Παράκλησις Παν.
ΦΑΝΕΡΩΜΕΝΗΣ Ρόδου.
Ποίημα Μητροπολίτου
Ρόδου Κυρίλου
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων.
Διεπέτασα πρός
Σέ τάς χείρας
μου, ἡ ψυχή μου
ὡς γῆ ἄνυδρός
Σοι.
Ταχύ εἰσακουσόν
μου, Κύριε, ἐξέλιπε τό πνεῦμα
μου.
Μή ἀποστρέψης
τό πρόσωπόν Σου
ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς
λάκκον.
Ἀκουστόν ποίησόν
μου τό πρωΐ τό ἔλεός
Σου, ὅτι ἐπί Σοί
ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ
ἦρα τήν ψυχήν
μου.
Ἐξελοῦ με
ἐκ τῶν ἐχθρῶν
μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με
τοῦ ποιεῖν τό
θέλημά Σου, ὅτι Σύ
εἶ ὁ Θεός
μου.
Τό Πνεῦμα
Σου τό ἀγαθόν ὁδηγήσει με
ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ
ὀνόματός Σου, Κύριε, ζήσεις με.
Ἐν τῇ
δικαιοσύνῃ Σου ἐξάξεις
ἐκ θλίψεως τήν
ψυχήν μου καί
ἐν τῷ ἐλέει
Σου ἐξολοθρεύσεις τούς
ἐχθρούς μου.
Καί
ἀπολεῖς πάντας τούς
θλίβοντας τήν ψυχήν
μου, ὅτι ἐγώ δοῦλος
Σου εἰμί.
Καί εὐθύς ψάλλεται
τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά
τῶν οἰκείων στίχων:
Θεός Κύριος
καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ
ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Στίχ. α’. Ἐξολολογεῖσθε τῷ
Κυρίῳ καί ἐπικαλεῖσθε
τό ὄνομα τό
Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καί
ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα
τά ἔθνη ἐκύκλωσάν
με καί τῷ ὀνόματι
Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί
ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά
Κυρίου ἐγένετο αὕτη
καί ἔστι θαυμα-στή
ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί
ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ Τροπάριον.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν τῷ ἁγίῳ σου Ναῷ ὁμοφρόνως, Φανερωμένη οἱ πιστοὶ συνελθόντες, καὶ τῇ σεπτῇ Εἰκόνι σου προσπίπτοντες, ᾄδομεν τῇ δόξῃ σου, χαριστήριον αἶνον, καὶ ἀναβοῶμέν σοι, ἐν πολλῇ ταπεινώσει˙ εὐλογημένη Μῆτερ τοῦ Θεοῦ, σῶσον ἡμᾶς μητρικαῖς ἱκεσίαις σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ
Θεός, κατά τό μέγα
ἔλεός Σου καί
κατά τό πλῆθος
τῶν οἰκτηρμῶν Σου, ἐξάλειψον τό
ἀνόμημά μου.
Ἐπί πλεῖον
πλῦνόν με ἀπό
τῆς ἀνομίας μου
καί ἀπό τῆς
ἁμαρτίας μου καθάρισόν
με.
Ὅτι τήν ἀνομίαν
μου ἐγώ γινώσκω
καί ἡ ἁμαρτία
μου ἐνώπιόν μου
ἐστι διά παντός.
Σοί μόνῳ
ἥμαρτον καί τό
πονηρόν ἐνώπιόν Σου
ἐποίησα· ὅπως ἄν δικαιωθῆς
ἐν τοῖς λόγοις
Σου καί νικήσῃς
ἐν τῷ κρίνεσθαί
Σε.
Ἰδοῦ γάρ
ἐν ἀνομίαις συνελήφθην
καί ἐν ἁμαρτίαις
ἐκίσσησέ με ἡ
μήτηρ μου.
Ἰδοῦ γάρ
ἀλήθειαν ἠγάπησας, τά ἄδηλα
καί τά κρύφια
τῆς σοφίας Σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μέ
ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με
καί ὑπέρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιεῖς μοι
ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιά-σονται ὀστέα
τεταπεινωμένα.
Ἀπόστρεψον τό
πρόσωπόν Σου ἀπό
τῶν ἁμαρτιῶν μου
καί πάσας τάς
ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαράν
κτίσον ἐν ἐμοί ὁ Θεός
καί πνεῦμα εὐθές
ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μή ἀπορρίψῃς
με ἀπό τοῦ
προσώπου Σου καί
τό Πνεῦμα Σου
τό Ἅγιον μή
ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι
τήν ἀγαλλίασιν τοῦ
σωτηρίου Σου καί
πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους
τάς ὁδούς Σου
καί ἀσεβεῖς ἐπί
σέ ἐπιστρέψουσιν.
Ῥῦσαι με
ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς
σωτηρίας μου, ἀγαλλιάσεται ἡ
γλῶσσα μου τήν
δικαιοσύνην Σου.
Κύριε,
τά χείλη
μου ἀνοίξεις καί τό στόμα
μου ἀναγγελεῖ τήν
αἴνεσίν Σου.
Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα
ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσίᾳ
τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί
τεταπεινωμένην ὁ Θεός
οὐκ ἐξουδε-νώσει.
Ἀγάθυνον,
Κύριε, ἐν τῇ εὐδοκίᾳ
Σου τήν Σιών
καί οἰκοδομηθήτω τά
τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις
θυσίαν δικαιοσύνης, ἀναφοράν καί
ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν
ἐπί τό θυσιαστήριόν
Σου μόσχους.
Ὁ Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς ἐν τῷ δ´ Τροπαρίῳ ἑκάστης ᾨδῆς «Κυρίλλου».
Ὠδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Φωνῆς στεναγμοῦ μου ὡς εὐμενής, ἐπάκουσον Μῆτερ, ἐκ καρδίας σε δυσωπῶ, καὶ ῥῦσαι Ἁγνὴ Φανερωμένη, τῆς ἐνεστώσης ἀνάγκης τὸν δοῦλόν σου.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, προστρέχω ἐν πίστει, τῇ Εἰκόνι σου τῇ σεπτῇ˙ μή με ὡς φιλεύσπλαγχνος ἀπώσῃ, Φανερωμένη τὸν ἄθλιον δοῦλόν σου.
Ἡ ἄχραντος Μήτηρ τοῦ Λυτρωτοῦ, ὦ Φανερωμένη, Τούτῳ πρέσβευε ἐκτενῶς, ἵνα λυτρωθῶμεν τὴς γεέννης, οἱ ἀκορέστῳ
στοργῇ ἀνυμνοῦντές σε.
Κινδύνων Παρθένε παντοδαπῶν, ῥῦσαι τοὺς τιμῶντας, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἐξ ἧς ἀναβλύζουσιν ἀφθόνως, Φανερωμένη τὰ ῥεῖθρα τῆς χάριτος.
Ὠδὴ γ´. Οὐρανίας ἀψῖδος.
Τοὺς προστρέχοντας Μῆτερ, τῷ εὐαγεῖ οἴκῳ σου, καὶ ἀνευφημοῦντας τὸ πλῆθος, τῶν θαυμασίων σου, δίδου ἐλέους σου, Φανερωμένη τὰς δόσεις, ὡς τὸν ἐλεήμονα, Λόγον κυήσασα.
Ἀπὸ πάσης ἀνάγκης, καὶ συμφορᾶς λύτρωσαι, τοὺς ἀνακειμένους ἐν πίστει, τῇ προστασίᾳ σου, ἧς καὶ ἀνέδειξας, Φανερωμένη Παρθένε, τὴν σεπτὴν Εἰκόνα σου, μέγα τεκμήριον.
Μυστικῶς ἀπαστράπτει, μαρμαρυγαῖς χάριτος, ἡ ἡγιασμένη Εἰκών σου, τῇ εὐδοκίᾳ σου, Θεοχαρίτωτε, Φανερωμένη Παρθένε, τὰς ψυχὰς φωτίζουσα, τῶν ὑμνολόγων σου.
Ἀπὸ πάσης ἀνάγκης, καὶ συμφορᾶς λύτρωσαι, τοὺς ἀνακειμένους ἐν πίστει, τῇ προστασίᾳ σου, ἧς καὶ ἀνέδειξας, Φανερωμένη Παρθένε, τὴν σεπτὴν Εἰκόνα σου, μέγα τεκμήριον.
Μυστικῶς ἀπαστράπτει, μαρμαρυγαῖς χάριτος, ἡ ἡγιασμένη Εἰκών σου, τῇ εὐδοκίᾳ σου, Θεοχαρίτωτε, Φανερωμένη Παρθένε, τὰς ψυχὰς φωτίζουσα, τῶν ὑμνολόγων σου.
Ὑπερεύχου ἀπαύστως, τῶν ταπεινῶν δούλων σου, τῶν ἀσπαζομένων τὴν θείαν, Μῆτερ Εἰκόνα σου, ἣν ἐφανέρωσας, πάλαι Ἁγνὴ παραδόξως, τοῖς λεπροῖς ἐκφαίνουσα, τὴν εὐσπλαγχνίαν σου.
Διάσωσον Φανερωμένη Παρθένε Θεοκυῆτορ, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοῦ ἀλάστορος, τοὺς τὴν Εἰκόνα σου πίστει ἀσπαζομένους.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ
Ἱερεύς τήν κάτωθι
δέησιν, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις:
Ἐλέησον
ἡμᾶς, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί
ἐλέησον.
Ἔτι
δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου
ἡμῶν (δεῖνος) καί πάσης
τῆς ἐν Χριστῶ
ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα,
ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καί ἀφέσεως τῶν
ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί
Ὀρθοδόξων Χριστιανῶν.
Ἔτι
δεόμεθα καί ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παρά-κλησις τελεῖται).
Ὅτι ἐλεήμων
καί φιλάνθρωπος Θεός
ὑπάρχεις καί Σοί
τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί
καί τῷ Υἱῷ
καί τῷ Ἁγίῳ Πνεύματι, νῦν
καί ἀεί καί
εἰς τούς αἰῶνας
τῶν αἰώνων.
Ὁ χορός. Ἀμήν.
Κάθισμα.Ἦχος β´. Πρεσβεία θερμή.
Παρθένε Ἁγνή, Φανερωμένη Ἄχραντε, Εἰκόνα τὴν σήν, τιμῶμεν οἱ ἀνάξιοι, καὶ αὐτῇ προσπίπτοντες, μετὰ δέους πάντες βοῶμέν σοι˙ ὡς εὐμενὴς ὑπάρχουσα ἡμῶν, ἐπάκουσον Μῆτερ τῆς δεήσεως.
Ὠδὴ δ´. Εἰσακήκοα Κύριε.
Φανερώσασα Δέσποινα, πάλαι τὴν Εἰκόνα σου τὴν ὑπέρτιμον, ἐξ αὐτῆς νῦν πᾶσιν Ἄχραντε, οἰκτιρμῶν σου βρύεις ὕδωρ ἄϋλον.
Συμπαθῶς ἐνωτίσθητι, ὦ Φανερωμένη ταύτην τὴν δέησιν, καὶ χορήγει τὰ συμφέροντα, τοῖς πιστῶς τιμῶσι τὴν Εἰκόνα
σου.
Ἱκεσίας τῶν δούλων σου, πρόσδεξαι Θεόνυμφε ὡς φιλάγαθος, καὶ παθῶν ἡμῶν τὴν ζόφωσιν, τῷ φωτὶ σῆς δόξης διασκέδασον.
Ῥώμην δίδου ἑκάστοτε, ὦ Φανερωμένη κατὰ τοῦ ὄφεως, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, καὶ ἀσπαζομένοις τὴν Εἰκόνα σου.
Ὠδὴ ε´. Φώτισον ἡμᾶς.
Ἔχουσα Ἁγνή, συμπαθείας μέγα πέλαγος, ἐπικάμφθητι ἡμῶν τῷ στεναγμῷ, τὴν γαλήνην ταῖς ψυχαῖς ἡμῶν παρέχουσα.
Πρέσβευε Χριστῷ, τῷ ἐκ σοῦ ἐνανθρωπήσαντι, τοῦ δωρήσασθαι ἡμῖν ἁμαρτιῶν, ὡς Θεὸς Φανερωμένη τὴν συγχώρησιν.
Νεῦσον συμπαθῶς, παρακλήσεσι τῶν δούλων σου, ἀπαλλάτουσα αὐτοὺς τῶν δυσχερῶν, μητρικῇ Φανερωμένη προμηθείᾳ σου.
Πρέσβευε Χριστῷ, τῷ ἐκ σοῦ ἐνανθρωπήσαντι, τοῦ δωρήσασθαι ἡμῖν ἁμαρτιῶν, ὡς Θεὸς Φανερωμένη τὴν συγχώρησιν.
Νεῦσον συμπαθῶς, παρακλήσεσι τῶν δούλων σου, ἀπαλλάτουσα αὐτοὺς τῶν δυσχερῶν, μητρικῇ Φανερωμένη προμηθείᾳ σου.
Ἴασαι Ἁγνή, τῶν ψυχῶν ἡμῶν τὴν κάκωσιν, τῶν ἀνθρώπων γὰρ τὸν μέγα ἰατρόν, τὸν Χριστὸν Φανερωμένη ἐσωμάτωσας.
Ὠδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Τὴν δέησιν ἐκχεῶ Πανάχραντε, πρὸς Θεοῦ σε τὴν ἁγίαν Μητέρα˙ μὴ οὖν ἀπώσῃ ἡμᾶς τοὺς φωνοῦντας, Φανερωμένη τὴν πάνσεπτον κλῆσίν σου, ὅτι εἰς σὲ οἱ ταπεινοί, τὴν ἐλπίδα Ἁγνὴ πᾶσαν ἔχομεν.
Προστρέχομεν εὐσεβῶς Θεόνυμφε, οἱ πιστοὶ τῇ εὐαγεῖ σου Εἰκόνι, καὶ ἐκ βαθέων αἰτοῦμεν τὰς δόσεις, Φανερωμένη τῆς θείας προνοίας σου, ἵνα ῥυσθῶμεν χαλεπῶν, περιστάσεων Μῆτερ ἀπείρανδρε.
Ἀπείρανδρε Μαριὰμ Πανάμωμε, ἡ τὸν Κτίστην τῶν ἁπάντων τεκοῦσα, παραπτωμάτων ἡμῶν τὴν σκοτίαν, μαρμαρυγαῖς χάριτός σου διάλυσον, καὶ πρὸς ὁδὸν τῶν ἐντολῶν, τοῦ Θεοῦ ἡμᾶς Κόρη ὁδήγησον.
Λυτρώσασθαι ἐκτενῶς ἱκέτευε, τὸν ἐκ σοῦ ἀνερμηνεύτως τεχθέντα, τοὺς καταφεύγοντας πόθῳ καρδίας, Φανερωμένη τῇ θείᾳ Εἰκόνι σου, ἐκ συμπτωμάτων χαλεπῶν, καὶ ἀθλίων παθῶν τῆς χειρώσεως.
Διάσωσον Φανερωμένη Παρθένε Θεοκυῆτορ, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοῦ ἀλάστορος, τοὺς τὴν Εἰκόνα σου πίστει ἀσπαζομένους.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ
Ἱερεύς τήν κάτωθι
δέησιν, ἡμῶν ψαλλόντων τό Κύριε ἐλέησον δωδεκάκις:
Ἐλέησον
ἡμᾶς, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί
ἐλέησον.
Ἔτι
δεόμεθα, ὑπέρ τοῦ Ἀρχιεπισκόπου
ἡμῶν (δεῖνος) καί πάσης
τῆς ἐν Χριστῶ
ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα,
ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καί ἀφέσεως τῶν
ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί
Ὀρθοδόξων Χριστιανῶν.
Ἔτι
δεόμεθα καί ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παρά-κλησις τελεῖται).
Ὅτι
ἐλεήμων καί φιλάνθρωπος
Θεός ὑπάρχεις καί
Σοί τήν δόξαν
ἀναπέμπομεν, τῷ Πατρί καί
τῷ Υἱῷ καί τῷ
Ἁγίῳ Πνεύματι, νῦν καί
ἀεί καί εἰς
τούς αἰῶνας τῶν
αἰώνων.
Ὁ χορός. Ἀμήν.
Κάθισμα. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τοὺς καταφεύγοντας ὅλης ἐκ πίστεως, Φανερωμένη τῇ θείᾳ Εἰκόνι σου, κινδύνων παντοίων καὶ θλίψεων, τῇ μητρικῇ προστασίᾳ σου λύτρωσαι˙ πιστῶν γὰρ ὑπάρχεις ἀντίληψις.
Προκείμενον. Ἦχος δ´.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (κεφ. α´ 39 - 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εὶσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Τῆς Φανερωμένης,
πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Μῆτερ Ἀειπάρθενε, Φανερωμένη Παρθένε, τὴν σεπτὴν Εἰκόνα σου, μητρικῇ σου χάριτι, ἐθαυμάστωσας, καὶ αὐτὴν Ἄχραντε, τῆς χρηστότητός σου, σκεῦος τίμιον ἀνέδειξας, ᾗ καταφεύγοντες, χάριτος τὰς δόσεις λαμβάνομεν˙ διό σε μακαρίζομεν, ἐν εὐγνωμοσύνῃ κραυγάζοντες˙ χαῖρε Θεοτόκε, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, τῶν προσκυνούντων ἐκ πίστεως, τόκον σου τὸν ἄσπιλον.
Εὐθύς ἐκφωνεῖται ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ
Θεός τόν λαόν
Σου καί εὐλόγησον
τήν κληρονομίαν Σου. Ἐπίσκεψαι
τόν κόσμον Σου ἐν ἐλέει
καί οἰκτιρμοῖς, ὕψωσον κέρας
Χριστιανῶν Ὀρθοδόξων καί
κατάπεμψον ἡμῖν τά
ἐλέη Σου τά
πλούσια.
Πρεσβείαις τῆς Παναχράντου
Δεσποίνης ἡμῶν Θεοτόκου
καί Ἀειπαρθένου Μαρίας.
Δυνάμει τοῦ Τιμίου καί
Ζωοποιοῦ Σταυροῦ.
Προστασίαις τῶν Τιμίων, Ἐπουρανίων Δυνάμεων
Ἀσωμάτων.
Ἱκεσίαις τοῦ Τιμίου, Ἐνδόξου Προφήτου
Προδρόμου καί Βαπτιστοῦ
Ἰωάννου.
Τῶν Ἁγίων Ἐνδόξων
καί Πανευφήμων Ἀποστόλων.
Τῶν ἐν Ἁγίοις
Πατέρων ἡμῶν, Μεγάλων Ἱεραρχῶν
καί Οἰκουμενικῶν Διδασκάλων: Βασιλείου τοῦ
Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου
καί Ἰωάννου τοῦ
Χρυσοστόμου· Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ
Ἐλεήμονος, Πατριαρχῶν
Ἀλεξανδρείας· Νικολάου
Ἐπισκόπου Μύρων τῆς
Λυκίας καί Σπυρίδωνος Ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυ ματουργῶν.
Τῶν ἁγίων, ἐνδόξων καί καλλινίκων
Μαρτύρων.
Τῶν Ἁγίων ἐνδόξων
Μεγαλομαρτύρων Γεωργίου τοῦ
Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος
καί Θεοδώρου τοῦ
Στρατηλάτου.
Τῶν ἁγίων
Ἱερομαρτύρων Χαραλάμπους καί
Ἐλευθερίου.
Τῶν Ὁσίων καί
Θεοφόρων Πατέρων ἡμῶν.
Τῶν Ἁγίων Βλασίου
Ἐπισκόπου Σεβαστείας,
Γερασίμου τοῦ ἐν
Κεφαλληνίᾳ καί Μακαρίου
Ἀρχιεπισκόπου Κορίνθου.
(Τοῦ Ἁγίου
τοῦ Ναοῦ, ἐφ’ ὅσον δέν
ἐμνημονεύθη ἐν τοῖς
ἄνω).
Τῶν Ἁγίων
καί Δικαίων Θεοπατόρων
Ἰωακείμ καί Ἄννης.
(Τῶν Ἁγίων
τῆς ἡμέρας). Καί Πάντων
Σου τῶν Ἁγίων.
Ἱκετεύομέν Σε, Μόνε Πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν
τῶν ἁμαρτωλῶν δεομένων
Σου καί ἐλέησον
ἡμᾶς.
Ὁ χορός: Κύριε ἐλέησον
(12).
Καί ἐπισφραγίζει
ὁ Ἱερεύς μετά
τῆς δοξολογικῆς ἐκφωνήσεως:
Ἐλέει καί
οἰκτιρμοῖς καί φιλανθρωπίᾳ
τοῦ Μονογενοῦς Σου Υἱοῦ, μεθ’ Οὗ
εὐλογητός εἶ, σύν τῷ
Παναγίῳ καί Ἀγαθῷ καί
Ζωοποιῷ Σου Πνεύματι, νῦν
καί ἀεί καί
εἰς τούς αἰῶνας
τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ὠδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑετίζουσα Μῆτερ, ἡ τιμία Εἰκών σου, ὥσπερ νεφέλη ἀεί, τὸ ὕδωρ τῆς πολλῆς σου, χρηστότητος Παρθένε, κατευφραίνει
τοὺς ψάλλοντας˙ χαῖρε ζωῆς ἡ πηγή, Ἁγνὴ Φανερωμένη.
Τὸν ἐκ σοῦ σαρκωθέντα, ὑπὲρ ἔννοιαν Λόγον, τοῦ προανάρχου Πατρός, ἱκέτευε ἀπαύστως, Ἁγνὴ Φανερωμένη, τοῦ σωθῆναι ὡς εὔσπλαγχνος, τοὺς προσκυνοῦντας τὴν σήν, ὑπέρτιμον Εἰκόνα.
Μυστικῇ ἐπομβρίᾳ, μητρικῶν οἰκτιρμῶν σου, Φανερωμένη Ἁγνὴ, τῶν ἐκ τῆς σῆς Εἰκόνος, ἀεὶ προερχομένων, τὰς καρδίας ἀνάψυξον, τῶν προστρεχόντων πιστῶς, Ναῷ σου τῷ ἁγίῳ.
Λυτρωτὴν ἡ τεκοῦσα, τῶν ἀνθρώπων τῷ γένει, Φανερωμένη Ἁγνή, ποικίλων ἀλγηδόνων, καὶ πόνων ἐπωδύνων, ὡς φιλάγαθος λύτρωσαι, τοὺς πεποιθότας τῇ σῇ, Παρθένε ἀντιλήψει.
Ὠδὴ η´. Τὸν Βασιλέα.
Ἴδε ὑψόθεν, Φανερωμένη Παρθένε, τοὺς τῇ θείᾳ σου Εἰκόνι παρεστῶτας, καὶ αὐτοῖς παράσχου, τὴν μητρικήν σου χάριν.
Δίδου εἰρήνην, καὶ εὐπραγίαν ἐν βίῳ, ἀντιλήψει σου Ἁγνὴ Φανερωμένη, τοῖς κλίνουσι γόνυ, τῇ θείᾳ σου Εἰκόνι.
Δίδου εἰρήνην, καὶ εὐπραγίαν ἐν βίῳ, ἀντιλήψει σου Ἁγνὴ Φανερωμένη, τοῖς κλίνουσι γόνυ, τῇ θείᾳ σου Εἰκόνι.
Σωτηριώδης, ἡ προστασία σου πέλει, διασῴζουσα τοὺς ἐπιβοωμένους, τὴν σεπτὴν σου κλῆσιν, Ἁγνὴ Φανερωμένη.
Ὄμβρισον Μῆτερ, ἐκ τῆς σεπτῆς σου Εἰκόνος, τὴν σωτήριον πηγὴν τῶν οἰκτιρμῶν σου, τοῖς προσπίπτουσί σοι, θερμῶς Φανερωμένη.
Ὠδὴ θ´. Κυρίως Θεοτόκον.
Ὑπὲρ τῶν προσκυνούντων, ὦ Φανερωμένη, τὸν θαυμαστὸν τῆς Μορφῆς σου Ἐκτύπωμα, ἀκαταπαύστως δυσώπει, Χριστὸν τὸν Κύριον.
Ἡ βρύουσα ἀφθόνως, ἐκ τῆς σῆς Εἰκόνος, Φανερωμένη ἰάσεων νάματα, ἐκ νοσημάτων ἀτρώτους, ἡμᾶς διάσῳζε.
Ἡ βρύουσα ἀφθόνως, ἐκ τῆς σῆς Εἰκόνος, Φανερωμένη ἰάσεων νάματα, ἐκ νοσημάτων ἀτρώτους, ἡμᾶς διάσῳζε.
Ἐπὶ τὴν κραταιάν σου, Μῆτερ προστασίαν, πιστῶς προστρέχομεν πάντες δεόμενοι˙ Σῶσον ἡμᾶς τῶν ἐφόδων, Μῆτερ τῶν θλίψεων.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, Φανερωμένη
Παρθένε τοὺς δούλους σου, τῆς τοῦ ἐχθροῦ ἐπηρείας, πάντοτε φύλαττε.
Ἄξιον ἐστιν ὡς
ἀληθῶς, μακαρίζειν Σε τήν
Θεοτόκον, τήν ἀειμακάριστον καί
παναμώμητον καί μητέρα
τοῦ Θεοῦ ἡμῶν.
Τήν τιμιωτέραν τῶν
Χερουβείμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τήν
ἀδιαφθόρως Θεόν Λόγον
τεκοῦσαν, τήν ὄντως Θεοτόκον
Σέ μεγαλύνομεν.
Μεγαλυνάρια.
Τῆς Φανερωμένης πανευλαβῶς, Εἰκόνα τὴν θείαν, ἀσπασώμεθα οἱ πιστοί˙ ῥεῖθρα γὰρ θαυμάτων, ἀφθόνως ἀναβλύζει, καὶ πάθη ἀπελαύνει, ψυχῆς καὶ σώματος.
Τήν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, σὲ Φανερωμένη, Παρθένε ἀνυμνοῦμεν, τὴν θείαν σου Εἰκόνα, κατασπαζόμενοι.
Ἔχοντες Εἰκόνα σου τὴν σεπτήν, ἀδάπανον Μῆτερ, ἰατρεῖον οἱ εὐσεβεῖς, προστρέχομεν ταύτῃ, πιστῶς Φανερωμένη, ὑμνοῦντες ἀκορέστως, τὰ μεγαλεῖά σου.
Τοὺς προσερχομένους τῷ σῷ Ναῷ, ἔνθα ἡ Εἰκών σου, τεθησαύρισται ἡ σεπτή, φύλαττε καὶ σκέπε, προνοίᾳ μητρικῇ σου, Ἁγνὴ Φανερωμένη, ἐν βίῳ πάντοτε.
Ῥῦσαι πάσης θλίψεως Μαριάμ, καὶ παντὸς κινδύνου, ὡς ὑπάρχουσα συμπαθής, τοὺς ἐγκαυχωμένους, τῇ θείᾳ σου Εἰκόνι, ἐξ ἧς ἀεὶ ἐκλάμπει, τὸ φῶς τῆς χάριτος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καί
τά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε,
ἐλέησον ἡμᾶς, πάσης γάρ
ἀπολογίας ἀποροῦντες, ταύτην Σοι
τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ
ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον
ἡμᾶς, ἐπί Σοί γάρ
πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν
σφόδρα, μηδέ μνησθῆς τῶν
ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος
καί λύτρωσαι ἡμᾶς ἐκ
τῶν ἐχθρῶν ἡμῶν. Σύ
γάρ εἶ Θεός
ἡμῶν καί ἡμεῖς
λαός Σου, πάντες ἔργα
χειρῶν Σου καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν, εὐλογημένη Θεοτόκε,
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν, ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων, Σύ γάρ
ἡ σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς τήν
Ἐκτενῆ Δέησιν, ἡμῶν
ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον, τρίς (3) μεθ’
ἑκάστην δέησιν, ἐξαιρέσει τῆς
πέμπτης δεήσεως, μεθ’ ἧν ψάλλεται
τοῦτο τεσσαράκοντα (40).
Ἐλέησον
ἡμᾶς ὁ Θεός, κατά
τό μέγα ἔλεός Σου, δεόμεθά
Σου, ἐπάκουσον καί ἐλέησον.
Ἔτι
δεόμεθα, ὑπέρ τοῦ
Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καί πάσης τῆς
ἐν Χριστῶ ἡμῶν
ἀδελφότητος.
Ἔτι δεόμεθα,
ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καί ἀφέσεως τῶν ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν
καί Ὀρθοδόξων Χριστιανῶν.
Ἔτι
δεόμεθα καί ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις τελεῖται).
Ἔτι
δεόμεθα, ὑπέρ τοῦ διαφυλαχθῆναι
τήν ἁγίαν Ἐκκλησίαν
(ἤ Μονήν) καί
πόλιν (ἤ νῆσον)
ταύτην καί πᾶσαν
πόλιν καί χώραν, ἀπό
ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου
καί αἰφνιδίου θανάτου. Ὑπέρ
τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον
γενέσθαι τόν Ἀγαθόν
καί Φιλάνθρωπον Θεόν
ἡμῶν, τοῦ ἀποστρέψαι καί
διασκεδάσαι πᾶσαν ὀργήν
καί νόσον, τήν καθ’ ἡμῶν
κινουμένην καί ῥύσασθαι
ἡμᾶς ἐκ τῆς
ἐπικειμένης δικαίας Αὐτοῦ
ἀπειλῆς καί ἐλεῆσαι
ἡμᾶς.
Ἔτι δεόμεθα, ὑπέρ
τοῦ εἰσακοῦσαι Κύριον
τόν Θεόν, φωνῆς τῆς
δεήσεως ἡμῶν τῶν
ἁμαρτωλῶν καί ἐλεῆσαι
ἡμᾶς.
Ἐπάκουσον ἡμῶν, ὁ
Σωτήρ ἡμῶν, ἡ ἐλπίς
πάντων τῶν περάτων
τῆς γῆς καί
τῶν ἐν θαλάσσῃ
μακράν καί ἵλεως, ἵλεως
γενοῦ ἡμῖν, Δέσποτα, ἐπί ταῖς
ἁμαρτίαις ἡμῶν καί
ἐλέησον ἡμᾶς. Ἐλεήμων γάρ
καί Φιλάνθρωπος Θεός
ὑπάρχεις καί Σοί
τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί
καί τῷ Υἱῷ
καί τῷ Ἁγίῳ
Πνεύματι, νῦν καί ἀεί
καί εἰς τούς
ἀιῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Καί τῶν
Χριστιανῶν ἀσπαζομένων τήν
Εἰκόνα τῆς Θεοτόκου καί χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τά
παρόντα Τροπάρια:
Τροπάρια.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας τῇ σῇ, ὦ Φανερωμένη πρεσβείᾳ, καὶ προσκυνοῦντας θερμῶς, τὴν σεπτήν Εἰκόνα σου, καὶ χαριτόβρυτον, ὡς φιλεύσπλαγχνος λύτρωσαι, κινδύνων παντοίων, νόσων καὶ κακώσεων, καὶ πάσης θλίψεως˙ αἴτει δὲ εἰρήνην τελείαν, Μῆτερ καὶ ψυχῶν σωτηρίαν, τοῖς εἰς σὲ ἐλπίζουσιν ἐκ πίστεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ὁ Ἱερεύς.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
Δίστιχον.
Ῥόδου τὸν Ἐπίσκοπον Κύριλλον σκέπε,
Ῥόδου τὸν Ἐπίσκοπον Κύριλλον σκέπε,
σκέπῃ τῆς πρεσβείας σου Φανερωμένη.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου