Παρασκευή 19 Ιανουαρίου 2018

Παρακλητικός Κανών ΑΣΤΕΡΙΟΥ, ΚΛΑΥΔΙΟΥ, ΝΕΩΝΟΣ & ΝΕΟΝΙΛΛΗΣ ΤΩΝ ΑΥΤΑΔΕΛΦΩΝ ΜΑΡΤΥΡΩΝ


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν.

Ψαλμὸς ρμβ´ (142).

Κύριε, εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι τὴν δέ­η­σίν μου ἐν τῇ ἀ­λη­θεί­ᾳ σου, εἰ­σά­κου­σόν μου ἐν τῇ δι­και­ο­σύ­νῃ σου. Καὶ μὴ εἰ­σέλ­θῃς εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σου, ὅ­τι οὐ δι­και­ω­θή­σε­ται ἐ­νώ­πι­όν σου πᾶς ζῶν. Ὅ­τι κα­τε­δί­ω­ξεν ὁ ἐ­χθρὸς τὴν ψυ­χήν μου· ἐ­τα­πεί­νω­σεν εἰς γῆν τὴν ζω­ήν μου. Ἐ­κά­θι­σέ με ἐν σκο­τει­νοῖς ὡς νε­κροὺς αἰ­ῶ­νος, καὶ ἠ­κη­δί­α­σεν ἐπ᾿ ἐ­μὲ τὸ πνεῦ­μά μου, ἐν ἐ­μοὶ ἐ­τα­ρά­χθη ἡ καρ­δί­α μου. Ἐ­μνή­σθην ἡ­με­ρῶν ἀρ­χαί­ων, ἐ­με­λέ­τη­σα ἐν πᾶ­σι τοῖς ἔρ­γοις σου, ἐν ποι­ή­μα­σι τῶν χει­ρῶν σου ἐ­με­λέ­των. Δι­ε­πέ­τα­σα πρὸς σὲ τὰς χεῖ­ράς μου· ἡ ψυ­χή μου ὡς γῆ ἄ­νυ­δρός σοι. Τα­χὺ εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐ­ξέ­λι­πε τὸ πνεῦ­μά μου. Μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀπ᾿ ἐ­μοῦ, καὶ ὁ­μοι­ω­θή­σο­μαι τοῖς κα­τα­βαί­νου­σιν εἰς λάκ­κον. Ἀ­κου­στὸν ποί­η­σόν μοι τὸ πρω­ῒ τὸ ἔ­λε­ός σου, ὅ­τι ἐ­πὶ σοὶ ἤλ­πι­σα. Γνώ­ρι­σόν μοι, Κύ­ρι­ε, ὁ­δὸν ἐν ᾗ πο­ρεύ­σο­μαι, ὅ­τι πρὸς σὲ ἦ­ρα τὴν ψυ­χήν μου. Ἐ­ξε­λοῦ με ἐκ τῶν ἐ­χθρῶν μου, Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου. Τὸ Πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει με ἐν γῇ εὐ­θεί­ᾳ· ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου, Κύ­ρι­ε, ζή­σεις με. Ἐν τῇ δι­και­ο­σύ­νῃ σου ἐ­ξά­ξεις ἐκ θλί­ψε­ως τὴν ψυ­χήν μου· καὶ ἐν τῷ ἐ­λέ­ει σου ἐ­ξο­λο­θρεύ­σεις τοὺς ἐ­χθρούς μου· καὶ ἀ­πο­λεῖς πάν­τας τοὺς θλί­βον­τας τὴν ψυ­χήν μου, ὅ­τι ἐ­γώ δοῦ­λός σού εἰ­μι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν. Ἦχος δ´. Ψαλμὸς ριζ´ (117).

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (Ψαλμ. ριζ´ 27,26)
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (Ψαλμ. ριζ´ 1)
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. (Ψαλμ. ριζ´ 10)
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. (Ψαλμ. ριζ´ 10)
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ μαρτυρίου τὸν ἀγῶνα τελέσας Μάρτυς Ἀστέριε, λαμπρὸς ἐδοξάσθης παρὰ Χριστοῦ ὡς Ἀθλητὴς ἀήττητος, ὅθεν ἀεὶ πρέσβευε πάσης ῥύεσθαι βλάβης καὶ παντοίων θλίψεων, καὶ παθῶν καὶ κινδύνων, τοὺς ἐκζητοῦντας Ἅγιε πιστῶς, τῆς βοηθείας τῆς σῆς τὴν ἀντίληψιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σι­ω­πή­σο­μέν πο­τε, Θε­ο­τό­κε, τὰς δυ­να­στεί­ας σου, λα­λεῖν οἱ ἀ­νά­ξι­οι· εἰ­μὴ γὰρ σὺ προ­ΐ­στα­σο πρε­σβεύ­ου­σα, τίς ἡ­μᾶς ἐῤ­ῥύ­σα­το ἐκ το­σού­των κιν­δύ­νων; Τίς δὲ δι­ε­φύ­λα­ξεν ἕ­ως νῦν ἐ­λευ­θέ­ρους; Οὐκ ἀ­πο­στῶ­μεν, Δέ­σποι­να, ἐκ σοῦ· σοὺς γὰρ δού­λους σῴ­ζεις ἀ­εί, ἐκ παν­τοί­ων δει­νῶν.

Ψαλ­μὸς ν´ (50).

Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου. Ἐ­πὶ πλεῖ­ον πλῦ­νόν με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με. Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­α­παν­τός. Σοὶ μό­νῳ ἥ­μαρ­τον, καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα. Ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου, καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε. Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου. Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας· τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι. Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ, καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι. Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να. Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου, καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον. Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοί, ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου. Μὴ ἀ­ποῤ­ῥί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ πνεῦ­μά σου τὸ Ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ. Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με. Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι. Ῥῦ­σαί με ἐξ αἱ­μά­των, ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου. Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου. Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις. Θυ­σί­α τῷ Θε­ῷ, πνεῦ­μα συν­τε­τριμ­μέ­νον, καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει. Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ. Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα. Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.
Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς: Ἀστέριε, σῷζε σοὺς οἰκέτας. Γερασίμου.

Ὠδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἀθλήσας νομίμως ὑπὲρ Χριστοῦ, Ἀστέριε μάρτυς ἀνομίας πάσης ἡμᾶς, ταῖς σαῖς ἀπολύτρωσαι πρεσβείαις, ὡς ἄν Κυρίῳ ἀμέμπτως λατρεύσωμεν.
Σωμάτων ὀδύνης καὶ τῆς ψυχῆς, ἀπάλλαξον Μάρτυς ἱκεσίαις σου πρὸς Χριστόν, τοὺς πίστει καὶ πόθῳ σὲ τιμῶντας, καὶ τῶν πταισμάτων ἡμῖν αἴτει ἄφεσιν.
Τοῖς πόνοις σου ᾔσχυνας τὸν ἐχθρόν, Ἀστέριε Μάρτυς διὸ πόνων ἡμᾶς πολλῶν, λιταῖς σου ἀπάλλαξον καὶ δίδου, ἡμῖν ἰσχὺν καθαρῶς πολιτεύεσθαι.
Θεοτοκίον.
Ἐτέχθη ἀφθόρως ἐκ σῆς γαστρός, ὁ ἄχρονος Λόγος, ἀλογίας ἐλευθερῶν, τοὺς πίστει τιμῶντάς σε Παρθένε, διὸ φθορᾶς τῶν παθῶν κἀμὲ λύτρωσαι.

Ὠδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ῥύπου πάσης κακίας τοῖς ῥυπτικοῖς νάμασι, τῶν σῶν πρεσβειῶν Ἀθλοφόρε ἡμᾶς ἀπόπλυνον, καὶ ἀσινεῖς ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ Βελίαρ, φύλαττε Ἀστέριε τοὺς σὲ γεραίροντας.
Ἱλασμὸν ἡμῖν αἴτει καὶ τῶν παθῶν ἴασιν, καὶ πλημμελημάτων παντοίων τὴν ἀπολύτρωσιν, Μάρτυς Ἀστέριε, ὡς παῤῥησίαν μεγίστην, μετὰ τῶν συγγόνων σου, ἔχων πρὸς Κύριον.
Ἐκτενῶς ἐκδυσώπει τὸν ἀγαθὸν Κύριον, δοῦναι τοῖς ἱκέταις σου Μάρτυς εἰρήνην ἄνωθεν, καὶ φῶς οὐράνιον, σὺν τοῖς κλεινοῖς ἀδελφοῖς σου, ὡς ἄν βίον ἔνθεον, πολιτευσώμεθα.
Θεοτοκίον.
Σωτηρίας τεκοῦσα τὸν ἀρχηγὸν Ἄχραντε, σάρκα τὴν ἡμῶν εἰληφότα, δι’ ἀγαθότητα αὐτὸν ἱκέτευε, σῶσαι κἀμὲ τὸν ἀχρεῖον, τὸν παραπικράναντα, αὐτοῦ τὸν εὔσπλαγχνον.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀστέριε Ἀθλοφόρε, ἀπὸ πάσης ὀδυνηρᾶς περιστάσεως, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἐ­πί­βλε­ψον, ἐν εὐ­με­νεί­ᾳ πα­νύ­μνη­τε Θε­ο­τό­κε, ἐ­πὶ τὴν ἐ­μὴν χα­λε­πὴν τοῦ σώ­μα­τος κά­κω­σιν, καὶ ἴ­α­σαι τῆς ψυ­χῆς μου τὸ ἄλ­γος.
Εἶ­τα μνη­μο­νεύ­ει ὁ ἱ­ε­ρεύς, δι᾿ οὓς ἡ πα­ρά­κλη­σις γί­νε­ται, καὶ ἡ­μεῖς μεθ᾿ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λο­μεν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (γ´­).
Ἐ­λέ­η­σον ἡ­μᾶς ὁ Θε­ὸς κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ Αρχιεπισκόπου ἡ­μῶν (δεῖ­νος) καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ (κώ­μῃ, πό­λει, νή­σῳ) ταύ­τῃ, τῶν προ­σκυ­νη­τῶν, ἐ­πι­τρό­πων, συν­δρο­μη­τῶν καὶ ἀ­φι­ε­ρω­τῶν τοῦ Πα­να­γί­ου καὶ Ζω­ο­δό­χου Τά­φου καὶ τῆς ἁ­γί­ας Ἐκ­κλη­σί­ας (Μο­νῆς) ταύ­της.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν δού­λων τοῦ Θε­οῦ, (ὀ­νό­μα­τα).
Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ χο­ρός· Ἀ­μήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς Μάρτυς στεῤῥὸς Χριστοῦ τοῦ Παντοκράτορος, δυσώπει ἀεὶ Ἀστέριε μακάριε, μετὰ τῶν αυταδέλφων σου, τοῦ ἐχθροῦ καὶ δεινοῦ κοσμοκράτορος, ἐπηρειῶν ἐκλυτροῦσθαι ἡμᾶς, τοὺς μέλποντας Ἅγιε τοὺς ἄθλους σου.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς θερμὸς ἀντιλήπτωρ μου, ῥύου με Ἀστέριε πάσης θλίψεως, καθ’ ἑκάστην ἐπορέγων μοι, χεῖρας βοηθείας τῷ οἰκέτῃ σου.
Ζάλης πάσης ἀπάλλαττε, τῆς κατὰ ψυχῆς καὶ σῶμα δεόμεθα, τοὺς προστρέχοντας Ἀστέριε, τῇ συμπαθεστάτῃ προστασίᾳ σου.
Ἐν Χριστῷ δυναμούμενοι, Μάρτυρες αὐτάδελφοι ἠγωνίσασθε, και καθείλετε τὸν τύραννον, καὶ προστάται πάντων ἡμῶν ὤφθητε.
Θεοτοκίον.
Σαρκωθεῖς ἐξ αἱμάτων Σου, Ὁ τὸ εἶναι πᾶσι παρέχων Κύριος, προστασίαν Σε ἀνέδειξε, πάντων τῶν ἀνθρώπων Μητροπάρθενε.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄμβρησον ἡμῖν, οικτιρμῶν Χριστοῦ τὸ ἔλεος, ταῖς πρὸς Κύριον πρεσβείαις σου σοφέ, ἵνα πόθῳ σὲ γεραίρομεν Ἀστέριε.
Ὕψωσον ἡμᾶς, ἐκ βυθοῦ τῶν παραπτώσεων, ἐπὶ πέτραν μετανοίας ἀσφαλῆ, τοὺς προστρέχοντας Ἀστέριε τῇ σκέπῃ σου.
Σύμφρων ἐν παντί, τοῖς συγγόνοις σου γενόμενος, σὺν αὐτοῖς κατηγωνίσω τὸν ἐχθρόν, οὗ τῆς λύμης ἡμᾶς λύτρωσαι Ἀστέριε.
Θεοτοκίον.
Ὄρος ὑψηλόν, καὶ κατάσκιον τοῦ Κτίσαντος, ὕψωσόν μου τὴν διάνοιαν Ἁγνή, πρὸς ἀγάπην τοῦ ἐκ σοῦ Παρθένε λάμψαντος.
Ὠδὴ στ΄. Τὴν δέησιν.
Ἰσχύϊ, τῇ θεϊκῇ τὰς ὀδύνας, στεῤῥοτάτῃ καθυπέμεινας γνώμῃ, ὅθεν ἡμᾶς ὀδυνῶν πολυτρόπων, καὶ πειρασμῶν όλεθρίων ἀπάλλαξον, Ἀστέριε Μάρτυς Χριστοῦ καὶ χαρὰν ἡμῖν δίδου ούράνιον.
Καθεῖλες, τὸν πολυμήχανον ὄφιν, ἀνενδότῳ σου ἀθλήσει παμμάκαρ, ὅθεν ἡμᾶς τῆς αὐτοῦ πονηρίας, καὶ κακουργίας ἀτρώτους διάσωζε, πρεσβείαις σου πρὸς τὸν Χριστόν, Ἀθλοφόρε Ἀστέριε ἔνδοξε.
Ἐκ πάσης, φθοροποιοῦ ἀλγηδόνος, καὶ παντοίων παθημάτων καὶ νόσων, καὶ συνοχῆς καὶ στενώσεως πάσης, ἐπερχομένων κινδύνων καὶ θλίψεων, Ἀστέριε Μάρτυς Χριστοῦ, ἀνωτέρους ἡμᾶς διαφύλαττε.
Θεοτοκίον.
Τὸν πάντων, Δημιουργὸν καὶ Δεσπότην, ὅν ἀφράστως ἀπεκύησας Κόρη, ὑπὲρ ἡμῶν ἐκδυσώπει ἀπαύστως, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν, μετάνοιαν εἰλικρινῆ, Θεοτόκε καὶ βίου διόρθωσιν.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀστέριε Ἀθλοφόρε, ἀπὸ πάσης ὀδυνηρᾶς περιστάσεως, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἄ­χραν­τε, ἡ δι­ὰ λό­γου τὸν Λό­γον ἀ­νερ­μη­νεύ­τως, ἐπ᾿ ἐ­σχά­των τῶν ἡ­με­ρῶν τε­κοῦ­σα δυ­σώ­πη­σον, ὡς ἔ­χου­σα μη­τρι­κὴν παῤ­ῥη­σί­αν.
Εἶ­τα μνη­μο­νεύ­ει ὁ ἱ­ε­ρεύς, δι᾿ οὓς ἡ πα­ρά­κλη­σις γί­νε­ται, καὶ ἡ­μεῖς μεθ᾿ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λο­μεν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (γ´­).
Ἐ­λέ­η­σον ἡ­μᾶς ὁ Θε­ὸς κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ Πα­τρὸς καὶ Πα­τρι­άρ­χου ἡ­μῶν (δεῖ­νος) καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ (κώ­μῃ, πό­λει, νή­σῳ) ταύ­τῃ.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν δού­λων τοῦ Θε­οῦ, (ὀ­νό­μα­τα).
Ὅ­τι ἐ­λε­ή­μων καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ χο­ρός· Ἀ­μήν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὥσπερ ἀστὴρ ἐν τοῖς Μάρτυσιν ἔλαμψας, καὶ καταυγάζεις ἡμῶν τὴν διάνοιαν, καὶ νῦν τῶν παθῶν τὴν σκοτόμαιναν, ἐκ τῶν ψυχῶν ἡμῶν λῦσον Ἀστέριε, φωτὶ πρεσβειῶν σου δεόμεθα.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὐπὸ πάντων διὰ τὸ ὄνομά μου, καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.

Δόξα: Ταῖς τῶν Ἀθλοφόρων…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον. Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι.
Ἄστρον φαεινότατον, ἐν Ἀθλοφόροις ἐδείχθης, καὶ σὺν τοῖς ὁμαίμοσι, τὸν τοῦ σκότους ἄρχοντα καταβέβληκας, Ἀθλητὰ ἔνδοξε, Ἀστέριε μάκαρ, διὰ τοῦτό σου δεόμεθα, ἀπαύστως πρέσβευε, μετὰ τῶν κλεινῶν αὐταδέλφων σου, Χριστῷ τῷ πανοικτίρμονι, ἄφεσιν πταισμάτων δωρήσασθαι, καὶ ἰσχὺν διδόναι, πατεῖν τὰς μεθοδείας τοῦ ἐχθροῦ, τοὺς εὐλαβῶς μακαρίζοντας, τοὺς στεῤῥοὺς ἀγῶνάς σου.
Ὁ ἱ­ε­ρεύς·
Σῶ­σον ὁ Θε­ὸς τὸν λα­όν σου, καὶ εὐ­λό­γη­σον τὴν κλη­ρο­νο­μί­αν σου· ἐ­πί­σκε­ψαι τὸν κό­σμον σου ἐν ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς· ὕ­ψω­σον κέ­ρας Χρι­στι­α­νῶν Ὀρ­θο­δό­ξων, καὶ κα­τά­πεμ­ψον ἐφ᾿ ἡ­μᾶς τὰ ἐ­λέ­η σου τὰ πλού­σι­α, πρε­σβεί­αις τῆς πα­να­χράν­του Δε­σποί­νης ἡ­μῶν Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας, δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ Σταυ­ροῦ· τῇ χά­ρι­τι τοῦ πα­να­γί­ου καὶ ζω­ο­δό­χου Τά­φου· προ­στα­σί­αις τῶν τι­μί­ων, ἐ­που­ρα­νί­ων δυ­νά­με­ων Ἀ­σω­μά­των· ἱ­κε­σί­αις τοῦ τι­μί­ου, ἐν­δό­ξου, προ­φή­του, προ­δρό­μου καὶ βα­πτι­στοῦ Ἰ­ω­άν­νου· τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων Ἀ­πο­στό­λων· τοῦ ἁ­γί­ου, ἐν­δό­ξου καὶ πα­νευ­φή­μου Ἀ­πο­στό­λου Ἰ­α­κώ­βου τοῦ Ἀ­δελ­φο­θέ­ου καὶ πρώ­του Ἱ­ε­ράρ­χου τῶν Ἱ­ε­ρο­σο­λύ­μων· τῶν ἐν ἁ­γί­οις Πα­τέ­ρων ἡ­μῶν με­γά­λων Ἱ­ε­ραρ­χῶν καὶ οἰ­κου­με­νι­κῶν δι­δα­σκά­λων, Βα­σι­λεί­ου τοῦ Με­γά­λου, Γρη­γο­ρί­ου τοῦ Θε­ο­λό­γου καὶ Ἰ­ω­άν­νου τοῦ Χρυ­σο­στό­μου, Ἀ­θα­να­σί­ου καὶ Κυ­ρίλ­λου, Ἰ­ω­άν­νου τοῦ Ἐ­λε­ή­μο­νος, πα­τρι­αρ­χῶν Ἀ­λε­ξαν­δρεί­ας, Νι­κο­λά­ου τοῦ ἐν Μύ­ροις, Σπυ­ρί­δω­νος ἐ­πι­σκό­που Τρι­μυ­θοῦν­τος, Νε­κτα­ρί­ου Πεν­τα­πό­λε­ως, τῶν θαυ­μα­τουρ­γῶν· τῶν ἁ­γί­ων ἐν­δό­ξων με­γα­λο­μαρ­τύ­ρων Γε­ωρ­γί­ου τοῦ τρο­παι­ο­φό­ρου, Δη­μη­τρί­ου τοῦ μυ­ρο­βλύ­του, Θε­ο­δώ­ρου τοῦ Τή­ρω­νος, Θε­ο­δώ­ρου τοῦ Στρα­τη­λά­του, Μη­νᾶ τοῦ θαυ­μα­τουρ­γοῦ, καὶ ἱ­ε­ρο­μάρ­τυ­ρος Χα­ρα­λάμ­πους· τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ καλ­λι­νί­κων Μαρ­τύ­ρων· τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων Πα­τέ­ρων ἡ­μῶν· (τοῦ Ἁ­γί­ου τοῦ Να­οῦ, ἐφ᾿ ὅ­σον δὲν ἐ­μνη­μο­νεύ­θη ἐν τοῖς ἄ­νω)· τῶν ἁ­γί­ων ἐν­δό­ξων θε­ο­στέ­πτων με­γά­λων βα­σι­λέ­ων καὶ Ἰ­σα­πο­στό­λων Κων­σταν­τί­νου καὶ Ἑ­λέ­νης· τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης, (των Αγίων ΑΣΤΕΡΙΟΥ, ΚΛΑΥΔΙΟΥ, ΝΕΩΝΟΣ & ΝΕΟΝΙΛΛΗΣ ΑΥΤΑΔΕΛΦΩΝ ΜΑΡΤΥΡΩΝ) καὶ πάν­των σου τῶν ἁ­γί­ων· ἱ­κε­τεύ­ο­μέν σε, μό­νε πο­λυ­έ­λε­ε Κύ­ρι­ε, ἐ­πά­κου­σον ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν δε­ο­μέ­νων σου καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.

Οἱ χο­ροὶ ἐ­ναλ­λὰξ τό· Κύ­ρι­ε, ἐ­λέ­η­σον, τε­τρά­κις ἀ­νὰ τρίς.

Ὁ ἱ­ε­ρεύς·
Ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς, καὶ φι­λαν­θρω­πί­ᾳ τοῦ μο­νο­γε­νοῦς σου Υἱ­οῦ, μεθ᾿ οὗ εὐ­λο­γη­τὸς εἶ, σὺν τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ χο­ρός· Ἀ­μήν.

Εἶτα, ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.

Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Αἰκισμοὺς δριμυτάτους ὑπομείνας κουφίζεις ἡμῶν ἑκάστοτε, τοὺς πόνους καὶ τὰ ἄλγη, τῇ σῇ ἐπιστασίᾳ, τῶν βοώντων Ἀστέριε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Συνοχῆς ὀλεθρίου και παθῶν ἀκαθάρτων ψυχῆς καὶ σώματος, καὶ πάσης ἁμαρτίας ἀπάλλαττε ἀπαύστως, τοὺς βοῶντας Ἀστέριε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γνώμην ἔχοντες μίαν ὁμοφρόνως ἠθλήσατε παναοίδιμοι, τετρὰς ἡ τῶν Μαρτύρων, διὸ ἐν ὁμονοίᾳ καὶ ἀγάπῃ τηρήσατε, ἀπεριτρέπτους ἡμᾶς, αὐτάδελφοι ὁπλῖται.
Θεοτοκίον.
Ἐξ ἐχθρῶν ἀοράτων καὶ ποικίλων σκανδάλων και περιστάσεων, διάσωζε ἀτρώτους, Παρθένε Θεοτόκε, τοὺς ἐν πίστει βοῶντάς σοι· χαῖρε ἡμῶν προσφυγή, καὶ πάντων προστασία.
Ὠδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν παράσχου, ψυχῆς καὶ σώματος Μάρτυς, τοῖς ὑμνοῦσί σου Ἀστέριε τοὺς ἄθλους, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἄνωθεν Μάρτυς, δίδου ἡμῖν ἀοράτως, τὴν ταχεῖάν σου βοήθειαν ἐν πᾶσι, τοῖς ἀνευφημοῦσι, τοὺς ἱεροῦς σου ἄθλους.
Σύντριψον Μάρτυς, τὸν πολυμήχανον ὄφιν, ὠρυόμενον κατὰ τῶν οἰκετῶν σου, καὶ τῆς τούτου βλάβης, ἀτρώτους ἡμᾶς τήρει.
Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ ἐκκάθαρον τὸν νοῦν μου ῥυπωθέντα, ῥεῖθροις σωτηρίοις, τῶν οἰκτιρμῶν σου Κόρη.
Ὠδὴ θ΄ . Κυρίως Θεοτόκον.
Μαρτύρων ταῖς χορείαις, σὺν τοῖς αὐταδέλφοις, συναγελάζων παμμάκαρ Ἀστέριε, σὺν αὐτοῖς αἴτει διδόναι ἡμῖν τὰ κρείττονα.
Ὤ Μάρτυς τοῦ Σωτῆρος, Ἀστέριε μάκαρ, τῆς σωτηρίας ἡμᾶς καταξίωσον, ταῖς πρὸς αὐτὸν μεσιτείαις σου δυσωποῦμέν σε.
Ὑδάτων ζωηῤῥύτων, ἐντρυφῶν ἀΰλως, σὺν τοῖς κλεινοῖς ἀδελφοῖς σου Ἀστέριε, σταγόνα χάριτος θείας κἀμοὶ ἀπόμβρησον.
Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε, ὡς Θεοῦ Μητέρα, καὶ ἀσιγήτως τὸ χαῖρέ σοι κράζομεν, σὺ γὰρ ἐπήγασας κόσμῳ τὴν ἀγαλλίασιν.

Καὶ εὐ­θύς, τό·

Ἄξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς, μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον, τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον καὶ μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.      
Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βεὶμ καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ, τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν· τὴν ὄν­τως Θε­ο­τό­κον σὲ με­γα­λύ­νο­μεν.

Καὶ θυ­μι­ᾷ ὁ Ἱ­ε­ρεὺς τὸ θυ­σι­α­στή­ρι­ον καὶ τὸν να­όν, ἢ τὸν οἶ­κον ὅ­που ψάλ­λε­ται ἡ Πα­ρά­κλη­σις· καὶ ἡ­μεῖς ψάλ­λο­μεν τὰ πα­ρόν­τα Με­γα­λυ­νά­ρι­α.

Μεγαλυνάρια.
Ἄστρον εὐσεβείας θεοφεγγές, Ἀστέριε Μάρτυς ταῖς ἀκτῖσι ταῖς νοηταῖς, τῆς σῆς προστασίας, παθῶν λῦσον τὸν ζόφον, καὶ εὐφροσύνης φέγγος ἡμῖν ἀνάτειλον.
Ἤθλησας Ἀστέριε ἀνδρικῶς, σὺν τοῖς αὐταδέλφοις καὶ κατήσχυνας τὸν ἐχθρόν, οὗ τῆς πονηρίας, ἀπήμονας συντήρει, τοὺς ἐκζητοῦντας Μάρτυς τὴν σὴν βοήθειαν.
Πόνους ἀφορήτους ὑπενεγκών, πόνων ἐκλυτροῦσαι Ἀθλοφόρε καὶ ὀδυνῶν, τοὺς ἐν εὐλαβείᾳ, τῇ θείᾳ σου εἰκόνι, Ἀστέριε ἑστῶτας καὶ εὐφημοῦντάς σε.
Χαίροις αὐταδέλφων τετρὰς σεπτή , Ἀστέριε Νέων Νεονίλλα ἡ θαυμαστή, μετὰ τοῦ Κλαυδίου, τὰ πανευώδη ἄνθη, τὰ πνέοντα τοῖς πᾶσιν, ὀσμὴν οὐράνιον.
Χαίρων ἠγωνίσω ὑπὲρ Χριστοῦ, σαρκὸς ἀφειδήσας, οὐρανόφρονι λογισμῷ, ὅθεν Ἀσωμάτων, συνόμιλος ἐγένου, σὺν τοῖς τρισὶν Ἀστέριε αὐταδέλφοις σου.
Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, Ἀστέριε Μάρτυς, σὺν τοῖς θείοις σου ἀδελφοῖς, ὅπως ἐν εἰρήνῃ, διάγωμεν τὸν βίον, καὶ δόξης οὐρανίου ἀξιωθείημεν.
Πᾶσαι τῶν Ἀγ­γέ­λων αἱ στρα­τι­αί, Πρό­δρο­με Κυ­ρί­ου, Ἀ­πο­στό­λων ἡ δω­δε­κάς, οἱ Ἅ­γι­οι πάν­τες, με­τὰ τῆς Θε­ο­τό­κου ποι­ή­σα­τε πρε­σβεί­αν εἰς τὸ σω­θῆ­ναι ἡ­μᾶς

Ὁ ἀ­να­γνώ­στης·

Ἅ­γι­ος ὁ Θε­ός, Ἅ­γι­ος Ἰ­σχυ­ρός, Ἅ­γι­ος Ἀ­θά­να­τος, ἐ­λέ­η­σον ἡ­μᾶς. (ἐκ γ´)
Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.
Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν, ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.
Κύ­ριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δό­ξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πά­τερ ἡ­μῶν, ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου· ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου ὡς ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.
Ὁ ἱ­ε­ρεύς·
Ὅτι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ ἀ­να­γνώ­στης·
Ἀμήν.

Οἱ ψάλ­ται τὰ τρο­πά­ρι­α ταῦ­τα.

Ἦ­χος πλ. β´.

Ἐ­λέ­η­σον ἡ­μᾶς, Κύ­ρι­ε, ἐ­λέ­η­σον ἡ­μᾶς· πά­σης γὰρ ἀ­πο­λο­γί­ας ἀ­πο­ροῦν­τες, ταύ­την σοι τὴν ἱ­κε­σί­αν ὡς Δε­σπό­τῃ, οἱ ἁ­μαρ­τω­λοὶ προ­σφέ­ρο­μεν· ἐ­λέ­η­σον ἡ­μᾶς.
Δό­ξα.
Κύ­ρι­ε, ἐ­λέ­η­σον ἡ­μᾶς, ἐ­πὶ σοὶ γὰρ πε­ποί­θα­μεν. Μὴ ὀρ­γι­σθῇς ἡ­μῖν σφό­δρα, μη­δὲ μνη­σθῇς τῶν ἀ­νο­μι­ῶν ἡ­μῶν· ἀλλ᾿ ἐ­πί­βλε­ψον καὶ νῦν ὡς εὔ­σπλαγ­χνος, καὶ λύ­τρω­σαι ἡ­μᾶς ἐκ τῶν ἐ­χθρῶν ἡ­μῶν· Σὺ γὰρ εἶ Θε­ὸς ἡ­μῶν, καὶ ἡ­μεῖς λα­ός σου· πάν­τες ἔρ­γα χει­ρῶν σου, καὶ τὸ ὄ­νο­μά σου ἐ­πι­κε­κλή­με­θα.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τῆς εὐ­σπλαγ­χνί­ας τὴν πύ­λην ἄ­νοι­ξον ἡ­μῖν, εὐ­λο­γη­μέ­νη Θε­ο­τό­κε· ἐλ­πί­ζον­τες εἰς σέ, μὴ ἀ­στο­χή­σαι­μεν· ῥυ­σθεί­η­μεν δι­ὰ σοῦ τῶν πε­ρι­στά­σε­ων· σὺ γὰρ εἶ ἡ σω­τη­ρί­α τοῦ γέ­νους τῶν Χρι­στι­α­νῶν.
Κα­τὰ τὴν πε­ρί­ο­δον τῶν Πα­ρα­κλή­σε­ων τοῦ 15-Αὐ­γού­στου, ἀν­τὶ τῶν ἀ­νω­τέ­ρω Τρο­πα­ρί­ων, ψάλ­λον­ται·
Τὸ Ἀ­πο­λυ­τί­κι­ον τοῦ Ἁ­γί­ου (τῆς ἡ­μέ­ρας) καὶ τὸ Θε­ο­το­κί­ον τοῦ αὐ­τοῦ ἤ­χου.
Εἶ­τα μνη­μο­νεύ­ει ὁ ἱ­ε­ρεύς, δι᾿ οὓς ἡ πα­ρά­κλη­σις γί­νε­ται, καὶ ἡ­μεῖς μεθ᾿ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λο­μεν τὸ Κύ­ρι­ε, ἐ­λέ­η­σον (γ´­).
Ἐ­λέ­η­σον ἡ­μᾶς ὁ Θε­ὸς κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, δε­ό­με­θά σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ Πα­τρὸς καὶ Πα­τρι­άρ­χου ἡ­μῶν (δεῖ­νος) καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στι­α­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ (κώ­μῃ, πό­λει, νή­σῳ) ταύ­τῃ, τῶν προ­σκυ­νη­τῶν, ἐ­πι­τρό­πων, συν­δρο­μη­τῶν καὶ ἀ­φι­ε­ρω­τῶν τοῦ Πα­να­γί­ου καὶ Ζω­ο­δό­χου Τά­φου καὶ τῆς ἁ­γί­ας Ἐκ­κλη­σί­ας (Μο­νῆς) ταύ­της.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν δού­λων τοῦ Θε­οῦ, (ὀ­νό­μα­τα).
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ δι­α­φυ­λα­χθῆ­ναι τὴν ἁ­γί­αν Ἐκ­κλη­σί­αν (ἢ Μο­νὴν) καὶ τὴν πό­λιν (ἢ κώ­μην, ἢ χώ­ραν, ἢ νῆ­σον) ταύ­την, καὶ πᾶ­σαν πό­λιν καὶ χώ­ραν ἀ­πὸ ὀρ­γῆς, λοι­μοῦ, λι­μοῦ, σει­σμοῦ, κα­τα­πον­τι­σμοῦ, πυ­ρός, μα­χαί­ρας, ἐ­πι­δρο­μῆς ἀλ­λο­φύ­λων, ἐμ­φυ­λί­ου πο­λέ­μου, καὶ αἰφ­νι­δί­ου θα­νά­του· ὑ­πὲρ τοῦ ἵ­λε­ων, εὐ­με­νῆ, καὶ εὐ­δι­άλ­λα­κτον, γε­νέ­σθαι τὸν ἀ­γα­θὸν καὶ φι­λάν­θρω­πον Θε­ὸν ἡ­μῶν, τοῦ ἀ­πο­στρέ­ψαι καὶ δι­α­σκε­δά­σαι πᾶ­σαν ὀρ­γὴν καὶ νό­σον, τὴν καθ᾿ ἡ­μῶν κι­νου­μέ­νην· καὶ ῥύ­σα­σθαι ἡ­μᾶς ἐκ τῆς ἐ­πι­κει­μέ­νης δι­καί­ας αὐ­τοῦ ἀ­πει­λῆς, καὶ ἐ­λε­ῆ­σαι ἡ­μᾶς.
Ἔ­τι δε­ό­με­θα, ὑ­πὲρ τοῦ εἰ­σα­κοῦ­σαι Κύ­ρι­ον τὸν Θε­ὸν φω­νῆς τῆς δε­ή­σε­ως ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν, καὶ ἐ­λε­ῆ­σαι ἡ­μᾶς.
Ἐ­πά­κου­σον ἡ­μῶν, ὁ Θε­ός, ὁ Σω­τὴρ ἡ­μῶν, ἡ ἐλ­πὶς πάν­των τῶν πε­ρά­των τῆς γῆς καὶ τῶν ἐν θα­λάσ­σῃ μα­κράν· καὶ ἵ­λε­ως, ἵ­λε­ως γε­νοῦ ἡ­μῖν, Δέ­σπο­τα ἐ­πὶ ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν, καὶ ἐ­λέ­η­σον ἡ­μᾶς. Ἐ­λε­ή­μων γὰρ καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ὁ ἱ­ε­ρεὺς ποι­εῖ ἀ­μέ­σως τὴν Ἀ­πό­λυ­σιν.

Δό­ξα σοι, ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.
[Ὁ ἀ­να­στὰς ἐκ νε­κρῶν] Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του καὶ πα­να­μώ­μου ἁ­γί­ας αὐ­τοῦ Μη­τρός· δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ Σταυ­ροῦ· τῇ χά­ρι­τι τοῦ πα­να­γί­ου καὶ ζω­ο­δό­χου Τά­φου· προ­στα­σί­αις τῶν τι­μί­ων ἐ­που­ρα­νί­ων δυ­νά­με­ων ἀ­σω­μά­των· ἱ­κε­σί­αις τοῦ τι­μί­ου καὶ ἐν­δό­ξου προ­φή­του, προ­δρό­μου καὶ βα­πτι­στοῦ Ἰ­ω­άν­νου· τῶν ἁ­γί­ων, ἐν­δό­ξων καὶ πα­νευ­φή­μων ἀ­πο­στό­λων· τοῦ ἁ­γί­ου ἐν­δό­ξου καὶ πα­νευ­φή­μου Ἀ­πο­στό­λου Ἰ­α­κώ­βου τοῦ Ἀ­δελ­φο­θέ­ου καὶ πρώ­του Ἱ­ε­ράρ­χου τῶν Ἱ­ε­ρο­σο­λύ­μων· τῶν ἁ­γί­ων, ἐν­δό­ξων καὶ καλ­λι­νί­κων μαρ­τύ­ρων· τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων πα­τέ­ρων ἡ­μῶν· τῶν ἁ­γί­ων ἐν­δό­ξων θε­ο­στέ­πτων με­γά­λων βα­σι­λέ­ων καὶ Ἰ­σα­πο­στό­λων Κων­σταν­τί­νου καὶ Ἑ­λέ­νης· (τοῦ ἁ­γί­ου τοῦ να­οῦ)· τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης· τῶν ἁ­γί­ων (ΑΣΤΕΡΙΟΥ, ΚΛΑΥΔΙΟΥ, ΝΕΩΝΟΣ & ΝΕΟΝΙΛΛΗΣ ΑΥΤΑΔΕΛΦΩΝ ΜΑΡΤΥΡΩΝ), ὧν καὶ τὴν μνή­μην ἐ­πι­τε­λοῦ­μεν, καὶ πάν­των τῶν ἁ­γί­ων ἐ­λε­ή­σαι καὶ σώ­σαι ἡ­μᾶς ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς, Ἀθλοφόρε τοῦ Χριστοῦ, ἔχων πρὸς αὐτὸν παῤῥησίαν ἀπαύστως πρέσβευε, Ἅγιε Ἀστέριε, σὺν τοῖς ὁμαίμοσι, πάσης ῥύεσθαι θλίψεως, καὶ πάσης ἀνάγκης, τοὺς θερμῶς προστρέχοντας, τῇ ἀντιλήψει σου, λύων συμφορῶν τὸν χειμῶνα, καὶ χαρὰν τὴν θείαν παρέχων, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Δέσποινα πρόσδεξαι…

Τὴν πᾶσαν ἐλπίδα μου.


Δίστιχον.
Τήνδε τὴν δέησιν Ἀστέριε δέξαι,
Καὶ δίδου τὴν χάριν σου τῷ Γερασίμῳ.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου