι ἡμᾶς ἐκ
τῶν ἐχθρῶν ἡμῶν. Σύ
γάρ εἶ Θεός
ἡμῶν καί ἡμεῖς
λαός Σου, πάντες ἔργα
χειρῶν Σου καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν, εὐλογημένη Θεοτόκε,
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν, ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων, Σύ γάρ
ἡ σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν σεπτήν Σου Εἰκόνα Κουτσουριώτισσα
Δέσποινα, ὡς ἁγίασμα θεῖον εὐλαβῶς ἐδεξάμεθα· καὶ πᾶσα ἡ Φωκὶς τῇ Σῇ Μονῇ,
προστρέχει καὶ λαμβάνει ἐξ αὐτῆς, τὰς αἰτήσεις τῇ θερμῇ Σου ἐπισκοπῇ, Παρθένε
ἀνακράζοντες· δόξα τῇ Σῇ χρηστότητα Ἁγνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα τῇ
πρὸς ἡμᾶς Σου ἀρωγῇ Πανύμνητε.
Εἶτα ὁ
Ἱερεύς τήν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό
λιτανευτικόν Κύριε ἐλέησον,
τρίς (3) μεθ’ ἑκάστην δέησιν, ἐξαιρέσει τῆς
πέμπτης δεήσεως, μεθ’ ἧν ψάλλεται
τοῦτο τεσσαράκοντα (40).
Ἐλέησον ἡμᾶς ὁ Θεός,
κατά τό
μέγα ἔλεός Σου, δεόμεθά
Σου, ἐπάκουσον καί ἐλέησον.
Ἔτι
δεόμεθα, ὑπέρ τοῦ
Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καί πάσης τῆς
ἐν Χριστῶ ἡμῶν
ἀδελφότητος.
Ἔτι δεόμεθα,
ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καί ἀφέσεως τῶν
ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί
Ὀρθοδόξων Χριστιανῶν.
Ἔτι δεόμεθα
καί ὑπέρ τῶν
δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται
τά ὀνόματα τῶν
ὑπέρ ὧν ἡ
Ἱερά Παράκλησις τελεῖται).
Ἔτι
δεόμεθα, ὑπέρ τοῦ διαφυλαχθῆναι
τήν ἁγίαν Ἐκκλησίαν
(ἤ Μονήν) καί
πόλιν (ἤ νῆσον)
ταύτην καί πᾶσαν
πόλιν καί χώραν, ἀπό
ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου
καί αἰφνιδίου θανάτου. Ὑπέρ
τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον
γενέσθαι τόν Ἀγαθόν
καί Φιλάνθρωπον Θεόν
ἡμῶν, τοῦ ἀποστρέψαι καί
διασκεδάσαι πᾶσαν ὀργήν
καί νόσον, τήν καθ’ ἡμῶν
κινουμένην καί ῥύσασθαι
ἡμᾶς ἐκ τῆς
ἐπικειμένης δικαίας Αὐτοῦ
ἀπειλῆς καί ἐλεῆσαι
ἡμᾶς.
Ἔτι
δεόμεθα, ὑπέρ τοῦ εἰσακοῦσαι
Κύριον τόν Θεόν, φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν καί
ἐλεῆσαι ἡμᾶς.
Ἐπάκουσον ἡμῶν, ὁ
Σωτήρ ἡμῶν, ἡ ἐλπίς
πάντων τῶν περάτων
τῆς γῆς καί
τῶν ἐν θαλάσσῃ
μακράν καί ἵλεως, ἵλεως
γενοῦ ἡμῖν, Δέσποτα, ἐπί ταῖς
ἁμαρτίαις ἡμῶν καί
ἐλέησον ἡμᾶς.
Ἐλεήμων γάρ καί Φιλάνθρωπος Θεός ὑπάρχεις καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς ἀιῶνας τῶν αἰώνων.
Ὁ χορός:
Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Καί
τῶν Χριστιανῶν ἀσπαζομένων
τήν Εἰκόνα τῶν
Ἁγίων καί χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τά
παρόντα Τροπάρια:
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ Σῇ ὑπερτίμῳ
Εἰκόνι, Κουτσουριώτισσα, πλήρου τῆς Σῆς χάριτος, ὡς προστασία ἡμῶν καὶ παθῶν
ἀπολύτρωσιν καὶ πάσης ἀνάγκης καὶ ποικίλων θλίψεων, δίδου ἑκάστοτε. Σὺ γὰρ
προστασία τοῦ κόσμου καὶ πρὸς τὸν Υἱὸν καὶ Θεόν Σου, πρέσβυς καὶ μεσῖτις ἡμῶν,
Ἄχραντε.
Δέσποινα πρόσδεξαι…
Τήν πᾶσαν ἐλπίδαν
μου…
Ὁ Ἱερεύς.
Δι’ εὐχῶν
τῶν Ἁγίων Πατέρων
ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ
ὁ Θεός, ἐλέησον καί
σῶσον ἡμᾶς, Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου