ΣΕΠΤΕΜΒΡΙΟΥ 13
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε·
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν.
Ψαλμὸς ρμβ´ (142).
Κύριε, εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν
μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου
σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς
τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς
ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη
ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις
σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς
μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε
τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός
σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι,
ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς
σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός
σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν
ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς
πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σού εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν. Ἦχος δ´. Ψαλμὸς ριζ´ (117).
Θεὸς
Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (Ψαλμ. ριζ´ 27,26)
Στίχ. α´.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (Ψαλμ. ριζ´ 1)
Θεὸς
Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. (Ψαλμ. ριζ´ 10)
Θεὸς
Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ
Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. (Ψαλμ. ριζ´ 10)
Θεὸς
Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Ἀθηνῶν τὸν εὐθαλέστατον
γόνον, καὶ ἄνθος εὔοσμον Χριστοῦ Ἐκκλησίας, ὀδμαῖς τὸν
καθηδύναντα ἀνδρείας ψυχῆς, εὐσεβῶν ὁμήγυριν εὐφημήσωμεν
πόθῳ, Ἀριστείδην
πάνσοφον, ὡς φιλόσοφον θεῖον, καὶ ἀθλητὴν γενναῖον τὰς αὐτοῦ, πρὸς τὸν Σωτῆρα, λιτὰς ἐξαιτούμενοι.
Δόξα. Τὸ αὐτό.
Τῶν Ἀθηνῶν τὸν εὐθαλέστατον
γόνον, καὶ ἄνθος εὔοσμον Χριστοῦ Ἐκκλησίας, ὀδμαῖς τὸν
καθηδύναντα ἀνδρείας ψυχῆς, εὐσεβῶν ὁμήγυριν εὐφημήσωμεν
πόθῳ, Ἀριστείδην
πάνσοφον, ὡς φιλόσοφον θεῖον, καὶ ἀθλητὴν γενναῖον τὰς αὐτοῦ, πρὸς τὸν Σωτῆρα, λιτὰς ἐξαιτούμενοι.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ
σιωπήσομεν πότε, Θεοτόκε, τὰς δυναστείας
σου λαλεῖν, οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ
δούλους σῴζεις ἀεὶ ἐκ
παντοίων δεινῶν.
Ψαλμὸς ν´ (50).
Ἐλέησόν
με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας
μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ
γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον,
καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις
σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην,
καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας·
τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ,
καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας
μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου
σου, καὶ τὸ πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν
ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί
με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά
μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα
μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον,
καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν
καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: «Ὁδὸν ἀρίστην, Ἀριστείδη, δεῖξόν μοι. Χ. Μ. Μ.»
Ὠδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ὁδόν μοι ὑπόδειξον ἀθλητά,
κλεινὲ Ἀριστείδη,
τὴν ἀπάγουσαν
πρὸς ζωήν, ἀγήρω ἣν ἤνυσας
πανσόφως, διὰ στεῤῥοῦ μαρτυρίου φιλόσοφε.
Δυνάμωσον φρόνημα τῶν πιστῶς, σὲ μακαριζόντων Ἀριστείδη
ὡς ἰσχυρόν,
τῆς πίστεως ἄνδρα καὶ μαρτύρων, τῆς εὐσεβείας λαμπρὸν
σεμνολόγημα.
Ὁ γόνος ὁ ἔνδοξος Ἀθηνῶν, τοῦ Διονυσίου εὐπειθέστατος
μαθητής, Χριστὸν Ἀριστείδη
ἐκδυσώπει, ὑπὲρ ἡμῶν τῶν
τιμώντων σε ᾄσμασι.
Θεοτοκίον.
Ναὲ ἀχειρότευκτε τοῦ Υἱοῦ, Θεοῦ τοῦ Ὑψίστου τοὺς τιμῶντάς σε εὐλαβῶς, ναοὺς εὐπρεπεῖς ἡμᾶς
Παρθένε, ἁγνείας δεῖξον καὶ βίου σεμνότητος.
Ὠδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἀριστείδη
ἄλκιφρον τῶν ἀθλητῶν
καύχημα, ὁ ἐν ταῖς Ἀθήναις
κηρύττων ὄνομα πάνσεπτον, τοῦ Ζωοδότου Χριστοῦ, ὁμολογεῖν παῤῥησίᾳ, τὴν Αὐτοῦ ἀξίωσον κλῆσίν με
πάντοτε.
Ῥάβδῳ ἀπολογίας
τῆς σῆς λαμπρᾶς ἔνδοξε, τῶν διωκομένων χορείαν πάντων ἐστήριξας, χριστιανῶν ἀθλητά,
περιφανὲς Ἀριστείδη,
ἀδυνάτων στήριγμα καταφευγόντων σοι.
Ἰθυνόμενος
φόβῳ τῷ τοῦ Θεοῦ
σκάμματα, χαίρων μαρτυρίου ὑπῆλθες καὶ
κατεσκήνωσας, εἰς οὐρανίους
μονάς, ἔνθα Χριστὸν Ἀριστείδη, δυσωπεῖς διδόναι μοι ἄμφω ὑγίειαν.
Θεοτοκίον.
Στηριγμὸς ἀδυνάτων
Μῆτερ Θεοῦ ἄχραντε, Κεχαριτωμένη Παρθένε πέλεις ἀείποτε, καὶ πάντων
καταφυγή, ἐμπεριστάτων ταχεῖα· ὅθεν σὲ γεραίρομεν ὕμνοις καὶ ᾄσμασι.
Ἐνίσχυσον,
ἡμᾶς πατῆσαι ἐνέδρας
τοῦ μισοκάλου, Ἀριστείδη
τοὺς εὐλαβῶς τιμῶντας σὴν ἄθλησιν,
καὶ σὴν ἀπαιώρησιν ἐν ἀγχόνῃ.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα μνημονεύει ὁ ἱερεύς, δι᾿ οὓς ἡ παράκλησις γίνεται,
καὶ ἡμεῖς μεθ᾿ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε,
ἐλέησον (γ´).
Ἐλέησον
ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα
ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.
Ἔτι
δεόμεθα ὑπὲρ τοῦ Πατρὸς καὶ Πατριάρχου ἡμῶν (δεῖνος)
καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι
δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων
τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων
ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ.
Ἔτι δεόμεθα
ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος
Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ
τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Βλαστὲ Ἀθηνῶν καὶ μάρτυς ἀκατάβλητε, ἀπολογητῶν τῆς
πίστεως θησαύρισμα, καὶ λαμπρὲ
φιλόσοφε Ἀριστείδη ἐκλύτρωσαι,
θλίψεων καὶ συμφορῶν καὶ νόσων ζοφερῶν, τοὺς ὕμνοις εὐτάκτοις σὲ
γεραίροντας.
Ὠδὴ δ´. Εἰσακήκοα, Κύριε.
Τῆς σαρκὸς καταπράϋνον, τὰς ἐπαναστάσεις
σαῖς παρακλήσεσιν, Ἀριστείδη πρὸς τὸν Κύριον, Ἀθηνῶν μαρτύρων ἐγκαλλώπισμα.
Ἡ τιμία
σου ἄθλησις ἔδωκέ σοι
δύναμιν τὸν Παντάνακτα, δυσωπεῖν ὑπὲρ τῶν ᾄσμασιν, Ἀριστείδη
νῦν μακαριζόντων σε.
Νικητὰς τοὺς ἱκέτας σου, δεῖξον ἐν ταῖς μάχαις
κατὰ τοῦ
δαίμονο0ς, τοὺς εἰλικρινῶς ὑμνοῦντάς σε, Ἀριστείδη
Μάρτυς γενναιότατε.
Θεοτοκίον.
Ἀριστείδου
δεήσεσιν, Ἀθηνῶν στεῤῥόφρονος καλλι-μάρτυρος, ὑπερύμνητε Μητρόθεε, περιφρούρει πάντοτε σοὺς πρόσφυγας.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥῦσαι δυσμενοῦς ἐπηρείας τοὺς ἱκέτας σου, Ἀριστείδη
τοὺς τιμῶντας εὐλαβῶς, ἐν Ἀθήναις τὴν τιμίαν σου ἐνάθλησιν.
Ἵλεων ἡμῖν, τὸν Θεάνθρωπον ἀπέργασαι,
Οὗ τὸ ὄνομα ἐκήρυξας
τρανῶς, Ἀριστείδη
πρὸ λατρῶν εἰδώλων βήματος.
Σοῦ τὴν γεραράν, ἐν ἀγχόνῃ ἀπαιώρησιν, Ἀριστείδη
ἀνυμνοῦντες σὰς λιτάς, ἐκδεχόμεθα
πρὸς σὲ τὸν ἐνισχύσαντα.
Θεοτοκίον.
Τείχισον ἡμᾶς,
προστασίᾳ τῇ ἐνθέρμῳ σου,
Θεοτόκε Ὀρθοδόξων ἀρωγῆς, τεῖχος ἄσειστον καὶ σκέπη τῶν ὑμνούντων
σε.
Ὠδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Ἐπάκουσον,
τῆς ἡμῶν δεήσεως, Ἀριστείδη
ἀριστεῦ τοῦ σταδίου, ὁ εἰληφὼς δαψιλῶς θείαν χάριν, ὑπὲρ ἡμῶν ἱκετεύειν τὸν
Κύριον, τῶν ἐκτελούντων
εὐλαβῶς ,ἐν Ἀθήναις σὴν πάνσεπτον ἄθλησιν.
Ἱλέωσαι, Ἀριστείδη Κύριον, καλλιμάρτυς Ἀθηνῶν
τροπαιοῦχε, ἡμῖν τοῖς σὲ μεγαλύνουσιν ὕμνοις, ὡς φιλοσόφων ἐνθέων ἀκρώρειαν, καὶ πάντων ἀπολογητῶν, εὐσεβείας Χριστοῦ μέγαν ῥήτορα.
Δραξάμενος, ἀφθαρσίας στέφανον, ἐκ χειρῶν τοῦ Ἰησοῦ Ἀριστείδη,
ὤφθης Ἐδὲμ τῆς τερπνῆς κληρονόμος, εἰς ἣν ἡμᾶς εἰσελθεῖν τὸν Θεάνθρωπον, καθικετεύεις ἐκτενῶς, τοὺς τιμῶντας σὴν ἔνδοξον ἄθλησιν.
Θεοτοκίον.
Ἡ
σύναξις, ἀθλητῶν τῆς πίστεως, ἐν τῷ πόλῳ Θεοτόκε
συγχαίρει, σοὶ καὶ Υἱῷ σου τῷ θείῳ πρεσβεύει, ὑπὲρ ἡμῶν Ἀριστείδου
τὴν εὔκλειαν, ὑμνούντων τὴν ἐν οὐρανοῖς, ἥνπερ ἔχει ὡς μάρτυς
ἀήττητος.
Ἐνίσχυσον,
ἡμᾶς πατῆσαι ἐνέδρας
τοῦ μισοκάλου, Ἀριστείδη
τοὺς εὐλαβῶς τιμῶντας σὴν ἄθλησιν
καὶ σὴν ἀπαιώρησιν ἐν ἀγχόνῃ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως
ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Εἶτα μνημονεύει ὁ ἱερεύς, δι᾿ οὓς ἡ παράκλησις γίνεται,
καὶ ἡμεῖς μεθ᾿ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε,
ἐλέησον (γ´).
Ἐλέησον
ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα
ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.
Ἔτι
δεόμεθα ὑπὲρ τοῦ Πατρὸς καὶ Πατριάρχου ἡμῶν (δεῖνος)
καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι
δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων
τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων
ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ.
Ἔτι
δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ
καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τῶν Ἀθηνῶν θεῖε γόνε καὶ
καύχημα, καὶ ἀθλητῶν πολυτίμητον κόσμημα, θεοειδὲς Ἀριστείδη,
τὸν Κύριον ὑπὲρ ἡμῶν ἐκδυσώπει
ἀείποτε, λαμπρῶς ἐκτελούντων τὴν μνήμην
σου.
Προκείμενον. Ἦχος δ´:
Θαυμαστός, ὁ Θεός, ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στίχος: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον· Ἐκ τοῦ κατὰ Ἰωάννην (ιε´ 17-27, ιστ´ 12).
(Ζήτει 23/4 εἰς τὴν
Λειτουργίαν τοῦ ἁγίου
Γεωργίου τοῦ Τροπαιοφόρου.)
Δόξα:
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου
πρεσβείαις Ἐλεῆμον...
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στίχος: Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός,..
Ἀριστείδη
ἄλκιμε, τῶν ἀθλητῶν
κοσμιότης, ὑπεραμυνόμενος χριστωνύμων τάγματος τῆς πατρίδος σου, τοῦ κλεινοῦ ἄστεως, Ἀθηνῶν ἀγχόνης,
κατωδύνου πεῖραν ἔλαβες,
καὶ συνηρίθμησαι, δήμοις τῶν μαρτύρων τῆς
πίστεως, μεθ᾿ ὧν ἀεὶ τὸν Κύριον, δυσωπεῖς ὑπὲρ τῶν
τιμώντων σε, καὶ ἐν εὐλαβείᾳ σὴν ἔνστασιν ὑμνούντων τὴν στεῤῥάν, πρὸ τῶν σεβόντων τὰ ἄψυχα, εἴδωλα τοῦ βήματος.
Ὁ ἱερεύς·
Σῶσον ὁ Θεὸς τὸν λαόν σου, καὶ
εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει
καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον
ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια, πρεσβείαις τῆς παναχράντου Δεσποίνης
ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ
Σταυροῦ· τῇ χάριτι τοῦ παναγίου καὶ ζωοδόχου Τάφου· προστασίαις
τῶν τιμίων, ἐπουρανίων δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου,
ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων
καὶ πανευφήμων Ἀποστόλων· τοῦ ἁγίου, ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου
Ἰακώβου τοῦ Ἀδελφοθέου καὶ πρώτου Ἱεράρχου τῶν Ἱεροσολύμων· τῶν
ἐν ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων,
Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου,
Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας,
Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, Νεκταρίου
Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων
Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλύτου, Θεοδώρου
τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ, καὶ ἱερομάρτυρος
Χαραλάμπους· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων
καὶ θεοφόρων Πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ᾿ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς
ἄνω)· τῶν ἁγίων ἐνδόξων θεοστέπτων
μεγάλων βασιλέων καὶ Ἰσαποστόλων Κωνσταντίνου καὶ Ἑλένης· τῶν ἁγίων
καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζηται) καὶ πάντων
σου τῶν ἁγίων· ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν
τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.
Οἱ χοροὶ ἐναλλὰξ τό· Κύριε, ἐλέησον, τετράκις
ἀνὰ τρίς.
Ὁ ἱερεύς·
Ἐλέει
καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς
εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δυναμούμενος σθένει, Ἀριστείδη τρισμάκαρ Χριστοῦ ἐνήθλησας,
στεῤῥῶς ἐν ταῖς Ἀθήναις,
καὶ εἴληφας τὴν χάριν, δυσωπεῖν τὸν
Παντάνακτα, ὑπὲρ ἰσχύος πιστῶν, καὶ ῥώσεως καὶ σθένους.
Εὐσεβείας ἀμύντωρ, καὶ ὀλέτης εἰδώλων
λατρῶν δριμύτατος, ἐδείχθης Ἀριστείδη, θερμὲ πιστῶν ἀκέστορ, ὁ θερμῶς
προσευχόμενος, ἐν λόφῳ
Λυκαβητοῦ, σπηλαίῳ τῷ ἡσύχῳ.
Ἱεράρχου ὁσίου, θείου Ἱεροθέου
καὶ τοῦ
πιστεύσαντος, τοῖς λόγοις θείου Παύλου, σεπτοῦ Διονυσίου, μαθητὰ εὐπειθέστατε,
ἡμῖν ὁδὸν
σωστικήν, ὦ Ἀριστείδη
δεῖξον.
Θεοτοκίον.
Ξύλου ἐπαπολαύειν τῆς ζωῆς σοὺς οἰκέτας ταχὺ ἀνάδειξον, τοὺς
μεγαλύνοντάς σε, ὡς δένδρον σωτηρίας χοϊκῶν Μητροπάρθενε, πεφυτευμένον ἐν γῇ, χειρὶ τοῦ
Πλαστουργέτου.
Ὠδὴ η´. Τὸν Βασιλέα.
Ὁμολογοῦντες, τὴν σὴν θερμὴν
προστασίαν, πρὸς ἡμᾶς Ἀριστείδη
αἰνοῦμεν, τὸν ἰσχύσαντά
σε, ἐν μέσῳ τοῦ σταδίου.
Νενεκρωμένον, τῇ ἁμαρτίᾳ ἱκέτην, τῆς σῆς
χάριτος ζώωσον μάρτυς, Ἀριστείδη αὔραις, ἐνθέρμων πρεσβειῶν σου.
Μαρτύρων γέρας, τῶν Ἀθηνῶν Ἀριστείδη,
μὴ παρίδῃς ἡμῶν τὰς αἰτήσεις
σου, τῶν ἀνυμνούντων
τοῦ μαρτυρίου ἄθλους.
Θεοτοκίον.
Ὁδήγησόν
με, πρὸς οὐρανίους ἐπάλξεις, Ἀριστείδου
θερμαῖς ἱκεσίαις,
Κεχαριτωμένη Κυρία Θεοτόκε.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν Χριστοῦ
προσώπου, κάλλος Ἀριστείδη, ἐν οὐρανίαις σκηναῖς τὸ ἀμήχανον,
ἀξίωσόν με τὸν πίστει
ἀνευφημοῦντά σε.
Χριστιανῶν χορείας, τῆς ἐν ταῖς Ἀθήναις, προασπιστὰ Ἀριστείδη
πανεύφημε, ἔσο ἡμῶν παραστάτης ἐν βίου
κλύδωσι.
Μὴ παύσῃ τὸν
Δεσπότην, Ἀριστείδη μάρτυς, ὑπὲρ ἡμῶν ἱκετεύων καὶ Κύριον,
τῶν ὡς
μαρτύρων τιμώντων σε σεμνολόγημα.
Θεοτοκίον.
Μητρόθεε γλυκεῖα, Κεχαριτωμένη, ὁ γλυκασμὸς τῶν Ἀγγέλων
διάλυσον, πικρίαν πᾶσαν ζωῆς μου,
καθικετεύω σε.
Ἄξιόν ἐστιν
ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον
καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ θυμιᾷ ὁ Ἱερεὺς τὸ θυσιαστήριον καὶ τὸν
ναόν, ἢ τὸν οἶκον ὅπου ψάλλεται ἡ Παράκλησις· καὶ ἡμεῖς ψάλλομεν τὰ
παρόντα Μεγαλυνάρια.
Μεγαλυνάρια.
Χαίροις παῤῥησίᾳ ὁ τὸ Χριστοῦ, ὄνομα
κηρύξας ἐν Ἀθήναις
καὶ ἀπηνῶς, δι᾿ Αὐτοῦ τὴν πίστιν, ἀγχόνην ὑπομείνας, τρισμάκαρ Ἀριστείδη μάρτυς ἀήττητε.
Ὤφθης ἐν τῷ
σκάμματι ἀριστεύς, ὄμβροις
πορφυρώσας τοῖς σοῖς χθόνα
τῶν Ἀθηνῶν, μάρτυς Ἀριστείδη,
καὶ πίστιν τὴν ἁγίαν, ἐκράτυνας
διόπερ, ὕμνοις σὲ
μέλπομεν.
Χαίροις φιλοσόφων ἡ κορυφή, χαίροις, ἀθλοφόρων Ἀθηναίων ἡ καλλονή, χαίροις Ἀριστείδη, μαρτύρων κοσμιότης, καὶ πάντων σε τιμώντων, φύλαξ καὶ πρόμαχος.
Χαίροις Ἀριστείδη περικλεές, εὐσθενῶν
μαρτύρων ἐγκαλλώπισμα ἱερόν,
χαίροις, ὁ ἀγχόνῃ, αἰωρηθεὶς καὶ στέφος,
λαβὼν παρὰ Κυρίου ἀϊδιότητος.
Ἄνθος τῆς Ἀτθίδος
πανευθαλές, καὶ τῆς εὐσεβείας ῥόδον ὄντως ἠδυτερπές,
βίον εὐωδία, ἡμῶν θερμῶν εὐχῶν σου,
πρὸς Κτίστην Ἀριστείδη,
μάρτυς καθήδυνον.
Δόξης ἀπολαύων ἐν οὐρανοῖς,
μάρτυς Ἀριστείδη καταξίωσον καὶ ἡμᾶς, ταύτης ἀπολαύσαι,
τοὺς σὲ ὑμνολογοῦντας, ὡς ἀθλητὴν Κυρίου πίστεως ἄριστον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ
δωδεκάς, οἱ Ἅγιοι
Πάντες μετὰ τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον.
Ἅγιος ὁ
Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ´)
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε,
ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Πάτερ
ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία
σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν
τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς
εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ ἱερεύς· Ὅτι σοῦ
ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης·
Ἀμήν.
Τὰ τροπάρια
ταῦτα. Ἦχος πλ. β´.
Ἐλέησον
ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην
σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε,
ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ
μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ
λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός
σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν. Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας
τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ
ἀστοχήσαιμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία
τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τῷ Χριστῷ προσηνέχθης θυσία ἄμωμος, καὶ ὁλοκάρπωμα θεῖον αἰωρηθεὶς ἀπηνῶς, ἐν ἀγχόνῃ Ἀριστείδη
γενναιότατε, γόνε κλεινὲ τῶν Ἀθηνῶν, καὶ φιλόσοφε σεπτέ, ὁ χάριν λαβὼν ἀφθόνως, ὑπὲρ ἡμῶν ἱκετεύειν,
τὸν πανευΐλατον Θεάνθρωπον.
Εἶτα μνημονεύει ὁ ἱερεύς, δι᾿ οὓς ἡ παράκλησις γίνεται,
καὶ ἡμεῖς μεθ᾿ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε,
ἐλέησον (γ´).
Ἐλέησον
ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι
δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Πατρὸς
καὶ Πατριάρχου ἡμῶν (δεῖνος) καὶ πάσης
τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι
δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων
τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων
ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ.
Ἔτι
δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι
δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν (ἢ Μονὴν) καὶ τὴν πόλιν (ἢ
κώμην, ἢ χώραν, ἢ νῆσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς
ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων,
εὐμενῆ, καὶ εὐδιάλλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ᾿
ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι
δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἐπάκουσον
ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν
ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,
καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης·
Ἀμήν.
Ὁ ἱερεὺς
ποιεῖ ἀμέσως τὴν Ἀπόλυσιν.
Δόξα
σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
[Ὁ ἀναστὰς ἐκ νεκρῶν] Χριστὸς
ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου
ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· τῇ χάριτι
τοῦ παναγίου καὶ ζωοδόχου Τάφου· προστασίαις τῶν τιμίων ἐπουρανίων
δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, προδρόμου
καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων ἀποστόλων·
τοῦ ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου
καὶ πρώτου Ἱεράρχου τῶν Ἱεροσολύμων· τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων
μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τῶν ἁγίων ἐνδόξων
θεοστέπτων μεγάλων βασιλέων καὶ Ἰσαποστόλων Κωνσταντίνου καὶ Ἑλένης·
(τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων
θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ ἁγίου (τῆς
ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν ἁγίων ἐλεήσαι
καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
ψάλλομεν τὸ ἑξῆς.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Γόνε, Ἀθηνῶν
πανευκλεές, ἀπολογητὰ
χριστωνύμων τῆς εὐσεβείας
στεῤῥέ, καὶ
μαρτύρων πρώταθλε, Χριστὸν ἱλέωσαι, Ἀριστείδη πανάριστε, ἡμῖν
καταπέμψαι, τοῖς ἀνευφημοῦσί σε, ἄμφω ὑγίειαν, ῥῶσιν
ψυχικὴν καὶ ἀνδρείαν, πτερνιστῆν καλῶς
θριαμβεῦσαι, γένους τῶν βροτῶν τὸν πολυμήχανον.
Δέσποινα πρόσδεξαι…
Τὴν πᾶσαν ἐλπίδα
μου…
Δι’
εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου