Παρασκευή 19 Ιανουαρίου 2018

Παρακλητικός Κανών ΤΩΝ ΑΓΙΟΣΑΒΒΑΪΤΩΝ ΑΝΑΙΡΕΘΕΝΤΩΝ ΠΑΤΕΡΩΝ

ΜΑΡΤΙΟΥ 20 & ΜΑΪΟΥ 16.
(Ὑπὸ Χαραλάμπους Μπούσια)


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν.

Ψαλμὸς ρμβ´ (142).

Κύριε, εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι τὴν δέ­η­σίν μου ἐν τῇ ἀ­λη­θεί­ᾳ σου, εἰ­σά­κου­σόν μου ἐν τῇ δι­και­ο­σύ­νῃ σου. Καὶ μὴ εἰ­σέλ­θῃς εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σου, ὅ­τι οὐ δι­και­ω­θή­σε­ται ἐ­νώ­πι­όν σου πᾶς ζῶν. Ὅ­τι κα­τε­δί­ω­ξεν ὁ ἐ­χθρὸς τὴν ψυ­χήν μου· ἐ­τα­πεί­νω­σεν εἰς γῆν τὴν ζω­ήν μου. Ἐ­κά­θι­σέ με ἐν σκο­τει­νοῖς ὡς νε­κροὺς αἰ­ῶ­νος, καὶ ἠ­κη­δί­α­σεν ἐπ᾿ ἐ­μὲ τὸ πνεῦ­μά μου, ἐν ἐ­μοὶ ἐ­τα­ρά­χθη ἡ καρ­δί­α μου. Ἐ­μνή­σθην ἡ­με­ρῶν ἀρ­χαί­ων, ἐ­με­λέ­τη­σα ἐν πᾶ­σι τοῖς ἔρ­γοις σου, ἐν ποι­ή­μα­σι τῶν χει­ρῶν σου ἐ­με­λέ­των. Δι­ε­πέ­τα­σα πρὸς σὲ τὰς χεῖ­ράς μου· ἡ ψυ­χή μου ὡς γῆ ἄ­νυ­δρός σοι. Τα­χὺ εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐ­ξέ­λι­πε τὸ πνεῦ­μά μου. Μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀπ᾿ ἐ­μοῦ, καὶ ὁ­μοι­ω­θή­σο­μαι τοῖς κα­τα­βαί­νου­σιν εἰς λάκ­κον. Ἀ­κου­στὸν ποί­η­σόν μοι τὸ πρω­ῒ τὸ ἔ­λε­ός σου, ὅ­τι ἐ­πὶ σοὶ ἤλ­πι­σα. Γνώ­ρι­σόν μοι, Κύ­ρι­ε, ὁ­δὸν ἐν ᾗ πο­ρεύ­σο­μαι, ὅ­τι πρὸς σὲ ἦ­ρα τὴν ψυ­χήν μου. Ἐ­ξε­λοῦ με ἐκ τῶν ἐ­χθρῶν μου, Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου. Τὸ Πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει με ἐν γῇ εὐ­θεί­ᾳ· ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου, Κύ­ρι­ε, ζή­σεις με. Ἐν τῇ δι­και­ο­σύ­νῃ σου ἐ­ξά­ξεις ἐκ θλί­ψε­ως τὴν ψυ­χήν μου· καὶ ἐν τῷ ἐ­λέ­ει σου ἐ­ξο­λο­θρεύ­σεις τοὺς ἐ­χθρούς μου· καὶ ἀ­πο­λεῖς πάν­τας τοὺς θλί­βον­τας τὴν ψυ­χήν μου, ὅ­τι ἐ­γώ δοῦ­λός σού εἰ­μι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν. Ἦχος δ´. Ψαλμὸς ριζ´ (117).

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (Ψαλμ. ριζ´ 27,26)
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (Ψαλμ. ριζ´ 1)
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. (Ψαλμ. ριζ´ 10)
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. (Ψαλμ. ριζ´ 10)
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τοὺς ἐν τῇ Λαύρᾳ τοῦ θεόφρονος Σάββα, ἀναιρεθέντας ὑπ’ ἐχθρῶν παρανόμων, Πατέρας ὕμνοις μέλψωμεν πιστοὶ ἐκτενῶς, κράζοντες· παγγέραστοι Ὁσιόαθλοι βλάβης, καὶ πικροῦ τεχνάσματος τοὺς ὑμᾶς εὐφημοῦντας, τοῦ παμβεβήλου ῥύσασθε ταχύ, καὶ ἐκ κινδύνων ἡμᾶς ἀπαλλάξατε.
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σι­ω­πή­σο­μέν πο­τε, Θε­ο­τό­κε, τὰς δυ­να­στεί­ας σου, λα­λεῖν οἱ ἀ­νά­ξι­οι· εἰ­μὴ γὰρ σὺ προ­ΐ­στα­σο πρε­σβεύ­ου­σα, τίς ἡ­μᾶς ἐῤ­ῥύ­σα­το ἐκ το­σού­των κιν­δύ­νων; Τίς δὲ δι­ε­φύ­λα­ξεν ἕ­ως νῦν ἐ­λευ­θέ­ρους; Οὐκ ἀ­πο­στῶ­μεν, Δέ­σποι­να, ἐκ σοῦ· σοὺς γὰρ δού­λους σῴ­ζεις ἀ­εί, ἐκ παν­τοί­ων δει­νῶν.

Ψαλ­μὸς ν´ (50).

Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου. Ἐ­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με. Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­α­παν­τός. Σοὶ μό­νῳ ἥ­μαρ­τον, καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα. Ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου, καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε. Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου. Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας· τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι. Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ, καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι. Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να. Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου, καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον. Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου. Μὴ ἀ­ποῤ­ῥί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ πνεῦ­μά σου τὸ Ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ. Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με. Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι. Ῥῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου. Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου. Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις. Θυ­σί­α τῷ Θε­ῷ, πνεῦ­μα συν­τε­τριμ­μέ­νον, καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει. Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ. Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα. Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.

Καὶ ἀρ­χό­με­θα τοῦ Κα­νό­νος.


Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς: ΟΣΙΟΜΑΡΤΥΡΩΝ ΔΗΜΗ, ΦΡΟΥΡΕΙ ΧΑΡΑΛΑΜΠΗ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὁσιομάρτυρων τὸν ὁρμαθόν, εὐσχημόσιν ὕμνοις, μελῳδήσωμεν οἱ πιατοί, καὶ κράξωμεν· θεῖοι Σαββαΐται, τοὺς ἀνυμνοῦντας ὑμᾶς διασῴζοιτε.
Στυγνῶς ἀνηρέθητε ἀσκηταί, σεπτοὶ Σαββαΐται, ὑπ’ ἀνόμων διὰ Χριστοῦ, τὴν πίστιν εἰς ἥν τοὺς προσιόντας, μετ’ εὐλαβείας ὑμᾶς δυναμώσατε.
Ἰάσεων ὤφθητε ποταμοί, Μαρτύρων φωστῆρες, καὶ ἀζύγων ὑπογραμμοί, οἱ αἵμασιν ἅμα καὶ ἱδρῶσι, τὴν τῆς ψυχῆς ὑμῶν χλαῖναν κοσμήσαντες.
Θεοτοκίον.
Ὁμόνοιαν δώρησαι τοῖς πιστοῖς, ὦ Μῆτερ Ἁγία, τοῦ ταθέντος ἐπὶ Σταυροῦ, Χριστοῦ τοῦ Σωτῆρος καὶ Υἱοῦ σου, τὰ διεστῶτα τοῦ κόσμου ἑνώσαντος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μετανοίας ταῖς τρίβοις, καὶ βιοτῆς κρείττονος, ὡς μοναδικῆς πολιτείας, θεῖα κειμήλια, ἰθύνατέ με ταχύ, Ὁσιομάρτυρες θεῖοι, καὶ ψυχῆς ἀνάπαυσιν, δότε μοι δέομαι.
Ἀληθοῦς ἐγκρατείας, καὶ προσευχῆς ὤφθητε, Σαββαΐται θεῖοι ἀστέρες, κόσμον πυρσεύοντες, καὶ ἀρετῶν τῷ φωτί, καταλαμπρύνετε πάντας, τοὺς ἐν σκότει στένοντας, τῆς ἀπογνώσεως.
Ῥυπαρότητα βίου, καὶ ἡδονὴν πρόσκαιρον, οὐκ ἐνστερνίσθητε ὄντως, Ὁσιομάρτυρες. Διὸ καὶ χαίρετε νῦν, ὐπὲρ ἡμῶν τὸν Δεσπότην, τῶν παθῶν λιτόμενοι, σβέσασθαι τάραχον.
Θεοτοκίον.
Τὸν τοῦ νόμου Δεσπότην, καὶ Ποιητὴν ἄχραντε, τὸν χερσὶ κρατοῦντα τὸν κόσμον, ἐκυοφόρησας. Διὸ πιστῶν οἱ χοροί, δοξολογοῦντες ἀπαύστως, σὲ ἀεὶ προστρέχουσι, τῇ μεσιτείᾳ σου.
Διάσωσον, ἀπὸ κινδύνων χορὲ Ὁσιομαρτύρων, καὶ ἐκ πάσης ἐπιβουλῆς δολίας τοῦ δράκοντος, τοὺς μέλποντας τὰς ὑμῶν ἀριστείας.
Ἐ­πί­βλε­ψον, ἐν εὐ­με­νεί­ᾳ πα­νύ­μνη­τε Θε­ο­τό­κε, ἐ­πὶ τὴν ἐ­μὴν χα­λε­πὴν τοῦ σώ­μα­τος κά­κω­σιν, καὶ ἴ­α­σαι τῆς ψυ­χῆς μου τὸ ἄλ­γος.
Εἶ­τα μνη­μο­νεύ­ει ὁ ἱ­ε­ρεύς, δι᾿ οὓς ἡ πα­ρά­κλη­σις γί­νε­ται, καὶ ἡ­μεῖς μεθ᾿ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λο­μεν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (γ´­).
Ἐ­λέ­η­σον ἡ­μᾶς ὁ Θε­ὸς κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ Πα­τρὸς καὶ Πα­τρι­άρ­χου ἡ­μῶν (δεῖ­νος) καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ (κώ­μῃ, πό­λει, νή­σῳ) ταύ­τῃ, τῶν προ­σκυ­νη­τῶν, ἐ­πι­τρό­πων, συν­δρο­μη­τῶν καὶ ἀ­φι­ε­ρωτων...
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν δού­λων τοῦ Θε­οῦ, (ὀ­νό­μα­τα).
Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ χο­ρός·
Ἀ­μήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πατέρες κλεινοί, σεπτοὶ Ὁσιομάρτυρες, πυρσοὶ τηλαυγεῖς, ἐρήμου λύχνοι ἄσβεστοι, τὰ ὐμῶν παλαίσματα, Σαββαΐται ᾄδοντες κράζομεν· ἐξ ἀῤῥωστίας πόνων ὀχληρῶν, ἀτρώτους ἡμᾶς διατηρήσατε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑμνῳδίαις εὐσχήμοσι, τοὺς Ὁσιομάρτυρας εὐφη-μήσωμεν, Σαββαΐται ἀνακράζοντες, νοσημάτων βόρβορον ἐκπλύνατε.
Ῥύσασθέ με θεόφρονες, ἐκ ῥαδιουργίας τοῦ πολε-μήτορος, οἱ σωφρόνως ἐνασκήσαντες, καὶ αὐτοῦ τὰ βέλη ἀντικρούσαντες.
Ὡς τὸν Κτίστην ποθήσαντες, ἐκ ψυχῆς φωσφόροι Ὁσιομάρτυρες, τῶν παθῶν ἡμῶν τὰ κύματα, ταῖς ὑμῶν λιταῖς καταπραΰνατε.
Θεοτοκίον.
Νοσημάτων παράσχου μοι, καὶ πλημμελημάτων Παρθένε ἴασιν, ἡ τεκοῦσα τὸν φιλάνθρωπον, ἰατρὸν καὶ ῥύστην μόνον Κύριον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δεῦτε εὐλαβῶς, ἀνυμνήσωμεν τοὺς Μάρτυρας, Σαββαΐτας θείους κράζοντες αὐτοῖς· καταῤῥίψατε αἱρέσεως προπύργια.
Ἤμβλυνας ἐχθροῦ, τὴν ἰσχὺν σεπτὴ ὁμήγυρι, τοῦ Παντάνακτος τῷ σθένει διὸ νῦν, τῆς αὐτοῦ ἡμᾶς καθαίρεις μιαρότητος.
Μάστιξι δειναῖς, χειμαζόμενος ὁ δείλαιος, ταῖς ὑμῶν Ὁσιομάρτυρες Χριστοῦ, ἱκεσίαις καταφεύγων διασῳζομαι.
Θεοτοκίον.
Ἐκ τῆς σῆς γαστρός, τῆς δικαιοσύνης Ἥλιος, ἐξανέτειλε τῷ   κόσμῳ   καὶ   αὐτοῦ,   ταῖς   αὐγαῖς   ἀχλὺν   θανάτου
διεσκόρπισεν.

ᾨδὴ ς΄. Τὴν δέησιν.
Φιλάγαθοι, Σαββαΐται ἔρημον, ἐνοικήσαντες συντόνῳ ἀσκήσει, καὶ μαρτυρίῳ πρὸς ἄληκτον δόξαν, εἰς οὐρανίους μονὰς ἐπορεύθητε, πρεσβεύοντες διηνεκῶς, δωρηθῆναι ἡμῖν θεῖον ἔλεος.
Ῥυσθῆναί με, προσβολῶν τοῦ δράκοντος, ἱκετεύσατε κλεινοὶ Σαββαΐται, οἱ προσβολὰς τοῦ δολίου Βελίαρ, τῇ τοῦ Χριστοῦ ἐκδιώξαντες χάριτι, καὶ στέφος ἄφθαρτον διπλοῦν, ἐκλαβόντες ὡς Ὁσιομάρτυρες.
Οἰκτίρατε, τοὺς ἡμᾶς γεραίροντας, ἀθλοφόρων καὶ ἀζύγων ταμεῖα, οἱ βιοτῇ ἐναρέτῳ τῷ Κτίστῃ, εὐαρεστήσαντες καὶ πορφυρώσαντες, αἱμάτων ταῖς ὐμῶν ῥοαῖς, τῆς κοιλάδος τῶν Κέδρων τὸ ἔδαφος.
Θεοτοκίον.
Ὑπάρχουσα, θησαυρὸς τῆς χάριτος, προφητῶν τε καὶ πατέρων τὸ κλέος, τῶν ἀθλητῶν καὶ Ὁσίων ἡ δόξα, πανυπερύμνητε Μῆτερ προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Λυτρωτῇ, τὰς ἀόκνους δεήσεις τῶν δούλων σου.
Διάσωσον, ἀπὸ κινδύνων χορὲ Ὁσιομαρτύρων, καὶ ἐκ πάσης ἐπιβουλῆς δολίας τοῦ δράκοντος, τοὺς μέλποντας τὰς ὑμῶν ἀριστείας.
Ἄ­χραν­τε, ἡ δι­ὰ λό­γου τὸν Λό­γον ἀ­νερ­μη­νεύ­τως, ἐπ᾿ ἐ­σχά­των τῶν ἡ­με­ρῶν τε­κοῦ­σα δυ­σώ­πη­σον, ὡς ἔ­χου­σα μη­τρι­κὴν παῤ­ῥη­σί­αν.

Εἶ­τα μνη­μο­νεύ­ει ὁ ἱ­ε­ρεύς, δι᾿ οὓς ἡ πα­ρά­κλη­σις γί­νε­ται, καὶ ἡ­μεῖς μεθ᾿ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λο­μεν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (γ´­).
Ἐ­λέ­η­σον ἡ­μᾶς ὁ Θε­ὸς κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ Πα­τρὸς καὶ Πα­τρι­άρ­χου ἡ­μῶν (δεῖ­νος) καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ (κώ­μῃ, πό­λει, νή­σῳ) ταύ­τῃ.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν δού­λων τοῦ Θε­οῦ, (ὀ­νό­μα­τα).
Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ χο­ρός· Ἀ­μήν.
Κοντάκιον. Ἦχος β΄. Ταχὺ προκατάλαβε..
Ἀσκηταὶ θεοφόροι ἐρήμου καυχήματα, Σαββαΐται σεμνοὶ καὶ Μαρτύρων κλεΐσματα, ταῖς πρεσβείαις ὑμῶν ἀεὶ προστρέχομεν πιστῶς, ἀναβοῶντες γοερῶς, οἱ δεινῶς χειμαζόμενοι· βίον διάγειν πάντας, ἡσύχιον ἐν συνέσει, καὶ ὁμονοίᾳ ἀγαστῇ, θεοφόροι ἀξιώσατε.
Προκείμενον: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ...
Στίχ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη...
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ιβ΄, 6-12):
Εἶπεν ὁ Κύριος· Πα[ς ὅν ἄν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων...

Δόξα: Ταῖς τῆς σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὅσιοι καὶ Μάρτυρες, Σαββαϊτῶν τὰ πυξία, τῇ ὑμῶν προστρέχομεν, ἀρωγῇ αἰτούμενοι, θεῖον ἔλεος. Φοίνικες πάγκαρποι, ὕδωρ γλυκύτατον, τὸ ἀρδεῦον χθόνα ἔρημον, καὶ εἰς γεώργιον, μεταβάλλον ταύτην πανεύφορον, ὤφθητε ὅθεν μέλεσιν, ἁρμονίοις ᾄδομεν γηθοσύνως, τοὺς ὑμῶν καμάτους, καὶ κράζομεν· Πατέρες παμφαεῖς, δεινῶν παθῶν τὴν κατάσβεσιν, ἅπασι δωρήσασθαι.
Ὁ ἱ­ε­ρεύς·
Σῶ­σον ὁ Θε­ὸς τὸν λα­όν σου, καὶ εὐ­λό­γη­σον τὴν κλη­ρο­νο­μί­αν σου· ἐ­πί­σκε­ψαι τὸν κό­σμον σου ἐν ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς· ὕ­ψω­σον κέ­ρας Χρι­στι­α­νῶν Ὀρ­θο­δό­ξων, καὶ κα­τά­πεμ­ψον ἐφ᾿ ἡ­μᾶς τὰ ἐ­λέ­η σου τὰ πλού­σι­α, πρε­σβεί­αις τῆς πα­να­χράν­του Δε­σποί­νης ἡ­μῶν Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας, δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ Σταυ­ροῦ· τῇ χά­ρι­τι τοῦ πα­να­γί­ου καὶ ζω­ο­δό­χου Τά­φου· προ­στα­σί­αις τῶν τι­μί­ων, ἐ­που­ρα­νί­ων δυ­νά­με­ων Ἀ­σω­μά­των· ἱ­κε­σί­αις τοῦ τι­μί­ου, ἐν­δό­ξου, προ­φή­του, προ­δρό­μου καὶ βα­πτι­στοῦ Ἰ­ω­άν­νου· τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων Ἀ­πο­στό­λων· τοῦ ἁ­γί­ου, ἐν­δό­ξου καὶ πα­νευ­φή­μου Ἀ­πο­στό­λου Ἰ­α­κώ­βου τοῦ Ἀ­δελ­φο­θέ­ου καὶ πρώ­του Ἱ­ε­ράρ­χου τῶν Ἱ­ε­ρο­σο­λύ­μων· τῶν ἐν ἁ­γί­οις Πα­τέ­ρων ἡ­μῶν με­γά­λων Ἱ­ε­ραρ­χῶν καὶ οἰ­κου­με­νι­κῶν δι­δα­σκά­λων, Βα­σι­λεί­ου τοῦ Με­γά­λου, Γρη­γο­ρί­ου τοῦ Θε­ο­λό­γου καὶ Ἰ­ω­άν­νου τοῦ Χρυ­σο­στό­μου, Ἀ­θα­να­σί­ου καὶ Κυ­ρίλ­λου, Ἰ­ω­άν­νου τοῦ Ἐ­λε­ή­μο­νος, πα­τρι­αρ­χῶν Ἀ­λε­ξαν­δρεί­ας, Νι­κο­λά­ου τοῦ ἐν Μύ­ροις, Σπυ­ρί­δω­νος ἐ­πι­σκό­που Τρι­μυ­θοῦν­τος, Νε­κτα­ρί­ου Πεν­τα­πό­λε­ως, τῶν θαυ­μα­τουρ­γῶν· τῶν ἁ­γί­ων ἐν­δό­ξων με­γα­λο­μαρ­τύ­ρων Γε­ωρ­γί­ου τοῦ τρο­παι­ο­φό­ρου, Δη­μη­τρί­ου τοῦ μυ­ρο­βλύ­του, Θε­ο­δώ­ρου τοῦ Τή­ρω­νος, Θε­ο­δώ­ρου τοῦ Στρα­τη­λά­του, Μη­νᾶ τοῦ θαυ­μα­τουρ­γοῦ, καὶ ἱ­ε­ρο­μάρ­τυ­ρος Χα­ρα­λάμ­πους· τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ καλ­λι­νί­κων Μαρ­τύ­ρων· τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων Πα­τέ­ρων ἡ­μῶν· (τοῦ Ἁ­γί­ου τοῦ Να­οῦ, ἐφ᾿ ὅ­σον δὲν ἐ­μνη­μο­νεύ­θη ἐν τοῖς ἄ­νω)· τῶν ἁ­γί­ων ἐν­δό­ξων θε­ο­στέ­πτων με­γά­λων βα­σι­λέ­ων καὶ Ἰ­σα­πο­στό­λων Κων­σταν­τί­νου καὶ Ἑ­λέ­νης· τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης, (ΤΩΝ ΑΓΙΟΣΑΒΒΑΪΤΩΝ ΑΝΑΙΡΕΘΕΝΤΩΝ ΠΑΤΕΡΩΝ καὶ πάν­των σου τῶν ἁ­γί­ων· ἱ­κε­τεύ­ο­μέν σε, μό­νε πο­λυ­έ­λε­ε Κύ­ρι­ε, ἐ­πά­κου­σον ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν δε­ο­μέ­νων σου καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.

Οἱ χο­ροὶ ἐ­ναλ­λὰξ τό· Κύ­ρι­ε, ἐ­λέ­η­σον, τε­τρά­κις ἀ­νὰ τρίς.

Ὁ ἱ­ε­ρεύς·
Ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς, καὶ φι­λαν­θρω­πί­ᾳ τοῦ μο­νο­γε­νοῦς σου Υἱ­οῦ, μεθ᾿ οὗ εὐ­λο­γη­τὸς εἶ, σὺν τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ χο­ρός· Ἀ­μήν.

Εἶτα, ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ῥυπτικαῖς μεσιτείαις, ταῖς ὑμῶν Σαββαΐται οὐλὰς καὶ τραύματα, ψυχῶν τε καὶ σωμάτων, ὑμῶν σαφῶς ἰᾶσθε, οἱ ἀσκήσει καὶ αἵμασι, λαβόντες παρὰ Θεοῦ, τὴν ἰαμάτων χάριν.
Εὐσεβείας καμάτοις, χαμευνίᾳ νηστείᾳ καὶ ῥείθροις αἵματος, πατέρες Σαββαΐται, ἀνήλθετε εἰς πόλον, δυσωποῦντες τὸν Κύριον, ἐκ λοιμικῆς συμφορᾶς, ἡμᾶς ρὑσθῆναι πάντας.
Ἱκετεύσατε θεῖοι, Σαββαΐται πατέρες Χριστὸν τὸν Κύριον, ἀποσοβῆσαι τάχος, ἀσθένειαν καὶ θλίψιν, ἐξ ἡμῶν τῶν ἐν ᾄσμασιν, ἀνευφημούντων ὑμᾶς, ὡς τῆς ἐρήμου κρίνα.
Θεοτοκίον.
Χαριτόβρυτε Κόρη, ἀγαθὴ Θεοτόκε ἐλέους ἄβυσσε, φιλανθρωπίας κρήνη, καὶ ἴαμα νοσούντων, εκτενῶς καθικέτευε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, ὑπὲρ τῶν σὲ ὑμνούντων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀμπλακημάτων, τὸν παντεπόπτην αἰτεῖσθε, παρασχεῖν θεῖοι πατέρες Σαββαΐται, λύσιν τοῖς ὑμνοῦσιν, ὑμᾶς εἰς τοὺς αἰῶνας.
Ῥῶσίν μοι δότε, τῷ ἀνιάτως νοσοῦντι, ἐκ κακίας μισοθέου Σαββαΐται, ὡς τῆς τοῦ Σωτῆρος, ἀγάπης ὑπηρέται.

Ἀνδρειοφρόνως, τὰς τοῦ ἐχθροῦ ἐπιθέσεις, ἀπεκρούσατε ὁπλῖται τῆς ἐρήμου, βοηθοῖ δειχθέντες, τῶν ὑπ’ ἐχθρῶν τρωθέντων.
Θεοτοκίον.
Λιμὴν γενοῦ μοι, τῷ ἐν πελάγει τοῦ βίου, Κοσμοσώτειρα δεινῶς χειμαζομένῳ, ἵνα ἀνυμνῶ σε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀναιρεθέντες ξίφει, πλάνων Σαββαΐται, πρὸς τὴν ἀγήρω πατρίδα μετέστητε, ὑπὲρ ἡμῶν δυσωποῦντες Χριστὸν τὸν Κύριον.
Μὴ παύσητε τὸν Κτίστην, Μάρτυρες αἰτοῦντες, ὑπὲρ ἡμῶν ἵνα βίον διάγωμεν, ἐν ἡσυχίᾳ οἱ πόθῳ ὑμᾶς γεραίροντες.
Πατέρες Σαββαΐται, Ὁσιομαρτύρων, σεπτὴ καὶ σῶφρον
ὁμήγυρις ἴθυνον, ἡμᾶς πρὸς ὅρμον ἀγάπης τε καὶ χρηστότητος.
Θεοτοκίον.
Ἡ Πάναγνος ὑπάρχεις, Μήτηρ τοῦ Ὑψίστου, καὶ παρθενίας Πανάχραντε τέμενος. Διὸ ἀπαύστως σὴν χάριν ἐπικαλούμεθα.

Καὶ εὐ­θύς, τό·

Ἄξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς, μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον, τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον καὶ μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.      
Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βεὶμ καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ, τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν· τὴν ὄν­τως Θε­ο­τό­κον σὲ με­γα­λύ­νο­μεν.
Καὶ θυ­μι­ᾷ ὁ Ἱ­ε­ρεὺς τὸ θυ­σι­α­στή­ρι­ον καὶ τὸν να­όν, ἢ τὸν οἶ­κον ὅ­που ψάλ­λε­ται ἡ Πα­ρά­κλη­σις· καὶ ἡ­μεῖς ψάλ­λο­μεν τὰ:
Μεγαλυνάρια.
Χαίρει ἡ τοῦ Σάββα σεπτὴ μονή, ἔχουσα ἐν κόλποις, τὴν λειψάνων ὑμῶν σορόν, ὥσπερ ἰατρεῖον, ἀδάπανον τοῖς πᾶσι, Πατέρες θεοφόροι, Ὁσιομάρτυρες.
Τοὺς ἀναιρεθέντας ἀνηλεῶς, ἐκ χειρῶν ἀνόμων, μονοτρόπους διὰ Χριστόν, ᾄσωμεν ἐν πίστει, βοῶντες· Σαββαΐται, ἡμᾶς παντοίας βλάβης, τάχος λυτρώσασθε.
Τοὺς Ὁσιομάρτυρας τῆς μονῆς, τοῦ Ὁσίου Σάββα, ἀναμέλψωμεν οἱ πιστοί, τοὺς σφαγιασθέντας, ὑπὸ χειρῶν Ἀράβων, ὡς ἄρνας πανασπίλους, τοῦ Παντοκράτορος.
Ὁσιομαρτύρων σεπτὴν σειράν, τὴν συγκροτηθεῖσαν, ἐκ Πατέρων Σαββαϊτῶν, καὶ ὑπὸ Βλεμμύων, στυγνῶς ἀναιρεθεῖσαν, ἐν ὕμνοις ἐγκωμίων, ἀνευφημήσωμεν.
Πᾶσαι τῶν Ἀγ­γέ­λων αἱ στρα­τι­αί, Πρό­δρο­με Κυ­ρί­ου, Ἀ­πο­στό­λων ἡ δω­δε­κάς, οἱ Ἅ­γι­οι πάν­τες, με­τὰ τῆς Θε­ο­τό­κου ποι­ή­σα­τε πρε­σβεί­αν εἰς τὸ σω­θῆ­ναι ἡ­μᾶς.

Τρισάγιον.
Ἅ­γι­ος ὁ Θε­ός, Ἅ­γι­ος Ἰ­σχυ­ρός, Ἅ­γι­ος Ἀ­θά­να­τος, ἐ­λέ­η­σον ἡ­μᾶς. (ἐκ γ´)
Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.
Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν, ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.
Κύ­ριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δό­ξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πά­τερ ἡ­μῶν, ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου· ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου ὡς ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.
Ὁ ἱ­ε­ρεύς·
Ὅτι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ ἀ­να­γνώ­στης· Ἀμήν.

Οἱ ψάλ­ται τὰ τρο­πά­ρι­α ταῦ­τα.

Ἦ­χος πλ. β´.

Ἐ­λέ­η­σον ἡ­μᾶς, Κύ­ρι­ε, ἐ­λέ­η­σον ἡ­μᾶς· πά­σης γὰρ ἀ­πο­λο­γί­ας ἀ­πο­ροῦν­τες, ταύ­την σοι τὴν ἱ­κε­σί­αν ὡς Δε­σπό­τῃ, οἱ ἁ­μαρ­τω­λοὶ προ­σφέ­ρο­μεν· ἐ­λέ­η­σον ἡ­μᾶς.
Δό­ξα.
Κύ­ρι­ε, ἐ­λέ­η­σον ἡ­μᾶς, ἐ­πὶ σοὶ γὰρ πε­ποί­θα­μεν. Μὴ ὀρ­γι­σθῇς ἡ­μῖν σφό­δρα, μη­δὲ μνη­σθῇς τῶν ἀ­νο­μι­ῶν ἡ­μῶν· ἀλλ᾿ ἐ­πί­βλε­ψον καὶ νῦν ὡς εὔ­σπλαγ­χνος, καὶ λύ­τρω­σαι ἡ­μᾶς ἐκ τῶν ἐ­χθρῶν ἡ­μῶν· Σὺ γὰρ εἶ Θε­ὸς ἡ­μῶν, καὶ ἡ­μεῖς λα­ός σου· πάν­τες ἔρ­γα χει­ρῶν σου, καὶ τὸ ὄ­νο­μά σου ἐ­πι­κε­κλή­με­θα.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τῆς εὐ­σπλαγ­χνί­ας τὴν πύ­λην ἄ­νοι­ξον ἡ­μῖν, εὐ­λο­γη­μέ­νη Θε­ο­τό­κε· ἐλ­πί­ζον­τες εἰς σέ, μὴ ἀ­στο­χή­σαι­μεν· ῥυ­σθεί­η­μεν δι­ὰ σοῦ τῶν πε­ρι­στά­σε­ων· σὺ γὰρ εἶ ἡ σω­τη­ρί­α τοῦ γέ­νους τῶν Χρι­στι­α­νῶν.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀγάπη τοῦ Κτίσαντος, πυρποληθέντες σοφοί, Πατέρες θεόφρονες, πρὸς ἀρετῶν τὰς ὁδούς, ταχὺ ἐχωρήσατε, ὅθεν καὶ τὴν τῶν Ἀράβων, ὐπεμείνατε σπάθην, ἐν τῇ περιωνύμῳ, λαύρᾳ τοῦ θείου Σάββα. Εὐχαῖς δὲ ὑμῶν ἀόκνοις, νόσους ἐλαύνετε.
Ἦχος γ΄. Θείας πίστεως.
Θείου Πνεύματος, τῇ συνεργείᾳ, κατεβάλετε, τοῦ ἀοράτου, δυσμενοῦς ἡμῶν ἐχθροῦ τὰ φρυάγματα, καὶ ταῖς Βλεμμύων ὀρδαῖς ἀντετάχθητε, Ὁσιομάρτυρες θεῖοι γηθόμενοι, ὅθεν ἅπαντες, τὴν μνήμην ὑμῶν δοξάζοντες, πρεσβείας τὰς ὑμῶν ἐπικαλούμεθα.

Εἶ­τα μνη­μο­νεύ­ει ὁ ἱ­ε­ρεύς, δι᾿ οὓς ἡ πα­ρά­κλη­σις γί­νε­ται, καὶ ἡ­μεῖς μεθ᾿ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λο­μεν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (γ´­).
Ἐ­λέ­η­σον ἡ­μᾶς ὁ Θε­ὸς κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ Αρχιεπισκόπου ἡ­μῶν (δεῖ­νος) καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ (κώ­μῃ, πό­λει, νή­σῳ) ταύ­τῃ.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν δού­λων τοῦ Θε­οῦ, (ὀ­νό­μα­τα).
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ δι­α­φυ­λα­χθῆ­ναι τὴν ἁ­γί­αν Ἐκ­κλη­σί­αν (ἢ Μο­νὴν) καὶ τὴν πό­λιν (ἢ κώ­μην, ἢ χώ­ραν, ἢ νῆ­σον) ταύ­την, καὶ πᾶ­σαν πό­λιν καὶ χώ­ραν ἀ­πὸ ὀρ­γῆς, λοι­μοῦ, λι­μοῦ, σει­σμοῦ, κα­τα­πον­τι­σμοῦ, πυ­ρός, μα­χαί­ρας, ἐ­πι­δρο­μῆς ἀλ­λο­φύ­λων, ἐμ­φυ­λί­ου πο­λέ­μου, καὶ αἰφ­νι­δί­ου θα­νά­του· ὑ­πὲρ τοῦ ἵ­λε­ων, εὐ­με­νῆ, καὶ εὐ­δι­άλ­λα­κτον, γε­νέ­σθαι τὸν ἀ­γα­θὸν καὶ φι­λάν­θρω­πον Θε­ὸν ἡ­μῶν, τοῦ ἀ­πο­στρέ­ψαι καὶ δι­α­σκε­δά­σαι πᾶ­σαν ὀρ­γὴν καὶ νό­σον, τὴν καθ᾿ ἡ­μῶν κι­νου­μέ­νην· καὶ ῥύ­σα­σθαι ἡ­μᾶς ἐκ τῆς ἐ­πι­κει­μέ­νης δι­καί­ας αὐ­τοῦ ἀ­πει­λῆς, καὶ ἐ­λε­ῆ­σαι ἡ­μᾶς.
Ἔ­τι δε­ό­με­θα, ὑ­πὲρ τοῦ εἰ­σα­κοῦ­σαι Κύ­ρι­ον τὸν Θε­ὸν φω­νῆς τῆς δε­ή­σε­ως ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν, καὶ ἐ­λε­ῆ­σαι ἡ­μᾶς.
Ἐ­πά­κου­σον ἡ­μῶν, ὁ Θε­ός, ὁ Σω­τὴρ ἡ­μῶν, ἡ ἐλ­πὶς πάν­των τῶν πε­ρά­των τῆς γῆς καὶ τῶν ἐν θα­λάσ­σῃ μα­κράν· καὶ ἵ­λε­ως, ἵ­λε­ως γε­νοῦ ἡ­μῖν, Δέ­σπο­τα ἐ­πὶ ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν, καὶ ἐ­λέ­η­σον ἡ­μᾶς. Ἐ­λε­ή­μων γὰρ καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεὺς ποι­εῖ ἀ­μέ­σως τὴν Ἀ­πό­λυ­σιν.

Δό­ξα σοι, ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.
[Ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν] Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του καὶ πα­να­μώ­μου ἁ­γί­ας αὐ­τοῦ Μη­τρός· δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ Σταυ­ροῦ· τῇ χά­ρι­τι τοῦ πα­να­γί­ου καὶ ζω­ο­δό­χου Τά­φου· προ­στα­σί­αις τῶν τι­μί­ων ἐ­που­ρα­νί­ων δυ­νά­με­ων ἀ­σω­μά­των· ἱ­κε­σί­αις τοῦ τι­μί­ου καὶ ἐν­δό­ξου προ­φή­του, προ­δρό­μου καὶ βα­πτι­στοῦ Ἰ­ω­άν­νου· τῶν ἁ­γί­ων, ἐν­δό­ξων καὶ πα­νευ­φή­μων ἀ­πο­στό­λων· τοῦ ἁ­γί­ου ἐν­δό­ξου καὶ πα­νευ­φή­μου Ἀ­πο­στό­λου Ἰ­α­κώ­βου τοῦ Ἀ­δελ­φο­θέ­ου καὶ πρώ­του Ἱ­ε­ράρ­χου τῶν Ἱ­ε­ρο­σο­λύ­μων· τῶν ἁ­γί­ων, ἐν­δό­ξων καὶ καλ­λι­νί­κων μαρ­τύ­ρων· τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων πα­τέ­ρων ἡ­μῶν· τῶν ἁ­γί­ων ἐν­δό­ξων θε­ο­στέ­πτων με­γά­λων βα­σι­λέ­ων καὶ Ἰ­σα­πο­στό­λων Κων­σταν­τί­νου καὶ Ἑ­λέ­νης· (τοῦ ἁ­γί­ου τοῦ να­οῦ)· τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης· τοῦ ἁ­γί­ου (τῆς ἡ­μέ­ρας), οὗ καὶ τὴν μνή­μην ἐ­πι­τε­λοῦ­μεν, καὶ πάν­των τῶν ἁ­γί­ων ἐ­λε­ή­σαι καὶ σώ­σαι ἡ­μᾶς ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, οἱ τρυχόμενοι πικρῶς, ἐξ ἀῤῥωστημάτων παντοίων, καὶ πόνων ὀδυνηρῶν, τῇ ὑμῶν προστρεχούσι, Πατέρες χάριτι, καὶ λαμβάνουσιν ἴασιν, ψυχῶν καὶ σωμάτων, ὅθεν ἀνακράζουσιν, πάντων ὑπάρχετε, ῥῦσται Σαββαΐται φωσφόροι, καὶ κρουνοὶ κιρνῶντες ἀφθόνως, τοῖς ὑμᾶς γεραίρουσιν ἰάματα.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...

ΔΙ’ ΕΥΧΩΝ....

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου