Παράκλησις ΝΙΚΗΦΟΡΟΥ
Πατρ/χου Κων/πόλεως
(Χαραλάμπους Μπούσια)
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ’
(142).
Κύριε
εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου,
εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου
Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν
ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς
νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία
μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι
τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ
ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης
τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε,
ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν
μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ
Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός
Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου
καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς
θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν
οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Εἶτα τὸ τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν
εὐθαρσῶς ὑπὲρ ἁγίων εἰκόνων, τῆς προσκυνήσεως παθόντα ἐν ὕμνοις, τιμήσωμεν στεῤῥότατον
ὁπλίτην Χριστοῦ, Κωνσταντινουπόλεως, Νικηφόρον ποιμένα, καὶ δογμάτων πίστεως, ὀρθοδόξων
ταμεῖον, ἀναβοῶντες· νίκας κατ’ ἐχθρῶν, βεβήλων δίδου, τοῖς πόθῳ τιμῶσί σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ
σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ
προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους
σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν
με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον
τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας
μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου
ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν
δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις
συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ
τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι
τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Νικηφόρε, νίκας κατ’ ἐχθρῶν δίδου
μοι. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Νικῆσαι
πολέμιον νοητόν, ἀξίωσον πάντας, τοὺς τιμῶντάς σε εὐλαβῶς, σεπτὲ Νικηφόρε ἱεράρχα,
Ὀρθοδοξίας περίβλεπτον καύχημα.
Ἱκέτευε
Κύριον ἐκτενῶς, ὑπὲρ τῶν ἐν πίστει, ἀνυμνούντων σὰς ἀρετάς, σοφὲ ἀρχιθῦτα
Νικηφόρε, καὶ δι’ εἰκόνων προσκύνησιν μόχθους σου.
Κοσμούμενος
στέφει ἀρχιερεῦ, τῆς ὁμολογίας, νῦν εὐφραίνῃ ἐν οὐρανοῖς, Χριστὸν δυσωπῶν ὑπὲρ
τῶν πόθῳ, μεγαλυνόντων ψυχῆς σου εὐσθένειαν.
Θεοτοκίον.
Ἡ
μόνη τοῦ κόσμου καταφυγή, ἁγνὴ Θεοτόκε, Νικηφόρου θερμαῖς εὐχαῖς, κατάπεμψον πᾶσιν
οὐρανόθεν, τοῦ Σοῦ Υἱοῦ τὸ ἀμέτρητον ἔλεος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φύλαξ
θείων δογμάτων προασπιστὰ ἄγρυπνε, τῶν εἰκόνων τῶν παναγίων, καὶ ὀλετήριον, εἰκονομάχων
δεινόν, φρούρει καὶ φύλαττε πάντας, Νικηφόρε πάνσεπτε, τοὺς ἀνυμνοῦντάς σε.
Οὐρανίων
δωμάτων νῦν θαυμαστὲ ἔνοικε, Νικηφόρε τοὺς καθ’ ἑκάστην, σὲ μεγαλύνοντας, δεῖξον
ἀφθίτου χαρᾶς, τῶν οὐρανῶν κληρονόμους, ἱεράρχα ἔνδοξε, ξαὶ θεοείκελε.
Ῥῶσιν
αἴτει θεόθεν καὶ πειρασμῶν λύτρωσιν, καὶ ἀσθενημάτων παντοίων, ταχεῖαν ἴασιν,
στεῤῥὲ ὁμολογητά, καὶ ἰσχυρὲ καθαιρέτα, Νικηφόρε Λέοντος, τοῦ αὐτοκράτορος.
Θεοτοκίον.
Ἐπιπνοίας
τῆς θείας σκεῦος λαμπρὸν δεῖξόν με, κεχαριτωμένη
Μαρία,
τὴν ἀμαυρότητα, λύουσα πλήθους παθῶν, τῶν ψυχοκτόνων μου Μῆτερ, παμφαὲς ἀνάκτορον,
τοῦ Παντοκράτορος.
Διάσωσον,
ταῖς σαῖς πρεσβείαις πανένδοξε Νικηφόρε, ἀπὸ βλάβης καὶ πειρασμῶν παντοίων καὶ
θλίψεων, τοὺς σπεύδοντας πόθῳ σῇ προστασίᾳ.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ
Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά
Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ
ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστοῦ
τοῦ Θεοῦ, εἰκόνος προσκυνήσεως, τὸν προασπιστὴν τιμήσωμεν κραυγάζοντες· ἱεράρχα
ἔνδοξε, Νικηφόρε Κωνσταντινουπόλεως, ὑπὲρ ἡμῶν μὴ παύσῃ δυσωπῶν, Χριστὸν τῶν
τιμώντων σου τὰ σκάμματα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νικητὰς
τοὺς ἱκέτας σου, κατ’ ἐχθρῶν βεβήλων ταχὺ ἀνάδειξον, Νικηφόρε ἀξιάγαστε, ὁμολογητὰ
Χριστοῦ τῆς πίστεως.
Ἴδε
Πάτερ ἐν ὄμματι, συμπαθείας θείας καὶ ἱλαρότητος, ἐπὶ ποίμνην τὴν ὀρθόδοξον, καὶ
παράσχου ταύτῃ χάριν ἄφθονον.
Κῦδος
πέλεις ἀτίμητον, Κωνσταντινουπόλεως καρτερόψυχε, Νικηφόρε καὶ ἀγλάϊσμα, Ἐκκλησίας
πάσης τῆς τιμώσης σε.
Θεοτοκίον.
Ἀειπάρθενε
Δέσποινα, Ιησοῦν κυήσασα τὸν φιλάνθρωπον, ἀκλινῶς Αὐτὸν ἱκέτευε, τῷ νοΐ μου δοῦναι
θείαν ἔλλαμψιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σπεῦσον
δυσωπεῖν, τὸν Χριστὸν ὑπὲρ τῶν ᾄσμασι, μελῳδούντων Νικηφόρε ἱεροῖς, οὕσπερ ἔτλης
ὑπὲρ πίστεως ἀγῶνάς σου.
Καύχημα
σεπτόν, τῶν ὀρθοφρονούντων Ἅγιε, Νικηφόρε ῥάβδῳ στήριξον εὐχῶν, ἐν τῇ πίστει τῇ
ὀρθῇ ἡμᾶς ἀόκνων σου.
Ἅπασαν
βουλήν, καθ’ ἡμῶν τοῦ πολεμήτορος, διασκέδασον τῇ σῇ ἐπισκοπῇ, Νικηφόρε οὐρανόθεν
τῶν τιμώντων σε.
Θεοτοκίον.
Τεῖχος
ἀῤῥαγές, Θεοτόκε τῶν προσφύγων Σου, περιτείχισον δεήσεσι ταῖς Σαῖς, καὶ ἡμᾶς τοὺς
εὐλαβῶς Σε μακαρίζοντας.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπάκουσον,
Νικηφόρε πάνσεπτε, τῶν πιστῶς σε καθ’ ἑκάστην ὑμνούντων, ὡς ἱεράρχην σοφὸν καὶ
εἰκόνων, τῆς προσκυνήσεως θεῖον ὑπέρμαχον, καὶ πᾶσαν δόσιν ἀγαθήν, σαῖς
πρεσβείαις ἡμῖν Πάτερ δώρησαι.
Χαρίτωσον,
τοὺς ὁμολογοῦντάς σε, Ὀρθοδόξων στυλοβάτην δογμάτων, πατριαρχῶν, Βασιλίδος
σεμνότης, θεοειδὲς Νικηφόρε καὶ ἅπασι, παράσχου θείας δωρεάς, οὐρανόθεν ταῖς σαῖς
παρακλήσεσι.
Θυμίαμα, ὥσπερ εὐωδέστατον, Νικηφόρε δέξαι
δέησιν τήνδε, ἥν σοι προσάγομεν πόθῳ καὶ ῥῦσαι, κακοδοξίας καὶ πλάνης αἱρέσεων,
τοὺς ἀνυμνοῦντάς σε πιστῶς, καὶ ταῖς σαῖς προσευχαῖς καταφεύγοντας.
Θεοτοκίον.
Ῥοῦν
ξήρανον, Δέσποινα ψυχόλεθρον, κατακλύζοντα ψυχὰς Σῶν προσφύγων, καὶ εὐφροσύνης ἀνάβλυσον
ὕδωρ, τοὺς εἰς αἰῶνας πιστῶς μακαρίζουσι, Σὲ Μητροπάρθενε ἁγνή, χαριτόβρυτε
Θεογεννήτρια.
Διάσωσον,
ταῖς σαῖς πρεσβείαις
πανένδοξε Νικηφόρε, ἀπὸ
βλάβης
καὶ πειρασμῶν παντοίων καὶ θλίψεων, τοὺς σπεύδοντας πόθῳ σῇ προστασίᾳ.
Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς
ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί μνημονεύονται
τά ὀνόματα τῶν
ὑπέρ ὧν ἡ Ἱερά
Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς
ἱεράρχης Χριστοῦ θείας πίστεως, καὶ τῶν ἁγίων εἰκόνων ὑπέρμαχος, χαρᾶς οὐρανῶν
κατηξίωσαι, ἧς καὶ ἡμᾶς Νικηφόρε ἀξίωσον, τοὺς πόθῳ τιμῶντας τὴν μνήμην σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον:
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.:
Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, 9-16).
Εἶπεν
ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται
καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. 10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ
θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν˙ἐγώ εἰμι ὁ ποιμὴν
ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ
τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει·
καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ
μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ
ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν
πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς
ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία
ποίμνη, εἷς ποιμήν.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλέησόν
με ὁ Θεός...
Νίκας
ἡμῖν δώρησαι, κατ’ ἐπιβούλων δολίων, καὶ ἐχθρῶν τῆς πίστεως, Νικηφόρε Ἅγιε,
πνευματέμφορε, ὁ λαμπρὸν στέφανον, ἐκ χειρῶν Κυρίου, τοῦ παντάνακτος
χρυσόπλοκον, Πάτερ δεξάμενος, ὡς σεπτῶν εἰκόνων ὑπέρμαχος, καὶ μάρτυρος
πανεύοσμον, τέκνον κατὰ σάρκα τῆς πίστεως, ἵνα ὁλοθύμως, τιμῶμέν σε ὡς ὁμολογητήν,
ὀρθῶν δογμάτων καὶ ἄσειστον, ἀληθείας θέμεθλον.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον (ιβ')
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς
στεῤῥόν σε ὀλέτην αὐτοκράτορος πλάνου τιμῶντες Λέοντος, βοῶμεν· Νικηφόρε,
κατάβαλε μανίαν, τοῦ δεινοῦ πολεμήτορος, δι’ ἧς πειρᾶται ἡμᾶς, ἀπὸ Θεοῦ
μακρύνειν.
Νόσων
καὶ ψυχοφθόρων ἀπολύτρωσαι τάχος παθῶν σοὺς πρόσφυγας, τοὺς πόθῳ Νικηφόρε, ὑμνοῦντας
ἐξορίαν, καὶ πληθὺν τῶν σῶν θλίψεων, ἅσπερ ὡς ἄκμων στεῤῥός, ὑπέμεινας εἰς
τέλος.
Δὸς
ὑγείαν πᾶσι Νικηφόρε κατ’ ἄμφω τοῖς ἀνυμνοῦσί σε, ὡς τῶν σεπτῶν εἰκόνων, ὑπέρμαχον
καὶ πλάνης, καθαιρέτην τοῦ ἄνακτος, τοῦ δυσσεβοῦς καὶ δεινοῦ, εἰκονοκλάστου
μάκαρ.
Θεοτοκίον.
Ἰαμάτων
χειμάῤῥους Παναγία Παρθένε Θεογεννήτρια, ἀσθενειῶν μου ἄλγη, ἀπέλασον ταχέως,
καὶ ὑγείαν βράβευσον, ἱκέτῃ Σου ταπεινῷ, τῷ μεγαλύνοντί Σε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Δυσχερειῶν
με, καὶ πειρασμῶν καὶ κινδύνων, Νικηφόρε ἀπάλλαξον κράζω, σὲ τὸν ἀνυμνοῦντα, ἱεραρχῶν
ὡς κλέος.
Ὁδοῦ
Κυρίου, ἐξ ἐντολῶν πλανηθέντα, ἕλκυσόν με πρὸς τῆς σωτηρίας, τρίβον Νικηφόρε, ἰθῦντόρ
μου πρὸς πόλον.
Ὑπὲρ τῶν πόθῳ, ὑμνολογούντων σε Πάτερ, Νικηφόρε
Χριστὸν ἐκδυσώπει, καὶ ἀπαύστως δίδου, ἡμῖν σὴν εὐλογίαν.
Θεοτοκίον.
Μῆτερ
Ὑψίστου, κατὰ παθῶν χαμαιζήλων, σθένος δός μοι καὶ κάθαρον νοῦν μου,
κεχαριτωμένη, ἐκ λογισμῶν ἀτάκτων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁμόσκηνος
Ἀγγέλων, πέλων Νικηφόρε, σὺν τούτοις πάντοτε πρέσβευε Ἅγιε, πάσης στενώσεως ῥύεσθαι
τοὺς ἱκέτας σου.
Ἰσχύν
μοι καθ’ ἑκάστην, δίδου Νικηφόρε, τῷ καταφεύγοντι σοῦ ταῖς δεήσεσι, καὶ ἀνυμνοῦντι
τοῦ βίου σου κατορθώματα.
Χαρίτων θείων πλῆσον, νοῦν μου Νικηφόρε, καὶ τῆς
ἐν κόσμῳ ἀπάτης ὑπέρτερον, αὐτὸν ἀνάδειξον Πάτερ θεοφορούμενε.
Θεοτοκίον.
Μετὰ
τοῦ Νικηφόρου, καὶ Ἁγίων Πάντων, τὸν Σὸν Υἱὸν καὶ Θεὸν καθικέτευε, ὑπὲρ τῶν Σὲ ἀνυμνούντων
Θεογεννήτρια.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Πίστεως
δογμάτων προασπιστά, καὶ σεπτῶν εἰκόνων, προσκυνήσεως ἀληθῶς, πρόμαχε τὴν
πλάνην, καθεῖλες Νικηφόρε, τοῦ Λέοντος καὶ ὤφθης, πίστεως ἔρεισμα.
Ἤνεγκας
ἀνδρείως ὑπὲρ σεπτῆς, τοῦ Χριστοῦ εἰκόνος, ἐξορίαν ἱεραρχῶν, κλέος Νικηφόρε, καὶ
θλίψεις κατωδύνους, ὡς ἔσχατος μερόπων, Πάτερ θεόσοφε.
Κωνσταντινουπόλεως
τὸν πυρσόν, καὶ σεπτῶν εἰκόνων, προσκυνήσεως τὸν φανόν, φαίνοντα τῇ κτίσει, ἁπάσῃ
εὐψυχίας, βολίσι Νικηφόρον, πάμφωτον μέλψωμεν.
Χαίροις
ὁ στεῤῥότητι ψυχικῇ, τὸν εἰκονοκλάστην, τροπωσάμενος ἀκλινῶς, ἄνακτα καὶ
πίστιν, κρατύνας τὴν ἁγίαν, τρισμάκαρ Νικηφόρε, ἀξιοθαύμαστε.
Χαίροις
πατριάρχα θεοειδές, πρόμαχε εἰκόνων, προσκυνήσεως τῶν σεπτῶν, χαίροις Νικηφόρε,
ὁμόζηλε Μαρτύρων, ὡς νικητὴς ὁ γέρα, θεῖα δεξάμενος.
Στήριξον
ἐν πέτρᾳ ἡμᾶς ὀρθῶν, καὶ σεπτῶν δογμάτων, τοὺς τιμῶντάς σε εὐλαβῶς, Νικηφόρε θεῖε,
ἱεραρχῶν φαιδρότης, καὶ καύχημα πατέρων, πολυτιμότατον.
Πᾶσαι
τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες
μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι
καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.
Ἦχος πλ. β'
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα...
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν...
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Στῦλε,
τῶν δογμάτων τῶν ὀρθῶν, Κωνσταντινουπόλεως εὖχος, καὶ γέρας ἱεραρχῶν, Νικηφόρε
πάνσοφε, ἀπαύστως πρέσβευε, τῷ Θεῷ τῷ οἰκτίρμονι, στηρίξαι ἐν πίστει, τῇ ὀρθῇ
σοὺς πρόσφυγας, καὶ κρηπιδώματα, δεῖξαι ἀῤῥαγῆ ἀληθείας, τοὺς εἰλικρινῶς σε τιμῶντας,
καὶ δοξολογοῦντας τοὺς καμάτους σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου,
καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ
Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Ὁ Ἱερεύς
Δι’ εὐχῶν
Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου