Παράκλησις Ὁσιομ.
ΘΕΟΔΩΡΑΣ τῆς ἐν Βάστᾳ.
Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὃτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἓνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἴτα
τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τῶν δωρεῶν τῶν θεϊκῶν ἐντρυφώσα, Ὁσιομάρτυς
τοῦ Χριστοῦ Θεοδώρα, ὑπέρ ἡμῶν ἱκέτευε δεόμεθα, ὅπως λυτρωθείημεν, πειρασμῶν
καί κινδύνων καί παντοίων θλίψεων, οἱ τῷ θείω ναῷ σου, μετά σπουδῆς
προστρέχοντες ἀεί καί τήν θερμήν σου, αἰτοῦντες βοήθειαν.
Δόξα... Καὶ νῦν...
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμὸς 50
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὃτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς. Σοὶ μόνω ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ‘Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὃτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανών. Ὠδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Βραβείων τυχοῦσα ὑπερφυῶν, μή παύση
βραβεύειν τοῖς προστρέχουσιν εὐλαβῶς, τῷ θείω ναῶ σου, Θεοδώρα, τάς δωρεάς τῆς
θερμῆς προστασίας σου.
Ὁσία καί Μάρτυς πανευκλεής Χριστοῦ,
Θεοδώρα, καθικέτευε ἐκτενῶς, διδόναι συγχώρησιν πταισμάτων καί ἱλασμόν τοῖς
πιστῶς σέ γεραίρουσιν.
Ἡλίου λαμπρότησι νοητοῦ καταλαμπομένη,
Θεοδώρα, ἐν οὐρανοῖς, ψυχῆς μου διάλυσον τόν ζόφον, ταῖς φωτοφόροις πρεσβείαις
σου, ἔνδοξε.
Θεοτοκίον.
Θεόν τόν ἀσώματον ἐν σαρκί τεκοῦσα,
Παρθένε, ἀπορρήτως δίχα τροπῆς, σαρκός μου θεράπευσον τό ἄλγος καί τῆς ψυχῆς
μου τήν λύπην ἀφάνισον.
Ὠδή γ'. Οὐρανίας ἁψίδος.
Οὐρανόθεν, Ἁγία, ὡς συμπαθής πρόσβλεψον,
ἐπί τούς φοιτῶντας ἐν πίστει, τῷ θείῳ οἴκῳ σου καί τά αἰτήματα πλήρου αὐτῶν,
Θεοδώρα, ταῖς πρός τόν Νυμφίον σου, θείαις ἐντεύξεσι.
Σωτηρίαν ἑξαίτει καί τῶν παθῶν ἴασιν καί
πολυειδῶν συμπτωμάτων τήν ἀπολύτρωσιν· καί πάσης θλίψεως ἀπαλλαγήν, Θεοδώρα,
καί χαράν τήν ἔνθεον, τοῖς εὐφημούσι σε.
Ἡ θερμή σου πρεσβεία πρός τόν Χριστόν,
Πάνσεμνε, γένοιτο ἡμῖν εὐφροσύνης πηγή τῆς κρείττονος δρόσον παρέχουσα καί
γλυκασμόν, Θεοδώρα, τοῖς ἐν λύπαις στένουσι, φθόνῳ τοῦ ὄφεως.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη, ἡ τόν Θεόν τέξασα, τόν
τήν ἁμαρτίαν τοῦ κόσμου ἐξαφανίσαντα, δεσμῶν με λύτρωσαι τῆς χαλεπῆς ἁμαρτίας
καί τόν νοῦν μου λάμπρυνον, φωτί τῆς χάριτος.
Διάσωσον ταῖς πρός Χριστόν σου πρεσβείαις,
Ὁσιομάρτυς, πάσης βλάβης καί χαλεπῆς περιστάσεως, τούς εὐλαβῶς προσιόντας σοί
Θεοδώρα.
Ἐπίβλεψον ἐν εὐμενεία, Πανύμνητε Θεοτόκε,
ἐπί τήν ἐμήν χαλεπὴν τοῦ σώματος
κάκωσιν και ἴασαι τῆς ψυχῆς
μου τό
ἄλγος.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β'. Πρεσβεία θερμή.
Θεοῦ δωρεῶν ἐπώνυμος τυγχάνουσα, παρέχεις
ἀεί τάς θεοσδότους χάριτας, τοῖς τῷ ναῶ σου σπεύδουσι, Θεοδώρα, καί πίστει
βοῶσι σοί, μή διαλίπης πρεσβεύειν Χριστῷ, διδόναι ἡμῖν τό θεῖον ἔλεος.
Ὠδή δ'. Εἰσακήκοα Κύριε.
Μάρτυς ὤφθης περιδοξος, ὑπέρ ἀληθείας τό
αἷμα χέασα· διά τοῦτο δυσωποῦμεν σε, ψεύδους καί ἀπάτης ἡμᾶς λύτρωσαι.
Ἰατήριον γίνεται, πίστει λαμβανόμενον,
Καλλιπάρθενε, τό ἐγγύς του θείου οἴκου σου, ἀναβλύζον ὕδωρ τῇ σῇ χάριτι.
Νοσημάτων ἁπάλλαξον, τῶν κατά ψυχήν καί
σῶμα δεόμεθα, Θεοδώρα τούς τιμῶντας σε, ὡς Χριστοῦ κλεινήν Ὁσιομάρτυρα.
Θεοτοκίον.
Ὡς Θεόν σωματώσασα καί μετά τόν τόκον
ἄφθορος μείνασα, Θεοτόκε Ἀειπάρθενε, ἐκ φθοροποιῶν παθῶν μέ λύτρωσαι.
Ὠδή
ε'. Φώτισον ἡμᾶς.
Θραῦσον τοῦ ἐχθροῦ, καθ΄ἡμῶν τά μηχανήματα,
Θεοδώρα, τῇ θερμῇ σου ἀρωγῇ, ἐν εἰρήνῃ τήν ζωήν ἡμῶν φυλάττουσα.
Ἔπιδε ἡμῖν συμπαθείας, Μῆτερ, ὄμματι καί
παράσχου θεοσδότους παροχάς, Θεοδώρα, τοῖς ἐν θλίψεσιν ὑπάρχουσιν.
Ὅρμος νοητός, ὁ ἐν Βάστα θεῖος οἶκος σου,
Θεοδώρα, ἀνεδείχθη ἀληθῶς, τοῖς ἐν κύμασι τοῦ βίου προσπαλαίουσι.
Θεοτοκίον.
Δίδου μοί, Ἁγνή, τήν ταχείαν σου βοήθειαν
καί ἁπάλλαξον μανίας τοῦ ἐχθροῦ, ὑπό τούτου θλιβομένην τήν καρδίαν μου.
Ὠδή στ'. Τήν δέησιν.
Ὡς ἤθλησας στερροψύχως, Ὁσία, δωρεῶν
ἐπουρανίων ἐπλήσθης, ὅθεν ἐκπλήττεις
πιστῶς, Θεοδώρα, τῇ ἐνοικούσῃ τῷ θείῳ τεμένει σου, χάριτι θεία καί ροπή, δι΄ἤς
σώζεις τους σέ μακαρίζοντας.
Ῥοαῖς σου τῶν ἐκχυθέντων αἱμάτων, πηγή
ἔβλυσεν ἀφθόνων ὑδάτων, ὅθεν ἡμῖν ζωῆς βλύσον τό νάμα καί ἀπαθείας τό ὕδωρ τό
ἤδιστον, ταῖς πρός Θεόν σαῖς προσευχαῖς, Θεοδώρα, σεμνή καλλιπάρθενε.
Ἀγγέλων συνηδομένη τοῖς δήμοις, μή ἐλλίπης
ἐποπτεύουσα, Μῆτερ, τούς ἐν τῷ θείῳ ναῳ σου νῦν ἐν Βάστα, ἐκ διαφόρων χωρίων
καί πόλεων, συντρέχοντας πανευλαβῶς καί τήν σήν ἑξαιτοῦντας ἀντίληψιν.
Θεοτοκίον.
Ἐτέχθη ἐκ τῆς ἀχράντου γαστρός σου, ὁ τά
πάντα ἐκ μή ὄντων ποιήσας καί τῶν βροτῶν τήν φθαρεῖσαν οὐσίαν ἀνακαινίσας, δι’
ἔλεος ἄφατον· Ὅν καθικέτευε Ἁγνή, τήν φθαρεῖσαν καινῖσαι καρδίαν μου.
Διάσωσον ταῖς πρός Χριστόν σου πρεσβείαις
Ὁσιομάρτυς, πάσης βλάβης καί χαλεπῆς περιστάσεως, τούς εὐλαβῶς προσιόντας σοί
Θεοδώρα.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον
ἀνερμηνεύτως, ἐπ΄ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Ὁσιομάρτυς Κυρίου πανεύφημε, τῶν δωρεῶν τῶν ἐνθέων
ἐπώνυμε, ἀπαύστως Χριστόν καθικέτευε, παντός κινδύνου καί θλίψεως ῥύεσθαι, τούς
σέ Θεοδώρα γεραίροντας.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε
μοι.
Στίχ. Καί ἔστησαν ἐπί πέτραν τούς πόδας μου καί κατηύθυνε τά διαβήµατά μου.
Εὐαγγέλιον
ἐκ τοῦ κατά Μάρκον (ε΄. 4-34)
Τῷ καιρῶ ἐκείνω, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος
πολύς καί συνέθλιβον αὐτόν. Καί γυνή τίς οὖσα ἐν ρύσει αἵματος ἔτη δώδεκα καί
πολλά παθοῦσα ὑπό πολλῶν ἰατρῶν καί δαπανήσασα τά πάρ΄ἑαυτῆς πάντα καί μηδέν
ὠφεληθεῖσα, ἀλλά μᾶλλον εἰς τό χεῖρον ἐλθοῦσα, ἀκούσασα περί τοῦ Ἰησοῦ, ἐλθοῦσα
ἐν τῷ ὄχλῳ ὄπισθεν ἤψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγεν γάρ ἐν ἐαυτῇ, ὅτι ἐάν ἄψωμαι
κἄν τῶν ἱματίων αὐτοῦ σωθήσομαι· καί εὐθέως ἐξηράνθη ἡ πηγή τοῦ αἵματος αὐτῆς
καί ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπό τῆς μάστιγος· καί εὐθέως ὁ Ἰησοῦς ἐπιγνούς ἐν
ἑαυτῷ τήν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄχλω ἔλεγε· τίς μου
ἤψατο τῶν ἱματίων; Καί ἔλεγον αὐτῷ οἱ μαθηταί αὐτοῦ· βλέπεις τόν ὄχλον
συνθλίβοντα σε καί λέγεις τίς μου ἤψατο; Καί περιεβλέπετο ἰδεῖν τήν τοῦτο
ποιήσασαν, ἡ δέ γυνή φοβηθεῖσα καί τρέμουσα, εἰδυία ὁ γέγονεν ἐπ΄αὐτῇ, ἦλθε καί
προσέπεσεν αὐτῷ καί εἶπεν αὐτῷ πάσαν τήν ἀλήθειαν· ὁ δέ εἶπεν αὐτή· θύγατερ, ἡ
πίστις σου σέσωκε σε· ὕπαγε εἰς εἰρήνην καί ἴσθι ὑγιής ἀπό τῆς μάστιγός σου.
Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον,
ἑἐάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί
νῦν. Ταῖς τῆς Θεοτόκου
πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον. Ἦχος πλ. β'. Ὅλην
ἀποθέμενοι.
Στίχος: Ἐλεῆμον, ἐλέησον με ὁ Θεός, κατά τό μέγα ἔλεός σου
καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τό ἀνόμημά μου.
Δῶρον ὡς εὐπρόσδεκτον προσανεχθεῖσα Κυρίω, βίου
καθαρότητι καί Μαρτύρων αἵματι, Καλλιπάρθενε· δωρεῶν μέτοχος ὤφθης οὐρανίων,
διά τοῦτο σου δεόμεθα, πάσης στενώσεως καί ἐπιφορᾶς καί κακώσεως, ἀτρώτους
διαφύλαττε, τούς εἰλικρινῶς σέ γεραίροντας· ταῖς σαῖς ἱκεσίαις, θεόφρον
Θεοδώρα, πρός Χριστόν, Οὐ τῷ φωτί καταλάμπρυνον, Μῆτερ, τάς ψυχᾶς ἡμῶν.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον (ιβ')
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδή ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.
Συντριβεῖς τῇ κακίᾳ, τῇ θερμῇ σου πρεσβείᾳ
προστρέχω, Πάνσεμνε, σύ οὖν ταλαιπωρίας δεινῆς ἁπάλλαξον με καί ζωῆς μοί
βελτίωσιν, ἐξαίτει παρά Χριστοῦ, θεόφρον Θεοδώρα.
Οἱ τῷ θείῳ ναῷ σου, καταφεύγοντες πίστει
θερμῇ λαμβάνουσιν, ὑγείαν τήν κατ΄ἄμφω καί λύσιν πάσης λύπης, Θεοδώρα,
πρεσβείαις σου· σύ γάρ παρέχεις ἀεί, τοῖς πᾶσι θείας δόσεις.
Γεωργήσασα, Μῆτερ, τούς καρπούς ἀπαθείας τῇ
πολιτείᾳ σου, παθῶν τῶν ἀκαθάρτων καί νόσων καί σκανδάλων ἀνωτέρους διάσωζε,
τούς σέ τιμῶντας πιστῶς, σεμνή Ὁσιομάρτυς.
Θεοτοκίον.
Ἐπιφάνηθι, Κόρη, νοερά ἐπισκέψει τοῖς σέ
δοξάζουσι καί πλήρωσον, Παρθένε, ἡμῶν τάς διανοίας, φωτισμοῦ τοῦ τῆς χάριτος,
ὡς φωτοφόρος παστάς, τοῦ φωτοδότου Λόγου.
Ὠδή η'. Τόν Βασίλεα.
Ῥείθροις ἀΰλοις τῶν θεϊκῶν δωρεῶν σου,
καταδρόσισον ἡμῶν τάς διανοίας, Μῆτερ, φλεγομένας παθῶν τῇ ἐπηρείᾳ.
Ἄνωθεν ἴδε τούς τῷ ἁγίῳ ναῷ σου
καταφεύγοντες, ὁσία Θεοδώρα, καί παράσχου τούτοις τάς σωτηρίους δόσεις.
Σέ προστασίαν οἱ ἐν κινδύνοις τελοῦντες, Μάρτυς,
ἔχοντες λυτρούμεθα τῶν πόνων καί τήν σήν ὑμνοῦμεν, ὦ Θεοδώρα χάριν.
Θεοτοκίον.
Ἴασαι, Κόρη, τήν ἀσθενοῦσαν ψυχήν μου καί
παράσχου μοι συγχώρησιν πταισμάτων, ταῖς πρός τόν Υἱόν σου πρεσβείαις, Θεοτόκε.
Ὠδή
θ'. Κυρίως Θεοτόκον.
Μαρτύρων εὐκληρίας,
ἤδη ἐντρυφώσα, τῆς
τῶν παθῶν δυστυχίας ἀπάλλαξον,
Ὁσιομάρτυς Κυρίου, τοὺς
σὲ γεραί-
ροντας.
Ὁδόν ἡμᾶς βαδίζειν, Μάρτυς Θεοδώρα, τῶν
ἐντολῶν τοῦ Σωτῆρος ἐνίσχυσον, ὡς ἄν ζωῆς αἰωνίου ἀξιωθείημεν.
Ὑμνοῦντες σου τόν βίον, Μῆτερ Θεοδώρα,
ἀπεκδεχόμεθα πάντες τήν χάριν σου, ἦν ἀεί δίδου τοῖς πίστει σέ μακαρίζουσι.
Θεοτοκίον.
Ὑψίστου Λόγου Μῆτερ, Κεχαριτωμένη, ἐξ
ἀλογίας τόν νοῦν μου ἀνύψωσον, ἐπινοιῶν ἀκαθάρτων τοῦ πολεμήτορος.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν
Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν
τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως
Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καί
τά παρόντα Μεγαλυνάρια.
Ἔρωτι τρωθεῖσα τῷ θεϊκῶ, πάντα τά ἐν κόσμῳ
καταλέλοιπας νουνεχῶς καί δι΄ ἐγκρατείας ἐδούλευσας Κυρίω, ὁσία Θεοδώρα, βίου
λαμπρότητι.
Ἤμειψας τό σχῆμα γνώμη στερρά καί τήν
κλῆσιν ἅμα καί ἐν τάγματι Μοναστῶν, ὡς ἀνήρ προσῆλθες καί ἤσχυνας τόν ὄφιν,
ὁσία Θεοδώρα, πόνοις ἀσκήσεως.
Τήν συκοφαντίαν τήν χαλεπήν, ἤνεγκας
ἀνδρείως, Θεοδώρα νύμφη Χριστοῦ, καί τήν κεφαλήν σου ἀδίκως ἐκτμηθεῖσα,
μαρτυρικῶν στεφάνων, ὄντως ἠξίωσαι.
Θαῦμα ὄντως πέλει ὁ σός ναός, ὁ ἐν Βάστα,
Μῆτερ, τῷ χωρίῳ, ἔνθα χοροί ἐκ τῆς περιοίκου συρρέοντες προθύμως, λαμβάνουσιν
ὑγείαν, ψυχῆς καί σώματος.
Χαίροις τῶν Ὁσίων ἡ κοινωνός, χαίροις τῶν
Μαρτύρων, τῶν Ἁγίων ἰσοκλεῆς· χαίροις Θεοδώρα, Χριστοῦ Ὁσιομάρτυς, τῶν
Πελλοπονησίων θεῖον καλλώπισμα.
Κλήρου τά αἰτήματα τῶν πιστῶν, τῶν
σπευδόντων, Μάρτυς, τῷ ναῷ σου τῷ ἱερῷ, τῷ ἐν Βάστᾳ ὄντι καί δίδου Θεοδώρα, ἀπό
τῶν δωρεῶν σου, χάριν τοῖς χρήζουσι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε
Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε
πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.
Τό
Τρισάγιον,
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.
Ἦχος πλ. β'
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα...
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν...
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Ἐκτενής
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀπολυτίκιον
Ἦχος δ'. Ταχύ προκατάλαβε.
Ὡς δῶρον πολύτιμον καί προσφοράν λογικήν, Χριστῷ
προσενήνοχας, τῷ ἐπί πάντων Θεῷ, τό αἷμα σου, Πανσεμνέ· ὅθεν, ὁσιομάρτυς
Θεοδώρα, δυσώπει, ἄφεσιν τῶν πταισμάτων καί ψυχῶν σωτηρίαν, δοθῆναι τοῖς
εὐφημοῦσι τήν θείαν σου ἄθλησιν.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προστρέχοντας πιστῶς, τῷ ἐν
Βάστᾳ θείῳ ναῷ σου καί τῇ εἰκόνι σου, εὐλαβῶς προσπίπτοντας, Ὁσιομάρτυς Χριστοῦ
Θεοδώρα, ἑκάστοτε ἐκ πάσης ἀνάγκης καί νόσων καί θλίψεων καί βασκανίας δεινῆς,
φύλαττε ἀτρώτους λιταίς σου καί τήν προστασίαν σου δίδου, πᾶσι τοῖς ὑμνοῦσι
τούς ἀγώνας σου.
Ἦχος πλ. δ΄.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων
σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.
Ὁ Ἱερεύς:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε
Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.
Δίστιχον·
Θεοδώρα λύτρωσαι νόσων καί πόνων,
Γεράσιμον σπεύδοντα τῇ χάριτί σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου