Παράκλησις Νεομ.
ΑΚΥΛΙΝΑΣ Ζαγκληβερίου.
Ἡ μνήμη
αὐτῆς τῇ 27η
Σεπτεμβρίου
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί
καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ψαλμός
ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου
καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν
Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν
ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό
πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα
ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ
τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε,
ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι
ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν
ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με
τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν
ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ
δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου
ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν
μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί
εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καί ἐπικαλεῖσθε τό ὄνομα τό
Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσάν με καί τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἀθληφόρος εὐκλεὴς τοῦ Σωτῆρος,
Παρθενομάρτυς Ἀκυλίνα θεόφρον, τοὺς προσιόντας πίστει τῇ πρεσβείᾳ σου, σκέπε
καὶ διάσωζε, ἀπὸ πάσης ἀνάγκης, ἴασιν καὶ λύτρωσιν, αἰτουμένη θεόθεν, καὶ τῶν
πταισμάτων λύσιν παρασχεῖν, τοῖς τὴν ἁγίαν σου, μέλπουσιν ἄθλησιν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας
Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ
τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν
Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός
ἳν (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου
καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον
πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν
ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ
ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις
Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν
ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά
κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με
ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Δίδου ἡμῖν
βοήθειαν Μάρτυς. Γερασίμου.
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμει ἀθλήσασα θεϊκῇ, σεμνὴ Ἀκυλίνα, τῆς ψυχῆς μου τὸ
ἀσθενές, δυνάμωσον θείαις σου πρεσβείαις, ἵνα ῥυσθῶ τῆς ἀπάτης τοῦ ὄφεως.
Ἱλέωσαι Μάρτυς ταῖς σαῖς λιταῖς, Χριστὸν
τὸν Σωτῆρα, τοῖς προστρέχουσιν εὐλαβῶς, τῇ σῇ Ἀκυλίνα προστασίᾳ, καὶ χαλεπῶν
πειρασμῶν ἡμᾶς λύτρωσαι.
Διάρασα Μάρτυς ὑπερ ἡμῶν, τὰς θείας σου
χείρας, καθικέτευε ἐκτενῶς, σεμνὴ Ἀκυλίνα τὸν Σωτῆρα, ὡς ἂν δεινῶν λυτρωθείημεν
θλίψεων.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη,
παντευλόγητε Μαριάμ, φωτὶ τῆς θερμῆς ἐπισκοπῆς Σου, τὴν τῶν παθῶν ἡμῶν νύκτα
διάλυσον.
Ὠδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ὑποστᾶσα ἀνδρείως, τοὺς ῥαβδισμοὺς
πάνσεμνε, πᾶσαν ἀποῤῥάπισον βλάβην, καὶ πᾶσαν ἔφοδον, τοῦ πολεμήτορος, τὴν καθ’
ἡμῶν κινουμένην, Ἀκυλίνα ἔνδοξε, ταῖς ἱκεσίαις σου.
Ἡ θερμή σου πρεσβεία, πρὸς τὸν Χριστὸν
γένοιτο, τεῖχος ἀσφαλείας παρθένε, καὶ ἱλαστήριον, καὶ σκέπη ἄμαχος, τῇ σὲ
τιμώσῃ πατρίδι, Ἀκυλίνα πάνσεμνε, νύμφη τοῦ Κτίσαντος.
Μαρτυρίου τοὺς ἄθλους, περιφανῶς ἤνυσας,
ὅθεν πρὸς ὁδὸν μαρτυρίων, τοὺς σὲ δοξάσαντος, ἡμᾶς ὁδήγησον, ἵνα ζωὴν
εἰρηναίαν, Ἀκυλίνα ζήσωμεν, φόβῳ τῷ κρείττονι.
Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα, καὶ Ποιητὴν τέτοκας, Ὃν
ἡ εὐκλεὴς Ἀκυλίνα, ὁμολογήσασα, Παρθένε Δέσποινα, θεοπρεπῶς ἐδοξάσθη, αἶνον
θεῖον ᾄδουσα, τοῖς μεγαλείοις Σου.
Διάσωσον, Παρθενομάρτυς πανεύφημε Ἀκυλίνα,
τῶν ἐν βίῳ ἐπιφορῶν καὶ κακώσεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ, προστρέχοντες ῥυσθείημεν,
ἐκ πάσης ἀργῆς, καὶ βλάβης τοῦ ἀλάστορος, καὶ νόσων τε καὶ θλίψεων, Ἀκυλίνα
Μαρτύρων ὡράϊσμα, σὲ γὰρ μεσῖτιν θερμὴν πρὸς Χριστόν, ἀεὶ οἱ τιμῶντές σε
κεκτήμεθα.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων καὶ θλίψεων, καὶ πολυειδῶν
σκανδάλων τοῦ ὄφεως, ἀνωτέρους διαφύλαττε, τοὺς σὲ Ἀκυλίνα μακαρίζοντας.
Βοηθὸς ἔσο πάντοτε, Μάρτυς ἐν κινδύνοις καὶ
περιστάσεσιν, Ἀκυλίνα τῇ πατρίδι σου, τῇ ἐγκαυχωμένῃ τῇ ἀθλήσει σου.
Ὁδυνώμενοι πάθεσι, τῇ σῇ Ἀκυλίνα σκέπῃ
προστρέχομεν, ἵνα λάβωμεν τὴν ἴασιν, καὶ τῶν ὀδυνῶν τὴν ἀπολύτρωσιν.
Θεοτοκίον.
Ἡλιόμορφε Δέσποινα, τῶν ἐσκοτισμένον με
πλημμελήμασι, καὶ ἐννοίαις τοῦ ἀλάστορος, τῷ φωτὶ τῆς δόξης Σου καταύγασον.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τὴν ἰσχήν, τοῦ δολίου πολεμήτορος,
τοῦ δεινῶς ὡρυομένου καθ’ ἡμῶν, Ἀκυλίνα Νεομάρτυς καλλιπάρθενε.
Ἔχουσα πολλήν, παῤῥησίαν τῷ Νυμφίῳ σου, καθικέτευε ἀεὶ
ὑπὲρ ἡμῶν, Ἀκυλίνα τῶν ζητούντων τὴν πρεσβείαν σου.
Ἴδε συμπαθῶς, Ἀκυλίνα τὴν πατρίδα σου, τὴν τιμῶσάν σου
τοὺς ἄθλως εὐλαβῶς, καὶ παράσχου ταύτῃ ἄνωθεν τὴν χάριν σου.
Θεοτοκίον.
Ἄχραντε ἁγνή, τὴν χρανθεῖσάν μου διάνοιαν,
πονηραῖς τοῦ δυσμενοῦς ἐπιβουλαῖς, ἀποκάθαρον τοῖς ῥείθροις τοῦ ἐλέους Σου.
Ὠδὴ
στ΄. Τὴν δέησιν.
Νεκρώσασα, τῇ στεῤῥᾷ σου ἐνστάσει, τὸν πολύμορφον
ἐχθρὸν Ἀκυλίνα, τὴν καθ’ ἡμῶν ὀλεθρίαν μανίαν, τούτου εἰς τέλος σεμνὴ
ἀπενέκρωσον, καὶ καθοδήγησον ἡμᾶς, πρὸς λιμένας τοῦ θείου θελήματος.
Μεγίστην, τὸ Ζαγκλιβέριον Μάρτυς, ἐκδεχόμενον ἀεὶ
προστασίαν, ἐκ τῆς θερμῆς σου προστασίας προστρέχει, ὑπὸ τὴν σκέπην σου κράζων
ἑκάστοτε· σύ μου εἶ δόξα καὶ χαρά, Ἀκυλίνα καὶ θεία ἀντίληψις.
Ἁπάσης, ἐπιφορᾶς καὶ ἀνάγκης, καὶ στενώσεων
καὶ πόνων καὶ νόσων, τῇ σῇ θερμῇ πρὸς Χριστὸν ἱκεσίᾳ, ῥύου ἡμᾶς Ἀκυλίνα
δεόμεθα, καὶ δίδου πάντοτε ἡμῖν, εἰρηναίαν ἐν πᾶσι κατάστασιν.
Θεοτοκίον.
Ῥοαῖς Σου, τῶν οἰκτιρμῶν Θεοτόκε, καταδρόσισον δεινῶς ξηρανθεῖσαν, τὴν ταπεινήν μου ψυχὴν ἐπηρείᾳ, τοῦ τὴν ἀπάτην τῷ κόσμῳ τεκτήναντος, καὶ δίδου μου καθαρτικόν, μετανοίας ἀείρυτον δάκρυον.
Διάσωσον, Παρθενομάρτυς πανεύφημε Ἀκυλίνα, τῶν ἐν βίῳ ἐπιφορῶν καὶ κακώσεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Μαρτυρικῶς ἀριστεύσα πάνσεμνε, τῆς τῶν
Μαρτύρων εὐκλείας ἠξίωσαι, μεθ’ ὧν Ἀκυλίνα ἱκέτευε, τὸν σὸν Νυμφίον Χριστὸν
καλλιπάρθενε, διδόναι ἡμῖν θεῖον ἔλεος.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ
εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον
κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην·
Ὡμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας
αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ
αἱ πέντε μωραί· αἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον, μεθ’
ἑαυτῶν ἔλαιον. Αἱ δὲ φρόνιμοι, ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων
αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πάσαι, καὶ ἐκάθευδον. Μέσης δὲ τῆς
νυκτός, κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.
Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ
δὲ μωραί, ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες
ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσα· Μήποτε οὐκ ἀρκέση ἡμῖν
καὶ ὑμῖν, πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.
Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἰ ἕτοιμοι, εἰσῆλθον μετ’ αὐτοῦ
εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ
παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν
λέγων υμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν
ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός..
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἄνθος εὐωδέστατον, νεοθαλὲς καὶ ὡραῖον, ἐν
ὑστέροις ἔτεσιν, ὤφθης ἐναθλήσασα θείῳ ἔρωτι, ὅθεν νῦν σκέδασον, θείᾳ εὐωδίᾳ,
καὶ ὀσμῇ Ἁγίου Πνεύματος, πάθη ἀκάθαρτα, καὶ δυσώδεις νόσους δεόμεθα, ὑγείαν τε
καὶ ἴασιν, ταῖς ψυχαῖς ὁμοῦ καὶ τοῖς σώμασιν, ἡμῶν χορηγοῦσα, καὶ βίον εὐπραγῆ
καὶ εὐσταθῆ, Παρθενομάρτυς θεόληπτε, ταῖς σαῖς ἀντιλήψεσι.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον (ιβ')
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὸν Νυμφίον σου Μάρτυς, δυσωποῦσα μὴ παύσῃ
διδόναι ἅπασι, δεινῶν παντοίων λύσιν, χαρὰν καὶ εὐφροσύνην, καὶ πταισμάτων
συγχώρησιν, τοῖς προσιοῦσι θερμῶς, τῇ θείᾳ σου πρεσβείᾳ.
Ὑπὲρ ἔννοιαν πέλει, ἡ δοθείσα σοι χάρις,
θεόθεν πάνσεμνε, προφθάνεις γὰρ ταχέως, καὶ χείρα βοηθείας, ἐπορέγεις τοῖς
κράζουσι· ῥῦσαι ἡμᾶς πειρασμῶν, θεόφρον Ἀκυλίνα.
Σωτηρίας σε τεῖχος, Ζαγκλιβέριον κέκτηται
καλλιπάρθενε, ἐντεῦθεν ὁλοψύχως, τὴν σὴν ἐπιβοᾶται, προστασίαν θεόληπτε, ἣν
δίδου τούτῳ ἀεί, ὡς Μάρτυς στεφηφόρος.
Θεοτοκίον.
Γεωργεῖν με Παρθένε, ἐν τῷ φόβῳ Κυρίου,
ζωὴν τὴν κρείττονα, ἐν ἤθεσιν ἀμέμπτοις, τῇ σῇ ἐπικουρίᾳ, ἐνδυνάμωσον δέομαι,
ἵνα ῥυσθῶ τῶν δεινῶν, παγίδων τοῦ βελίαρ.
Ὠδὴ
η΄. Τὸν Βασιλέα.
Ἔλαμψε Μάρτυς, φῶς τῷ ἁγίῳ σου τάφῳ, οὗ τῇ
χάριτι διάλυσον τὴν νύκτα, τῶν ἐπικειμένων, ἡμῖν πειρατηρίων.
Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, ταῖς πρεσβείαις
σου θεόφρον Ἀκυλίνα, καὶ εἰρήνην θείαν, ἡμῖν τοῖς σὲ τιμῶσι.
Ἁρωματίζον, τὸ σὸν σεπτὸν ὤφθη σῶμα, ὅθεν χάριτι τῆς ἐν
σοὶ εὐωδίας, εὔφρανον Ἁγία, ἡμῶν τὰς διανοίας.
Θεοτοκίον.
Σύντριψον Κόρη, τῇ κραταιᾷ Σου πρεσβείᾳ,
τοῦ ἀλάστορος τὴν καθ’ ἡμῶν μανίαν, μόνη Θεοτόκε, ἡμῶν ἡ προστασία.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον Ἁγία, τῇ σῇ μεσιτείᾳ, τοὺς
τρυχωμένους πικροῖς ἀῤῥωστήμασι, καὶ εὐφροσύνην παράσχου ἡμῖν τὴν κρείττονα.
Μαρτύρων ταῖς χορείαις, νῦν συνηδομένη, σὺν
τούτοις πρέσβευε, ῥύεσθαι πάντοτε, ἐκ χαλεπῶν Ἀκυλίνα ἡμᾶς συμπτώσεων.
Ὁλόφωτον παστάδα, ἤδη κατοικοῦσα, τῷ φωτισμῷ
τῆς σῆς χάριτος φώτισον, ὦ Ἀκυλίνα ψυχῆς μου τὰς κόρας δέομαι.
Θεοτοκίον.
Ὑπέρφωτε λυχνία, τῆς ἀΰλου δόξης, εὐλογημένη Παρθένε πανάχραντε, τὴν
σκοτισθεῖσαν ψυχήν μου λάμπρυνον δέομαι.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν
Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν
τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν
ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Ἀκυλίνα νύμφη Χριστοῦ, ἡ χρόνοις ὑστέροις,
ἐναθλήσασα ἀνδρικῶς, καὶ στεφάνῳ δόξης, ἀξίως κοσμηθεῖσα, ὡς Μάρτυς καὶ
παρθένος ἀξιοθαύμαστος.
Λόγοις τῆς μητρός σου ὡς πίων γῆ, σεμνὴ
ἀρδευθεῖσα, ἐγεώργησας μυστικῶς, ἄθλοις μαρτυρίου, καρποὺς ἀθανασίας, θεόφρον
Ἀκυλίνα, στεῤῥῶς ἀθλήσασα.
Ἤσχυνας πατρός σου τὸ ἀσεβές, καὶ τῶν
παρανόμων, κατεπάτησαν τὴν ἰσχύν, τῇ σῇ ἀνενδότῳ, ἐνστάσει Ἀκυλίνα, καὶ ἤθλησας
νομίμως ἐνθέῳ ἔρωτι.
Ἤνεγκας μαστίγων πεῖραν πολλῶν, καὶ
ἀνδρισαμένη, ἠγωνίσω ἀθλητικῶς, ὅθεν σου τὸ σωμα, ἔπνευσεν Ἀκυλίνα, τὴν εὐωδίαν
πᾶσι τὴν ὑπερκόσμιον.
Φῶς ἐν τῷ σῷ τάφῳ ἀπ’ οὐρανοῦ, κατελθὼν
Ἁγία, πᾶσιν ἔδειξεν ἐμφανῶς, τὴν σὴν Ἀκυλίνα, λαμπρότητα καὶ δόξαν, δι’ ἧς
παθῶν διώκεις, δεινὴν σκοτόμαιναν.
Σκέπε τῆς πατρίδος σου ὦ σεμνή, Μάρτυς
Ἀκυλίνα, πάσης βλάβης τε καὶ ὀργῆς, καὶ τοῖς προσιοῦσι, τῇ θείᾳ σου πρεσβείᾳ,
αἴτει πταισμάτων λύσιν, καὶ θεῖον ἔλεος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε
Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε
πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι
καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
Ἦχος πλ. β'
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα...
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν...
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα καί
χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια:
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς τιμῶντας εὐλαβῶς, τὴν σὴν
Ἀκυλίνα θεόφρον, ἁγίαν ἄθλησιν, καὶ τὴν χάριν βρύουσαν, εἰκόνα πάνσεμνε,
προσκυνοῦντας ἐκ πίστεως, ἀβλαβεῖς συντήρει, πάσης περιστάσεως, καὶ πάσης θλίψεως,
λύσιν αἰτουμένην πταισμάτων, καὶ ἀπαλλαγὴν παντὸς πόνου, τοὺς εἰλικρινῶς σὲ
μακαρίζουσι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων
Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ
Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου