Παράκλησις ὁσ.
ΧΑΡΙΤΩΝΟΣ τοῦ Ὁμολογητοῦ.
Ἡ μνήμη
αὐτοῦ τῇ 28η
Σεπτεμβρίου
Ποίημα
Δρ. Χαραλάμπους Μπούσια
Εὐλογητὸς
ὁ Θεὸς ἡμῶν,
πάντοτε, νῦν, καὶ
ἀεί, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ψαλμὸς
142
Κύριε
εἰσάκουσον τῆς
προσευχῆς μου ἐνώτισαι
τὴν δέησίν
μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν
μου ἐν τῇ δικαιοσύνῃ
σου καὶ μὴ εἰσέλθῃς
εἰς κρίσιν μετὰ
τοῦ δούλου σου ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν
σου πᾶς ζῶν.
Ὃτι κατεδίωξεν ὁ
ἐχθρὸς τὴν
ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν
ζωήν μου, ἐκάθισέ
με ἐν σκοτεινοῖς, ὡς
νεκροὺς αἰῶνος· καὶ
ἠκηδίασεν ἐπ'
ἐμὲ τὸ
πνεῦμά μου, ἐν
ἐμοὶ ἐταράχθη
ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν
ἀρχαίων, ἐμελέτησα
ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι
τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ
τὰς χεῖράς
μου, ἡ ψυχή μου ὡς
γῆ ἄνυδρός
σοι. Ταχὺ εἰσάκουσόν
μου, Κύριε, ἐξέλιπε
τὸ πνεῦμά
μου· μὴ ἀποστρέψῃς
τὸ πρόσωπόν
σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς
λάκκον. Ἀκουστὸν
ποίησόν μοι τὸ
πρωῒ τὸ ἔλεός
σου, ὅτι ἐπὶ
σοὶ ἤλπισα· γνώρισόν
μοι, Κύριε, ὁδὸν
ἐν ᾗ πορεύσομαι,
ὅτι πρὸς σὲ
ἦρα τὴν ψυχήν
μου· ἐξελοῦ με ἐκ
τῶν ἐχθρῶν
μου Κύριε· πρὸς σὲ
κατέφυγον. Δίδαξόν
με τοῦ ποιεῖν τὸ
θέλημά σου, ὅτι
σὺ εἶ ὁ
Θεός μου· τὸ πνεῦμά
σου τὸ ἀγαθὸν
ὁδηγήσει με ἐν
γῇ εὐθείᾳ. Ἓνεκεν τοῦ
ὀνόματός
σου, Κύριε, ζήσεις με· ἐν
τῇ δικαιοσύνῃ
σου ἐξάξεις ἐκ
θλίψεως τὴν ψυχήν
μου· καὶ ἐν τῷ
ἐλέει σου ἐξολοθρεύσεις
τοὺς ἐχθρούς
μου· καὶ ἀπολεῖς
πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι
ἐγὼ δοῦλός
σού εἰμι.
Θεὸς
Κύριος, καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος
ὁ ἐρχόμενος
ἐν ὀνόματι
Κυρίου.
Στίχ,
α'.
Ἐξομολογεῖσθε τῷ
Κυρίῳ, καὶ ἐπικαλεῖσθε
τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Στίχ, γ'.
Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὡς ἐναρέτου βιοτῆς ἐκμαγεῖον καὶ θησαυρὸν
ὁμολογίας σε πάντες τιμῶμεν, παναοίδιμε Χαρίτων σοφέ, ὅτι χάριν εἴληφας
χορηγεῖν τοῖς τιμῶσι, σοῦ τὰ κατορθώματα, τὴν κατ’ ἄμφω ὑγείαν καὶ θεραπεύειν
πάθη ζοφερά, ταῖς σαῖς ἀόκνοις, πρὸς Κτίστην πρεσβείαις σου.
Δόξα... Καὶ νῦν...
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμὸς 50
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὃτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς. Σοὶ μόνω ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ‘Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὃτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Χαρίτων μακάριε, χαρίτωσον
Χαραλάμπη.
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χαρίτων τοῦ Πνεύματος ἐραστά, θεόφρον
Χαρίτων, τὸν αἰτοῦντα πανευλαβῶς, ταῖς σαῖς πρὸς Θεὸν θερμαῖς πρεσβείαις καὶ
ἀσιγήτοις ἐν τάχει χαρίτωσον.
Ἀπαύστως ἱκέτευε τὸν Θεόν, τῆς χάριτος ῥεῖθρα,
χαριτώνυμε ἀσκητά, ἡμῖν ἐπομβρῆσαι τοῖς ἐν ὕμνοις, σὲ ὡς κρουνὸν θείας χάριτος
μέλπουσι.
Ῥανίσι δακρύων ἀσκητικῶν, Χαρίτων ἀρδεύσας,
τὴν Φαράν τε καὶ τῆς Σουκᾶν, τὴν ἔρημον τάχος ἄρδευσόν μου, τὸ τῆς καρδίας
πετρῶδες καὶ ἄγονον.
Θεοτοκίον.
Ἰάτρευσον νόσους παντοδαπάς, Παρθένε Μαρία, τρυχομένων
Σου οἰκετῶν, ὡς Μήτηρ τοῦ πάντων δυναμένου, τὰ ἀλγεινὰ θεραπεύειν νοσήματα.
Ὠδὴ γ΄. Οὐρανίας ἀψίδος.
Τῶν Παθῶν μου, Χαρίτων, τὸν ζοφερὸν τάραχον πράϋνον, ὁ
χάριτι θείᾳ ἀποταξάμενος, τὰς χαμαιζήλους ὁρμάς καὶ νουνεχῶς ἐνασκήσας, ὡς
βροτὸς ἰσάγγελος, ὅπως δοξάζω σε.
Ὡς Μαρτύρων ἀκρότης τοῦ βδελυροῦ ἄρχοντος, τὴν ὀφρὺν
συνέτριψας σθένει, μάκαρ, τοῦ Πνεύματος καὶ νῦν Χριστῷ παρεστώς, Αὐτῷ
πρεσβεύεις ἀπαύστως, ῥῦσαι ἐκ τῆς δαίμονος, πλάνης σοὺς πρόσφυγας.
Νικηφόρως τελέσας τὸν ἐπὶ γῆς βίον σου, ὡς
συγκοινωνὸς Ἀθλοφόρων καὶ πνευματέμφορος, Ὁσίων ὑφηγητής Χαρίτων, χάρισαι
νίκαις, κατ’ ἐχθρῶν τῆς πίστεως, τοῖς σὲ γεραίρουσι.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη μετὰ Θεὸν ἄμαχον, ἔχοντες πιστοὶ Σὲ προστάτιν καὶ
ἀντιλήπτορα, κράζομεν· κόσμου χαρά, ἐκ συμφορᾶς ἀνηκέστου, ῥῦσαι τοὺς ἐν
ᾄσμασι, Σὲ μεγαλύνοντας.
Χαρίτωσον τοὺς σοὺς ἱκέτας, Χαρίτων
σημειοφόρε, καὶ δοχεῖα τῆς πανσθενοῦς ἀνάδειξον χάριτος, τοὺς σπεύδοντας
πάντοτε ταῖς λιταῖς σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Φιλόξενος ὤν ἁπλοῦς τε καὶ εὐπρόσιτος,
Χαρίτων σοφὲ, πιστῶν καρδίας ηὔφρανας, διό σοι κραυγάζομεν· εὐφρανθῆναι πάντας
ἀξίωσον, τῆς μυστικῆς χαρᾶς τοῦ οὐρανοῦ, πρεσβείαις ταῖς σαῖς θερμαῖς πρὸς
Κύριον.
Ὠδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Ἀθυμίαν ἐκδίωξον ἀφ’ ἡμῶν, Χαρίτων, Φαρὰν
ἀγλάϊσμα, Ἐλπιδίου μάνδρας κλέϊσμα καὶ Σουκᾶν τῆς Λαύρας σεμνολόγημα.
Καλλιέρημα ἅγιον, ὄμβρους τῶν αἱμάτων καὶ
τῶν ἱδρώτων σου, ἐν ἐρήμῳ χαίρων ἤνεγκας τῷ Χριστῷ, Χαρίτων κόσμου στήριγμα.
Ἀπαστράπτων τοῖς θαύμασι, σκότος ἐγκλημάτων
φρικτὸν ἀπέλασον, ἀφ’ ἡμῶν τῶν προσφευγόντων σοι, ὄλβιε Χαρίτων θαυματόβρυτε.
Θεοτοκίον.
Ῥεῖθρα ὄντως ἀκένωτα ἰαμάτων, Μῆτερ,
βλυζάνεις ἅπασι, τοῖς ἀπαύστως μακαρίζουσιν, εἰς αἰῶνά Σε ὡς Ἀειπάρθενον.
Ὠδὴ
ε΄. Φώτισον ἡμᾶς.
Ἴδοιμι σοφέ, ἀρωγόν Σε καὶ συλλήπτορα, ἐν
καιρῷ ἐπιφορῶν τοῦ μιαροῦ, ὦ Χαρίτων, Παρακλήτου ἐνδιαίτημα.
Ἔρωτι Θεοῦ, τετρωμένος χαριτώνυμε, ἀπετάξω
πᾶν φθαρτὸν καὶ δυσωπεῖν, εὗρες χάριν ὑπὲρ πάντων τὸν σὸν Κύριον.
Χάριν εἰληφώς, ἐκ Θεοῦ ὡς Μάρτυς ἔνδοξος
καὶ Ὁσίων ἀκροθίνιον λαμπρόν, φυγαδεύεις ἀφ’ ἡμῶν πάθη δυσίατα.
Θεοτοκίον.
Ἄνωθεν ἡμᾶς, συμπαθῶς ἴδε Πανάχραντε, τοὺς
προσφεύγοντας τῇ Σῇ ἐπισκοπῇ, ὑπερύμνητε λοχεύτρια τοῦ Κτίσαντος.
Ὠδὴ
στ΄. Τὴν δέησιν.
Ῥεόντων, τοῦ χαμερποῦς ἀστάτου τε καὶ
φθαρτοῦ, Χαρίτων, βίου παρεῖδες, ἐπιποθήσας τῶν ὄντων ἀφθάρτων, διὸ καὶ δόξης
Χριστοῦ κατηξίωσαι, πρεσβεύων πάντας μετασχεῖν, τῆς ἐν πόλῳ ἀλήκτου βιώσεως.
Ἱκέτευε, τὸν Θεὸν καὶ Κύριον, ὑπὲρ πάντων
τῶν πιστῶς σε τιμώντων, ὡς μονοτρόπων σοφὸν ποδηγέτην καὶ ἐρημίας στρουθίον
γλυκύλαλον, ὅτι ἐν βίου πειρασμοῖς, σὲ Χαρίτων προστάτην κεκτήμεθα.
Τὴν πάμφωτον, ἐκτελοῦντες μνήμην σου, χαριτώνυμε πιστῶν
αἱ χορεῖαι, ἀναβοῶμεν σεμνὲ παιδοτρίβα καὶ ἐναρέτου ζωῆς θεῖον ὄργανον, βοήθει
ἅπαντας ἡμᾶς, ἀρετῶν τὰς βαθμίδας ἀνέρχεσθαι.
Θεοτοκίον.
Ὡς ἔμψυχον τοῦ Θεοῦ παλάτιον, ἀπολύτρωσιν
Ἀδάμ τε καὶ Εὔας καὶ ἱκαστήριον κόσμου Σε Μῆτερ, οἱ διὰ Σοῦ σεσωσμένοι
γινώσκοντες, τὸ χαῖρέ Σοι τοῦ Γαβριήλ, εἰς αἰῶνα αἰῶνος κραυγάζομεν.
Χαρίτωσον τοὺς σοὺς ἱκέτας, Χαρίτων σημειοφόρε, καὶ
δοχεῖα τῆς πανσθενοῦς ἀνάδειξον χάριτος, τοὺς σπεύδοντας πάντοτε ταῖς λιταῖς
σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Τοῦ Ἰκονίου βλαστὲ εὐθαλέστατε καὶ ἐρημίας λειμὼν
εὐωδέστατε, Χαρίτων ἰσάγγελε ἄνθρωπε, ἐκ τῆς μελλούσης με Κρίσεως λύτρωσαι, τὸν
πίστει καὶ πόθῳ τιμῶντά σε.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος: Τι ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν
ἡμῖν;
Εὐαγγέλιον· ἐκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17-23)
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ,
καὶ πλῆθος πολὺς τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου
Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ
οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει
ἄπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ’ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ Αὐτὸς
ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγε: Μακάριοι οἱ πτωχοί,
ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν ὅτι
χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν
μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ
ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν
ἐκείνη τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοῦ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα:
Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ
νῦν: Ταῖς τῆς Θεοτόκου…
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχος: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός….
Ῥῦσαι χαριτώνυμε, τοὺς ἐκτελοῦντας σὴν
μνήμην καὶ πιστῶς προστρέχοντας, ἐν ποικίλαις θλίψεσι καὶ κακώσεσι, ταῖς πρὸς
τὸν Κύριον, θείαις πρεσβείαις σου, εὐσταλὲς Χαρίτων Ὅσιε, λύχνε τῆς χάριτος,
ὄργανον αὐτῆς παναρμόνιον καὶ λίθε πολυτίμητε, ἵνα εἰς αἰῶνα γεραίρωμέν σε, αἱ
τῶν ἱκετῶν σου χορεῖαι καὶ λαμβάνωμεν ταχύ, ῥῶσιν ψυχῶν πολυπόθητον καὶ σωμάτων
δύναμιν.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον (ιβ')
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σκοτισθέντα με Πάτερ, ἁμαρτήμασι πλείστοις, Χαρίτων λάμπρυνον,
τὸν πόθῳ προσιόντα τῇ θείᾳ χάριτί σου καὶ ἐν πίστει κραυγάζοντα· Ὁ τῶν Πατέρων
ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Οὐρανόθεν ὁδήγει, πρὸς νομὰς θείας δόξης τοὺς σὲ
γεραίροντας, ὡς μὴ φεισθέντα κόπων, αἱμάτων καὶ ἱδρώτων, διὰ πίστιν πανόλβιε,
ἀλλὰ βοῶντα· Χριστέ, σοὶ ὄντως δόξα πρέπει.
Νυχθημέροις καμάτοις καὶ συντόνοις λιταῖς
σου, πρὸς τὸν Παντάνακτα, χιτῶνα ἐξυφαίνων πανάσπιλον, Χαρίτων, ἀσιγήτως
ἀνέκραζες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Χαριτόβρυτε Μῆτερ, ῥυπωθεὶς ὁ Σὸς δοῦλος,
ποικίλοις πάθεσι, βοῶ Σοι· ἕγειρόν με, ἐκ πτώσεως θανάτου, ἵνα ὡς Ἀειπάρθενον,
εὐλογημένη Ἁγνή, ἀπαύστως ἀνυμνῶ Σε.
Ὠδὴ
η΄. Τὸν Βασιλέα.
Ἀθανασίας, σὲ ἐπιστάμενοι πάντες, ὦ Χαρίτων
εὐώδη λειμῶνα, τῆς ὀσμῆς ῥυσθῆναι, αἰτούμεθα θανάτου.
Ῥᾶνον, Χαρίτων θεοχαρίτωτε κῆπε, ἀρετῶν τὸν
ἀεί σε τιμῶντα, τῆς σῆς προστασίας, ταῖς ἱεραῖς ῥανίσιν.
Ἄστρον Χαρίτων, θεοειδὲς ἀνατεῖλαν, θείᾳ
χάριτι ἐκ τοῦ Ἰκονίου, αὔγασον καρδίας, τῶν σὲ ὑμνολογούντων.
Θεοτοκίον.
Λῦσον Παρθένε τῆς ἀνομίας δεσμούς μου, τὸν
λυτῆρα τῆς ἀρᾶς ἡ τεκοῦσα τῆς ἀρχαίας, κτίστην καὶ Κύριον τῆς δόξης.
Ὠδὴ
θ΄. Κυρίως Θεοτόκον.
Ἁγίασον Χαρίτων, τοὺς σὲ ἀνυμνοῦντας, ὡς
ἀθλητῶν εὐκλεῶν ὑποτύπωσιν καὶ ἀσκητῶν θεοφόρων ἔνθεον πρύτανιν.
Μὴ παύσῃ ἱκετεύων, Ὅσιε Χαρίτων, τοῦ ἀμπελῶνος Χριστοῦ
βότρυ πέπειρε, ῥύεσθαι πάσης ἀνάγκης ἡμᾶς καὶ θλίψεως.
Προσάγων τῷ Κυρίῳ, τόνδε ὕμνον Πάτερ, σεπτὲ Χαρίτων
Αὐτὸν καθικέτευε, ὅπως τῆς δόξης τῆς ἄνω μέτοχος γένωμαι.
Θεοτοκίον.
Ἡ τὸν Θεὸν ἀφράστως, Μῆτερ συλλαβοῦσα καὶ
σωματώσασα πρέσβευε πάντοτε, ὑπὲρ τῶν πίστει ἀόκνως μεγαλυνόντων Σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις Ἰκονίου θεοφιλές γόνε καὶ ἐρήμου
ἀδαπάνητε θησαυρέ, χαίροις τῆς ἐνθέου ὁμολογίας ἄστρον ἀείφωτον, Χαρίτων,
τέμενος χάριτος.
Τῆς κακοπαθείας διὰ Χριστόν, στίγματα
βαστάζων ἐπεπόθησας ἀσκητῶν, τρίβους διοδεῦσαι, Χαρίτων, ἐν ἐρήμῳ καὶ κύαθος
γενέσθαι, τῆς θείας χάριτος.
Χαίροις ὁ δομήτωρ μονῆς Φαράν, Ἐλπιδίου
μάνδρας καὶ τῆς Λαύρας Σουκᾶν σοφέ, χάριτος ταμεῖον, Χαρίτων θεηγόρε, καὶ
μοναζόντων κλέος θεοειδέστατον.
Ἀθλητῶν Κυρίου τὴν καλλονήν, θεῖον ὑποφήτην
μονοτρόπων καὶ ἀρετῶν, τὸν τερπνὸν λειμῶνα, Χαρίτωνα τὸν μέγαν, ἐν ἀσκηταῖς
ἐρήμου, ὕμνοις τιμήσωμεν.
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, τῇ σῇ
ἀντιλήψει καὶ ζητοῦντας σὴν ἀρωγήν, Ὅσιε Χαρίτων, χαρίτωσον καὶ σκεύη τοῦ
Παρακλήτου δεῖξον πολυτιμότατα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.
Ἦχος πλ. β'
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα...
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν...
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Χαριτώνυμε Πάτερ τῶν χαρίτων τοῦ Πνεύματος,
αὐγασθεὶς ἀκτῖσι πυρφόροις, ἄστρον ὤφθης ἀείφωτον, Χριστὸν ὁμολογήσας γὰρ
στεῤῥῶς, διέλαμψας συντόνῳ προσευχῇ καὶ ἀσκήσει ἐν ἐρήμῳ, Χαρίτων ὅθεν πίστει
σοι κραυγάζομεν· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ
σὲ χαρίτων ποταμόν, ἡμῖν δωρήσαντι.
Ἐκτενὴς
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀπόλυσις.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἦχος β΄. Πάντων προστατεύεις.
Χάριν εἰληφὼς παρὰ Θεοῦ, Πάτερ θεοφόρε
Χαρίτων, Ὁσίων καὶ Ἀθλητῶν, σέλας παμφαέστατον, τὸ διαλάμψαν φαιδρῶς, τοῖς
αἱμάτων σου χεύμασι καὶ ὄμβροις δακρύων, ῥῦσαι τοὺς ἱκέτας σου, ἐκ πάσης
θλίψεως καὶ εἰρηνικὴν πολιτείαν, δώρησαι τοῖς μέλπουσιν ὕμνοις, τὰ ὑπερφυᾶ σου
κατορθώματα.
Ἦχος πλ. δ'
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β'
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι' εὐχῶν
τῶν Ἁγίων
Πατέρων ἡμῶν...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου